1

 2

 3

 4

 5

 6

5

ἐνεργεῖται, ὁ δὲ τῆς ἐπιθυμίας πίθος μένει ἀπλήρωτος. τί δὲ ἡ φιλοχρηματία; 9.486 οὐκ ἀληθῶς πίθος τετρημένος ἐστὶν ὅλῳ τῷ πυθμένι ῥέων ᾧ κἂν πᾶσαν ἐπαντλήσῃς τὴν θάλασσαν πληρωθῆναι φύσιν οὐκ ἔχει; Τί οὖν λυπηρὸν εἰ τῶν τοῦ βίου κακῶν ἡ μακαρία κεχώρι σται καὶ ὥσπερ τινὰ λήμην τὸν τοῦ σώματος ῥύπον ἀποβαλοῦσα καθαρᾷ τῇ ψυχῇ πρὸς τὴν ἀκήρατον ζωὴν μετανίσταται, ἐν ᾗ ἀπάτη οὐ πολιτεύεται, διαβολὴ οὐ πιστεύεται, κολακεία χώραν οὐκ ἔχει, ψεῦδος οὐ καταμίγνυται, ἡδονή τε καὶ λύπη καὶ φόβος καὶ θράσος καὶ πενία καὶ πλοῦτος καὶ δουλεία καὶ κυριότης καὶ πᾶσα ἡ τοιαύτη τοῦ βίου ἀνωμαλία ὡς πορρωτάτω τῆς ζωῆς ἐκείνης ἐξώρισται; Ἀπέδρα ἐκεῖθεν, καθώς φησιν ὁ προφήτης, ὀδύνη καὶ λύπη καὶ στεναγμός. ἀντὶ δὲ τούτων τί; ἀπάθεια, μακαριότης, κακοῦ παντὸς ἀλλοτρίω σις, ἀγγέλων ὁμιλία, τῶν ἀοράτων θεωρία, θεοῦ μετουσία, εὐφροσύνη τέλος οὐκ ἔχουσα. ἆρ' οὖν λυπεῖσθαι προσήκει περὶ τῆς βασιλίδος μαθόντας οἷα ἀνθ' οἵων ἠλλάξατο; κατέλιπε βασιλείαν γηΐνην, ἀλλὰ τὴν οὐράνιον κατέλαβεν· ἀπέθετο τὸν ἐκ λίθων στέφανον, ἀλλὰ τὸν τῆς δόξης περιεθή 9.487 κατο· ἀπεδύσατο τὴν πορφυρίδα, ἀλλὰ Χριστὸν ἐνεδύσατο. τοῦτό ἐστι τὸ βασιλικὸν ὄντως καὶ τίμιον ἔνδυμα.

