1

 2

 3

 4

 5

 6

3

τὸν τόπον ἐπονομάζεσθαι.) ἐκεῖ ἐσκοτίσθη ὁ λύχνος, ἐκεῖ κατεσβέσθη τὸ φέγγος, ἐκεῖ αἱ ἀκτῖνες τῶν ἀρετῶν ἠμαυρώθη σαν.

Οἴχεται τῆς βασιλείας τὸ ἐγκαλλώπισμα, τὸ τῆς δικαιοσύνης πηδάλιον, ἡ τῆς φιλανθρωπίας εἰκών, μᾶλλον δὲ αὐτὸ τὸ ἀρχέτυπον. ἀφῃρέθη τῆς φιλανδρίας ὁ τύπος, τὸ ἁγνὸν τῆς σωφροσύνης ἀνάθημα, ἡ εὐπρόσιτος σεμνότης, ἡ ἀκαταφρόνητος ἡμερότης, ἡ ὑψηλὴ ταπεινοφροσύνη, ἡ πεπαρρησιασμένη αἰδώς, ἡ σύμμικτος τῶν ἀγαθῶν ἁρμονία. οἴχεται ὁ τῆς πίστεως ζῆλος, ὁ τῆς ἐκκλησίας στῦλος, ὁ τῶν θυσιαστηρίων κόσμος, ὁ τῶν πενομένων πλοῦτος, ἡ πολυαρκὴς δεξιά, ὁ κοινὸς τῶν καταπονουμένων λιμήν. πενθείτω ἡ παρθενία, θρηνείτω ἡ χηρεία, ὀδυρέσθω ἡ ὀρφανία, γνώτωσαν τί εἶχον ὅτε οὐκ ἔχουσιν. μᾶλλον δὲ τί χρή με κατὰ μέρη καὶ τάξεις διαιρεῖν τὸν θρῆνον; στεναζέτω πᾶσα ἡ γενεὰ βύθιον ἐκ μέσης καρδίας τὸν στεναγμὸν 9.481 ἀναπέμπουσα. συμπενθείτω καὶ ἡ ἱερωσύνη αὐτὴ τὸν κοινὸν κόσμον τοῦ φθόνου ἀποσυλήσαντος. ἆρα μὴ τολμηρὸν τὸ τοῦ προφήτου εἰπεῖν; τὸ Ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος, καὶ διωργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; ποίων ἁμαρτημάτων τὰς δίκας ἐκτιννύομεν; ὑπὲρ τίνος ταῖς ἐπαλλήλοις τῶν συμφορῶν μαστιζόμεθα; ἢ τάχα διὰ τὸ πλεονάσαι τὴν ἀσέβειαν τῶν ποικίλων αἱρέσεων αὕτη καθ' ἡμῶν ἡ ψῆφος ἐκράτησεν; ὁρᾶτε γὰρ οἵοις κακοῖς ἐν βραχεῖ συνηνέχθημεν χρόνῳ. οὔπω ἐπὶ τῇ προτέρᾳ πληγῇ ἀναπνεύ σαντες, οὔπω τὸ δάκρυον τῶν ὀφθαλμῶν ἀποψήσαντες πάλιν ἐν τοσαύτῃ γεγόναμεν συμφορᾷ· τότε τὸ νεοθαλὲς ἄνθος ἀπωδυράμεθα, νῦν αὐτὸ τὸ ἔρνος, ἀφ' οὗ τὸ ἄνθος ἐβλάστησεν, τότε τὴν ἐλπισθεῖσαν ὥραν, νῦν τὴν ἀκμάσασαν, τότε τὸ προσδοκώμενον ἀγαθόν, νῦν τὸ ἐν πείρᾳ γενόμενον.

