1

 2

 3

 4

 5

 6

2

χάσματα, μικρὰ καὶ ταῦτα εἰ πρὸς τὰ παρόντα κρίνοιτο. διὰ τί; ὅτι οὐ πάσης ἀθρόως τῆς οἰκουμένης ἡ κατὰ πόλεμον ἅπτεται συμφορά, ἀλλὰ τὸ μέν τι πολεμεῖται αὐτῆς, τὸ δὲ εἰρηνεύεται. μέρος τι πάλιν ἢ σκηπτὸς ἐπέφλεξεν ἢ τὸ ὕδωρ ἐπέκλυσεν ἢ κατεπόθη τῷ χάσματι. τὸ δὲ παρὸν κακὸν πάσης ἀθρόως τῆς οἰκουμένης ἐστὶ πληγή· οὐκ ἔστιν ἔθνος ἓν ἢ πόλιν μίαν ἀπολοφύρασθαι, ἀλλ' ἁρμόζει τάχα τὴν τοῦ Ναβουχοδονοσὸρ προέσθαι φωνήν, ἣν πρὸς τοὺς ὑποχειρίους πεποίηται· Ὑμῖν λέγω, λαοί, φυλαί, γλῶσσαι. μᾶλλον δὲ συγχωρήσατέ μοι προσ θεῖναί τι τῷ Ἀσσυρίῳ κηρύγματι καὶ μεγαλοφωνότερον 9.478 ἀνακηρῦξαι τὴν συμφορὰν καὶ εἰπεῖν, ὡς ἄν τις ἐπὶ σκηνῆς ἀναβοήσας εἴποι· ὦ πόλεις καὶ δῆμοι καὶ ἔθνη καὶ σύμπασα γῆ καὶ τῆς θαλάσσης ὅσον τε πλόϊμον καὶ ὅσον οἰκούμενον, ὦ πάσης τῆς καθ' ἡμᾶς οἰκουμένης ὅσον τῷ σκήπτρῳ τῆς βασιλείας εὐθύνεται, ὦ πάντες οἱ πανταχόθεν ἄνθρωποι, κοινῇ τῷ πάθει ἐπιστενάξατε, κοινῇ τοῦ θρήνου τὴν συνῳδίαν στήσασθε, κοινῇ τὴν πάντων ζημίαν ἀπολοφύρασθε. ἢ βούλεσθε, καθὼς ἂν οἷός τε ὦ, καὶ τὴν ζημίαν ὑμῖν διηγήσωμαι; ἤνεγκεν ἐν τῇ καθ' ἡμᾶς γενεᾷ ἡ ἀνθρωπίνη φύσις ἐκβᾶσα τοὺς ἰδίους ὅρους καὶ τὰ συνήθη μέτρα νικήσασα, ἤνεγκεν ἡ φύσις, μᾶλλον δὲ ὁ τῆς φύσεως κύριος, ἀνθρωπίνην ψυχὴν ἐν γυναικείῳ τῷ σώματι ὑπὲρ πάντα σχεδὸν τὰ προλαβόντα τῆς ἀρετῆς ὑποδείγματα, ἐν ᾗ πᾶσα μὲν σώματος πᾶσα δὲ ψυχῆς ἀρετὴ συνδραμοῦσα θαῦμα ἄπιστον ἔδειξε τῇ ἀνθρωπίνῃ ζωῇ, πόσων ἀγαθῶν συνδρομὴν μία ψυχὴ ἐν ἑνὶ ἐχώρησε σώματι. καὶ ὡς ἂν μάλιστα καταφανὲς ἅπασι γένοιτο τῆς γενεᾶς τὸ εὐτύχημα, ἐπὶ τὸν ὑψηλὸν θρόνον τῆς βασιλείας ἀνάγεται, ὅπως ἡλίου δίκην ἐκ τοῦ ὑψηλοῦ ἀξιώματος πᾶσαν τὴν οἰκουμένην ταῖς ἀκτῖσι τῶν ἀρετῶν καταλάμψειεν. καὶ τῷ κατὰ θείαν ψῆφον τῆς οἰκουμένης ἁπάσης προτεταγμένῳ εἰς βίου τε καὶ βασιλείας κοινωνίαν συναρμοσθεῖσα μακαριστὸν ἐποίει δι' ἑαυτῆς τὸ ὑπήκοον, ὄντως, καθώς φησιν ἡ γραφή, βοηθὸς 9.479 αὐτῷ πρὸς πᾶν ἀγαθὸν γινομένη. εἰ φιλανθρωπίας ἦν ὁ καιρός, ἢ συνέτρεχεν αὐτῷ πρὸς τὸ ἀγαθὸν τοῦτο ἢ καὶ προέτρεχεν· ἴσος ἦν ὁ ζυγὸς ἑκατέρωθεν τῇ τῆς φιλανθρω πίας ῥοπῇ. μαρτυρεῖ δὲ τῷ λόγῳ τά τε πρότερα ἀριθμὸν νικῶντα καὶ τὰ ἐπὶ τοῦ παρόντος κηρύγματα, ἃ νῦν παρὰ τοῦ κήρυκος τῆς ἀληθείας ἠκούσαμεν.