Τὴν ὧδε πορφύραν ἀκούω αἵματι κόχλου τινὸς θαλασσίας φοινίσσεσθαι, τὴν δὲ ἄνω πορφύραν τὸ τοῦ Χριστοῦ αἷμα λάμπειν ποιεῖ· εἶδες ὅσον ἐν τῷ ἐνδύματι τὸ διάφορον. βούλει πεισθῆναι ὅτι ἐν ἐκείνοις ἐστίν; ἀνάγνωθι τὸ εὐαγγέλιον· ∆εῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου (φησὶ ταῦτα πρὸς τοὺς δεξιοὺς ὁ κριτής), κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν· τὴν παρὰ τίνος ἡτοιμασμένην; ἣν ἑαυτοῖς, φησί, διὰ τῶν ἔργων προητοιμάσασθε. πῶς; ἐπείνων, ἐδίψων, ξένος ἤμην, γυμνός, ἀσθενής, ἐν φυλακῇ· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. εἰ οὖν ἡ περὶ ταῦτα σπουδὴ βασιλείας πρόξενος γίνεται, ἀριθμήσατε, εἴπερ δυνατόν ἐστιν ἐξαριθμήσασθαι, πόσοι τοῖς ἐνδύμασι τοῖς παρ' αὐτῆς ἐσκεπάσθησαν, πόσοι τῇ μεγάλῃ ἐκείνῃ δεξιᾷ διετράφησαν, πόσοι τῶν κατακλείστων οὐκ ἐπισκέψεως μόνον, ἀλλὰ καὶ παντελοῦς ἀφέσεως ἠξιώθησαν. εἰ δὲ τὸ ἐπισκέψασθαι τὸν κατάκλειστον προξενεῖ βασιλείαν, τὸ ἐλευθερῶσαι τῆς τιμωρίας δηλαδὴ πλείονος τιμῆς ἄξιον, εἴπερ τι βασιλείας ἔστιν ἀνώτερον. ἀλλ' οὐ μέχρι τούτων ἐστὶν ἐκείνης ὁ ἔπαινος. παρέρχεται γὰρ καὶ τὰ προστεταγμένα τοῖς κατορθώμασιν. πόσοι δι' ἐκείνην τὴν τῆς ἀναστάσεως χάριν ἐφ' ἑαυτῶν ἐγνώρισαν, οἳ τοῖς νόμοις ἀποθανόντες καὶ τὴν ἐπὶ θανάτῳ ψῆφον δεξάμενοι πάλιν δι' αὐτῆς εἰς τὴν ζωὴν ἀνεκλήθησαν. ἐν ὀφθαλμοῖς τῶν εἰρημένων ἡ μαρτυρία. 9.488 εἶδες παρὰ τὸ θυσιαστήριον ἀπογνὸν τὴν σωτηρίαν μειράκιον, εἶδες γύναιον ἐπὶ κατακρίσει ἀδελφοῦ ὀδυρόμενον, ἤκουσας τοῦ τὰ ἀγαθὰ τῇ ἐκκλησίᾳ κηρύσσοντος, ὅπως τῇ μνήμῃ τῆς βασιλίδος ἡ σκυθρωπὴ τοῦ θανάτου ψῆφος εἰς ζωὴν ἀναλύεται. ἆρα καὶ μόνον ταῦτα; τὴν δὲ ταπεινοφροσύνην ποῦ θήσομεν ἣν προτιμοτέραν ἡ γραφὴ ποιεῖται παντὸς τοῦ κατ' ἀρετὴν κατορθώματος; ἥτις συνηνιοχοῦσα τῷ μεγάλῳ βασιλεῖ τὴν τοσαύτην ἀρχὴν πάσης δυναστείας ὑποκυπτούσης, τοσούτων ἐθνῶν ὑποτελούντων, γῆς τε καὶ θαλάττης ἐκ τῶν οἰκείων ἑκατέρας δωροφορούσης οὐκ ἔδωκε πάροδον καθ' ἑαυτῆς τῷ τύφῳ ἀεὶ πρὸς ἑαυτὴν οὐκ εἰς τὰ ἔξω ἑαυτῆς ἀποβλέπουσα. διὰ τοῦτο τοῦ μακαρισμοῦ γίνεται κληρονόμος διὰ τῆς προσκαίρου ταπεινοφροσύνης τὸ ἀληθινὸν ὕψος ἐμπορευσαμένη. εἴπω τι καὶ τῆς φιλανδρίας τεκμήριον; ἔδει πάντως διαλυομένης τῆς σωματικῆς συζυγίας καὶ τὰ τίμια τῶν προσόντων αὐτοῖς ἀγαθῶν ἐλθεῖν εἰς διαίρεσιν. πῶς οὖν ἐποιήσατο τὴν διανομήν; τριῶν ὄντων τέκνων (ταῦτα γὰρ τῶν ἀγαθῶν τὰ κεφάλαια) τοὺς ἄρρενας τῷ πατρὶ προσκατέλιπεν, ὥστε εἶναι αὐτοὺς τῆς βασιλείας 9.489 ἐρείσματα, τῆς δὲ ἰδίας μερίδος μόνην τὴν θυγατέρα πεποίηται. ὁρᾷς πῶς εὐγνώμων τε καὶ φιλόστοργος ἐν τοῖς τιμίοις τὸ πλέον τῷ ἀνδρὶ συγχωρήσασα.