1

 2

 3

 4

 5

 6

2

δύναμις κατὰ σὲ οὐκ ἐν τῷ θεῷ, ἀλλ' ἔξω τῆς αὐτοῦ γέγονεν ὑποστάσεως; Τὸ δὲ ἔξω τινὸς ὑπάρχον πάντως καὶ τῆς ὑποστάσεως αὐτοῦ διῄρηται· ἡμεῖς δὲ οὐχ ἑπόμεθα ταῖς ὑμῶν ἀσεβείαις, οὐδὲ δύο ἀρχὰς διῃρημένας τοῖς τόποις φαμέν, ἀλλ' ἕνα τοῦ παντὸς δη- μιουργὸν καὶ μίαν τὴν πάντων ἀρχὴν λέγοντες, πατέρα τε καὶ υἱὸν τὰ πάντα πληροῦν δογματίζομεν, πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πατρὶ προσομολογοῦντες κατὰ τὸ λόγιον τὸ φάσκον· Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ Πάντα τὰ τοῦ πατρὸς ἐμά ἐστι. ∆ιὸ καὶ Ἰωάννης ὁ θεοφόρος, ὡς τὰ πάντα πληρούσης τῆς ἁγίας τριάδος, περὶ τοῦ θεοῦ λόγου φησίν· Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. Καθ' ὑμᾶς δὲ τοὺς Μανιχαίους οὐκ εἰς τὰ ἴδια ἦλθεν, ἀλλὰ μᾶλλον εἰς τὰ ἀλλότρια, εἴ γε τῷ τῆς ὕλης ἐπῆλθε τόπῳ, τὰς ψυχὰς ἐν ἀλλοτρίῳ τόπῳ πεπεδημένας καθ' ὑμᾶς βουλόμενος ἀνασῶσαι, ὥστε καὶ δι' ὧν ἀνεκαλέσω τὴν τομήν, τὴν πολλάκις ὑπὸ σοῦ λεχθεῖσαν, οἰόμενος ἐκφεύξε- σθαι τῆς θείας οὐσίας τὴν διαίρεσιν, οὐδ' οὕτως ἐκπέφευγας· εἰς τὴν αὐτὴν γὰρ ἀσέβειαν περιπέπτωκας. Ἀλλ' ὅθεν ἐξέβην τῷ λόγῳ, πάλιν ἐπάνειμι. Ἀπόκριναι οὖν· ἡ ὕλη καθ' ἑαυτήν, ἄνευ τῆς πρὸς θεὸν συγκράσεως, ἁπλῆ ἐστιν ἢ σύνθετος; 14. ΜΑΝ. Σύνθετος. 15. ὈΡΘ. Ἐξ ἁπλῶν δὲ τὸ σύνθετον γίνεται; 16. ΜΑΝ. Οὕτως ἔχει. 17. ὈΡΘ. Εἰ τοίνυν σύνθετος ἡ ὕλη, δῆλον ὡς ὑπό τινος ἑτέρου συντέθειται· οὐδεὶς γὰρ ἑαυτὸν πρὸς σύνθεσιν ἄγει. Πῶς οὖν ὑφ' ἑτέρου συντεθεῖσα ἄναρχός ἐστιν; Ἄλλως τε τὰ σύνθετα ἐκ διαφόρων συντέθειται, ἢ προϋπαρχόντων ἢ καὶ συνθεωρου- μένων ἀλλήλοις, ἐκ προϋπαρχόντων μὲν ὡς τὸ ἤλεκτρον τὸ ἐκ χρυσίου καὶ ἀργύρου συντεθέν, <ἐκ> συνθεωρουμένων δὲ ὡς ἥτις κεφαλὴ ἐξ ὀστέων καὶ σαρκῶν καὶ ὑμένων καὶ νεύρων· ταῦτα γὰρ ἅμα συνέστη διάφορα ὄντα, καὶ οὐδαμῶς ἕκαστον προϋπέστη τῆς ἐξ αὐτῶν συντεθείσης κεφαλῆς. Ἡ ὕλη οὖν, εἰ σύνθετός ἐστι καὶ αὕτη, οὐκέτι ἔσται μία ἀρχή, ἀλλὰ πολὺ πλείους, αὐτὴ καθ' ἑαυτὴν σύνθετος οὖσα καὶ ἄνευ τῆς πρὸς θεὸν συνθέσεως. 18. ΜΑΝ. Ἁπλῆν οὖν φὴς εἶναι τὴν ὕλην; 19. ὈΡΘ. Οὐχ ἁπλῆν εἶναι λέγω τὴν ὕλην, ἀλλὰ δεικνύναι βούλομαι ὅτι οὐκ ἄναρχός ἐστιν, οὐδὲ ἀγένητος ὡς σὺ φής, καὶ ὅτι σὺν ταῖς ποιότησιν ὑπὸ τοῦ δημιουργοῦ παρήχθη, τῶν περὶ αὐτὴν ποιοτήτων ἀλλαττομένων ἀεὶ καὶ μεταβαινουσῶν ἄλλης εἰς ἄλλην ὅταν παρασταίη τῷ ταύτην παραγαγόντι θεῷ. Εἰ γὰρ ἁπλῆ ἐστι, πῶς ἐξ ἑνὸς ἁπλοῦ, φημὶ δὲ τῆς ὕλης, τὰ σύνθετα γέγονε σώματα; Πῶς δὲ ἐν τῷ ἑνὶ ἁπλῷ, τῇ ὕλῃ, δύο ἐναντία εὑρίσκομεν, γένεσιν καὶ φθοράν; Εἰ δὲ ἐξ αὐτῆς τὰ σώματα, σῶμα ἐξ ἀνάγκης καὶ αὕτη ἔσται· τὸ γὰρ γεγενημένον ἔκ τινος σώματος σῶμα ὑπάρχει· εἰ δὲ σῶμα ἡ ὕλη καὶ σύνθετος· σύνθετος δὲ τυγχάνουσα, οὐκ ἔστιν ἀγένητος, ὡς ἀποδέδεικται. 20. ΜΑΝ. Πόθεν οὖν νόσοι καὶ θάνατοι καὶ τοιαῦτα κακά; Εἰ γὰρ μὴ ἐξ ὕλης ἀνάρχου καὶ ἀγενήτου καὶ φύσει κακῆς ταῦτα τυγχάνει, ὁ θεὸς αἴτιος ἔσται τῆς τούτων γενέσεως. 21. ