1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

5

Οὐ γὰρ ἡμέρα, οὐ νὺξ, οὐ μεσονύκτιον, οὐχ ὥρα, οὐ στιγμῆς τὸ λεπτότατον, ὅτε ξηρὸς ὁ τούτου ἀνύστακτος ὀφθαλμὸς καθωρᾶτο· πῆ μὲν τὰ κοινῇ, πῆ δὲ τὰ ἰδίως ἀποκλαιόμενος, ὡς ἔλεγεν, ἀτοπήματα· στεναγμοῖς δὲ τὰ τῶν ὀμμάτων σοφῶς ἐποχετεύει ῥεῖθρα· μᾶλλον δὲ χεύμασιν ὀφθαλ μῶν τοὺς στεναγμοὺς ἐξεκαλεῖτο. Καὶ ἦν παράδοξος ἀμφοτέρων ἡ πρόοδος, τοῦ ἑτέρου αἰτία τοῦ ἑτέρου φαινομένου· ἔτικτον γὰρ ἐπ' αὐτῷ δάκρυα μὲν, στενα 46.832 γμοὺς, στεναγμοὶ δὲ πάλιν δάκρυα· καὶ τὸ αἴτιον τοῖς πολλοῖς ἀγνοούμενον. Χρόνου γὰρ ταῦτα μὴ διαιροῦν τος, ἀλλ' ἀεὶ τῶν στεναγμῶν δάκρυα διαδεχομένων, εἶτα πάλιν τούτων στεναγμοὺς, καὶ κύκλου τινὸς γιγνομέ νου, ἄδηλος ἦν ἡ ἀρχὴ, καὶ θατέρου τὸ αἴτιον. Καὶ τοῦτό τις κατόψεται τοῖς αὐτοῦ πρασομιλήσας συγ γράμμασιν. Οὐ μόνον γὰρ ἀποκλαιόμενον αὐτὸν ἐν τοῖς περὶ μετανοίας καὶ ἤθους καὶ πολιτείας χρη στῆς εὑρήσει λόγοις, ἀλλὰ καὶ ἐν αὐτοῖς τοῖς παν ηγυρικοῖς αὐτοῦ λόγοις, ἔνθα πολλὴν εἰώθασιν οἱ πλεῖστοι περιχάρειαν ἐν τοῖς λόγοις δείκνυσθαι. Ὁ δὲ πανταχοῦ ταὐτὸς ἦν, καὶ τῆς κατανύξεως διηνε κῶς ἐπλούτει τὸ χάρισμα. Ἔνθεν καὶ νῦν σχεδὸν πάντας αὐτοῦ τοὺς τῶν λόγων ἀκροατὰς πρὸς τὴν ὄντως ἀνακαλεῖται ζωήν. Τοσαύτην ἰσχὺν ὁ τούτου κέκτηται θεόπνευστος λόγος δάκρυσι συγκεκραμένος. Ποῖος γὰρ ἀμείλικτος, ἢ τῇ καρδίᾳ λιθώδης, τῶν τούτου ῥημάτων ἐπακούσας, οὐ μαλαχθήσεται, καὶ τὸ σκληρὸν τοῦ ἤθους ἀποβαλὼν, ταῖς ἑαυτοῦ κακίαις ἐπιστυγνάσει; Ποῖος ἄγριος τὸ ἦθος, ἢ θηριώδης τὸν τρόπον τὴν ψυχωφελῆ διδασκαλίαν αὐτοῦ ἐνωτι σθεὶς, οὐκ εὐθὺς χρηστὸς καὶ ἐπιεικὴς, καὶ τοῖς τρό ποις ἔσται φιλάγαθος; Ποῖος χαίρειν ἐμμελετῶν ταῖς τοῦ βίου ἡδυπαθείαις, καὶ τὸ δακρύειν ἀποστρεφόμε νος, ὀλίγων ἀκούσας ἐκείνου ῥημάτων, οὐ θρηνήσει καὶ κλαύσεται, καὶ εἰς ὑπόμνησιν ἔλθῃ τῶν βεβιω μένων μελλούσης ἀνταποδόσεως;