Ἆρά μοι συγγνώσεσθε, ἀδελφοί, εἴ τι διὰ τὸ πάθος παραληρήσαιμι; τάχα, καθώς φησιν ὁ ἀπόστολος, καὶ αὐτὴ ἡ κτίσις τῷ ἡμετέρῳ κακῷ συνεστέναξεν. ὑπομνήσω δὲ τῶν γεγονότων ὑμᾶς καὶ οἶμαι τοὺς πολλοὺς τοῖς λεγομένοις συνθήσεσθαι· ὅτε χρυσῷ καὶ πορφυρίδι κεκαλυμμένη ἐπὶ τὴν πόλιν ἡ βασιλὶς ἐκομίζετο (κλίνη δὲ ἦν ἡ κομίζουσα) καὶ πᾶσα ἀξία καὶ ἡλικία πᾶσα προχεθεῖσα τοῦ ἄστεος ἅπαν ἐστενοχώρει ἀπὸ πλήθους τὸ ὕπαιθρον πάντων ἐκ ποδῶν καὶ τῶν ὑπερεχόντων τοῖς ἀξιώμασι προπομπευόντων 9.482 τοῦ πάθους (μέμνησθε πάντως ὅπως ὁ ἥλιος ταῖς νεφέλαις τὰς ἀκτῖνας ἑαυτοῦ συνεκάλυψεν, ὡς ἂν μὴ ἴδοι τάχα καθαρῷ τῷ φωτὶ μετὰ τοιούτου σχήματος εἰσελαύνουσαν τὴν βασιλίδα τῇ πόλει, οὐκ ἐπὶ ἅρματός τινος ἢ χρυσοδέτου ἀπήνης κατὰ τὸν βασίλειον κόσμον τοῖς δορυφόροις ἀγαλλομένην, ἀλλ' ἐν σορῷ κεκαλυμμένην, ἐπικρυπτομένην τὸ εἶδος ἐκείνῳ τῷ σκυθρωπῷ προκαλύμματι, θέαμα δεινόν τε καὶ ἐλεεινόν, δακρύων ἀφορμὴν προκειμένην τοῖς ἐντυγχάνουσιν, ἣν ἅπας τῶν συνειλεγμένων ὁ δῆμος ὁ ἔπηλύς τε καὶ ὁ ἐγχώριος οὐκ εὐφημίαις, ἀλλὰ θρήνοις εἰσιοῦσαν ἐδέχετο), τότε καὶ ὁ ἀὴρ πενθικῶς ἐσκυθρώπασεν οἷον ἱμάτιόν τι πενθικὸν τὸν ζόφον περιβαλλόμενος, ἀλλὰ καὶ αἱ νεφέλαι καθὼς δυνατὸν αὐταῖς ἦν ἐπεδάκρυον ἁπαλὰς ψεκάδας ἀντὶ δακρύων ἐπαφιεῖσαι τῷ πάθει. ἢ ταῦτα μὲν ὄντως λῆρός ἐστι καὶ οὐδὲ λέγειν ἄξιον; εἰ γάρ τι καὶ γέγονεν ἐν τῇ κτίσει τοιοῦτον οἷον ἐπισημῆναι τὴν συμφορὰν, οὐ παρὰ τῆς κτίσεως γέγονε πάντως, ἀλλὰ παρὰ τοῦ δεσπότου τῆς κτίσεως τιμῶντος δι' ὧν ἐποίει τῆς ὁσίας τὸν θάνατον· Τίμιος γάρ, φησίν, ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. εἶδον δὲ ἐγὼ τότε ἕτερον θέαμα τῶν εἰρημένων παραδοξότερον· εἶδον διπλοῦν ὄμβρον τὸν μὲν ἐκ τοῦ ἀέρος τὸν δὲ ἐκ τῶν δακρύων ἐπὶ τὴν γῆν καταρρέοντα καὶ οὐκ ἦν ὁ ἐξ ὀφθαλμῶν ὑετὸς τοῦ ἐκ τῶν νεφῶν ἐνδεέστερος· ἐν γὰρ τοσαύταις μυριάσι τῶν συμπαρόντων οὐκ ἦν ὀφθαλμὸς ὁ μὴ καταβρέχων τὴν γῆν ταῖς τῶν δακρύων σταγόσιν.

Ἀλλ' οὐ καλῶς τάχα τῆς τοῦ διδασκάλου γνώμης ἐστο χασάμεθα πλέον ἢ ἔδει τοῖς σκυθρωποῖς ἐμβαθύναντες. 9.483 ἴσως γὰρ βούλεται θεραπεῦσαι μᾶλλον ἢ