1

 2

 3

 4

 5

 6

6

Ἀλλ' ὃ μάλιστα παρ' ἡμῶν λέγεσθαι χρὴ τοῦτο προσθεὶς καταπαύσω τὸν λόγον. τὸ τῶν εἰδώλων μῖσος κοινὸν πάντων ἐστὶ τῶν μετεχόντων τῆς πίστεως, ἀλλ' ἐκείνης ἐξαίρετον τὸ τὴν Ἀρειανὴν ἀπιστίαν ὁμοίως τῇ εἰδωλολατρίᾳ βδελύττεσθαι. τοὺς γὰρ ἐν τῇ κτίσει τὸ θεῖον εἶναι νομίζοντας οὐδὲν ἔλαττον ἀσεβεῖν ᾤετο τῶν εἰδωλοποιούντων τὰς ὕλας, καλῶς καὶ εὐσεβῶς τοῦτο κρίνουσα· ὁ γὰρ τὸ κτίσμα προσκυνῶν, κἂν ἐπ' ὀνόματι τοῦ Χριστοῦ τοῦτο ποιῇ, εἰδωλολάτρης ἐστὶ Χριστὸν ὄνομα τῷ εἰδώλῳ τιθέμενος. διὰ τοῦτο μαθοῦσα ὅτι οὐκ ἔστι θεὸς πρόσφατος, μίαν προσεκύνει θεότητα τὴν ἐν πατρὶ καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ δοξαζομένην. ταύτῃ ἐνηυξήθη τῇ πίστει, ταύτῃ ἐνήκμασεν, ταύτῃ τὸ πνεῦμα παρακατέθετο, ὑπὸ ταύτης προσήχθη τῷ κόλπῳ τοῦ πατρὸς τῆς πίστεως Ἀβραὰμ παρὰ τὴν τοῦ παραδείσου πηγὴν (ἧς ἡ ῥανὶς ἐπὶ τοὺς ἀπίστους οὐκ ἔρχεται), ὑπὸ τὴν σκιὰν τοῦ ξύλου τῆς ζωῆς τοῦ πεφυτευμένου παρὰ τὰς διεξόδους τῶν 9.490 ὑδάτων ὧν καὶ ἡμεῖς ἀξιωθείημεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.