Λίθον ἑψεῖς, ἡ τῶν ἔξω παροιμία ἐπὶ τῶν ἀδυνά των παρείληφεν. Ἡμῖν δὲ τοῦτο ἐναργῶς ἡ πεῖρα παρέστησε. Τὰς γὰρ ἀτέγκτους καὶ ἀνυπείκτους ψυχὰς, καὶ φυλάττεσθαι καὶ ὑπήκειν ὁ θεῖος οὗτος πρεσβύτης παρέπειθεν. Τίς ἐντυχὼν αὐτοῦ τῷ περὶ ταπεινοφροσύνης λόγῳ, οὐ πᾶσαν μὲν εὐθὺς οἴησιν ἐκμισήσει, ἀλλ' οὐδὲ παντὸς ταπεινότερον ἑαυτὸν ἐκκηρύξει; Τίς τοῖς περὶ ἀγάπης ἐπιβαλὼν, οὐχ ὑπὲρ ἀγάπης προκινδυνεῦσαι σπουδάσει; Τίς τοῖς περὶ παρθενίας προσομιλήσας, οὐχ ἁγνὸν ἑαυτὸν ψυχῇ τε καὶ σώματι Θεῷ ἀγωνίσεται παραστῆσαι; Τίς τοῖς περὶ κρίσεως, ἤτοι δευτέρας Χριστοῦ ἐλεύ σεως ἐγκύψας. οὐ παρίστασθαι τῷ ἐκεῖθεν κριτηρίῳ νομίσει, καὶ σύντρομος γενόμενος, τὴν τελευταίαν ἤδη ἀπόφασιν κατ' αὐτοῦ ἐξενεχθήσεσθαι δοκήσει; Οὕτως γὰρ παρέστησε τὸ μέλλον τοῦ Θεοῦ δικαστή ριον ὁ ἀοίδιμος καὶ προφητικώτατος οὗτος ἀνὴρ, ὡς μηδὲν μὲν ἕτερον ὑπολείπεσθαι γνώσεως, μόνον δὲ τῷ ἔργῳ τούτῳ καὶ τῇ πείρᾳ καταμαθεῖν. Ταῖς τοιαύταις ἀεὶ περὶ κρίσεως ὁ μακάριος συν εχόμενος φαντασίαις, ἔφευγε μὲν τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ· ἐμάκρυνε δὲ φυγαδεύων, ᾗ φησι τὰ λό για, καὶ ηὐλίζετο ἐν τῇ ἐρήμῳ, ἑαυτῷ μόνῳ καὶ Θεῷ προσέχων, κἀκεῖθεν τῶν ἀρετῶν τὰς ἐπιδόσεις δεχό μενος. Ἤδει γὰρ ἀκριβῶς ὡς ἐρημικὴ διαβίωσις τῶν κοσμικῶν μὲν ἐλευθεροῖ τὸν βουλόμενον θορύβων, τῇ ἡσυχίᾳ δὲ συνόμιλον τοῖς ἀγγέλοις ποιεῖ, καὶ ταῖς 46.833 περὶ Θεοῦ θεωρίαις τὸν νοῦν ὅσον ἐστὶν ἐφικτὸν ἀν υψοῖ. Ἐκ τόπων δὲ τόπους ἀμείβειν, ὅτε κινοῦν αὐτὸν Πνεῦμα πρὸς οἰκοδομὴν τῶν πολλῶν ᾠκονόμει, οὐκ ἠπείθει, οὐδ' ἀντέτεινεν. Ἦν γὰρ κελεύσεσι θείαις πειθήνιος, εἰ καί τις ἄλλος. Ἐντεῦθεν τὴν ἐνεγκαμέ νην, ὡς ὁ Θεῖος ἐκεῖνος κελευσθεὶς Ἀβραὰμ, τὴν Ἐδεσινῶν κατέλαβε πόλιν· δίκαιον γὰρ οὐκ ἦν ὑπὸ γῆν μέχρι πολλοῦ τὸν ἥλιον κατακρύπτεσθαι. ∆ύο δὲ χάριν αἰτιῶν, τοῦ τε τὰ ἐκεῖσε περιπτύξασθαι ἅγια, καὶ πρό γε τούτου λογίῳ περιτυχεῖν, καὶ καρπὸν γνώσεως ἢ λαβεῖν, ἢ μεταδοῦναι.

Ἐν οἷς, ὡς ἱστόρηται, τῇ πόλει παραβαλὼν, τήν τε πόλιν ὑπερχόμενος, πόρνῃ τινὶ συναπήντηκεν ἀνθ' οὗ φιλολόγου ἐπηύχετο προστυχεῖν· ὡς δὲ τῆς προσδοκίας