Εἰ τὸ εὐσεβὲς ἐπιζητεῖς, κοινὸς ἦν ἀμφοτέρων ὁ πρὸς εὐσέβειαν δρόμος, εἰ τὸ προνοητι κόν, εἰ τὸ δίκαιον, εἰ ἄλλο τι τῶν πρὸς τὸ κρεῖττον σπουδαζο μένων, πάντα ἐν ἁμίλλῃ ἦν ἀλλήλους νικᾶν ἐν ταῖς εὐποιΐαις φιλονικούντων καὶ οὐκ ἦν ὁ ἡττώμενος. ἴση τις ἦν ἀμφοτέρων ἡ ἐπ' ἀλλήλοις χάρις· ἡ μὲν ἀρετῆς ἆθλον εἶχε τὸν τῆς οἰκουμένης προτεταγμένον, ὁ δὲ μικρὰν ἡγεῖτο γῆς τε καὶ θαλάττης τὴν ἐξουσίαν συγκρίσει τοῦ κατ' αὐτὴν εὐτυχήματος. ἴσας ἀλλήλοις ἀντιπαρεῖχον τὰς εὐφροσύνας ἀλλήλους τε βλέποντες καὶ ὑπ' ἀλλήλων ὁρώμενοι· ὁ μὲν τοιοῦτος ὢν οἷός ἐστι (ποῖον γὰρ ἄν τις κάλλος ὑπὲρ τὸ φαινόμενον δείξειεν; καὶ εἴη γε διαρκέσαι καὶ εἰς ἐκγόνων ζωὴν τὸ ὁρώμενον), τὴν δέ, οἵα τις ἦν, οὐκ ἔστιν ὑποδεῖξαι τῷ λόγῳ· οὐ γὰρ περιλέλειπταί τι αὐτῆς δι' ἀκριβείας παρὰ τῆς τέχνης ὁμοίωμα, ἀλλ' εἰ καί τι γέγονεν ἐν γραφαῖς ἢ ἐν πλάσμασιν, πάντα τῆς ἀληθείας ἐστὶν ἐνδεέστερα. Τοιαῦτα καὶ μέχρι τούτου τὰ διηγήματα. τὰ δὲ ἐπὶ τούτοις οἷα· πάλιν βοᾶν ἀναγκάζομαι καί μοι σύγγνωτε 9.480 ὑπερβοῶντι τὸ πάθος· ὦ Θρᾴκη τὸ φευκτὸν ὄνομα, ὦ δυστυχὲς ἔθνος ἐκ συμφορῶν γνωριζόμενον, ὦ πρότερον μὲν πολεμίῳ πυρὶ ταῖς τῶν βαρβάρων ἐπιδρομαῖς δῃωθεῖσα, νῦν δὲ τὸ κεφάλαιον τῆς κοινῆς συμφορᾶς ἐν ἑαυτῇ δεξαμένη. ἐκεῖθεν τὸ ἀγαθὸν ἀναρπάζεται, ἐκεῖ ὁ φθόνος κατὰ τῆς βασιλείας ἐκώμασεν, ἐκεῖ γέγονεν τὸ τῆς οἰκουμένης ναυάγιον, ἐκεῖ καθάπερ ἐν κλύδωνι τῷ προβόλῳ προσπταίσαν τες τῷ τῆς λύπης βυθῷ κατεδύημεν. ὦ πονηρᾶς ἐκδημίας ἐκείνης, ἣ τὴν ὑποστροφὴν οὐκ ἀπέδωκεν, ὦ πικρῶν ὑδάτων, ὧν τὰς πηγὰς ἐπεπόθησεν, ὡς οὐκ ὤφελεν, ὦ χωρίον, ἐν ᾧ τὸ πάθος ἐγένετο, διὰ τὸ πάθος τῇ σκοτομήνῃ ἐπώνυμον. (ἀκούω γὰρ κατὰ τὴν πάτριον αὐτῶν γλῶσσαν Σκοτούμην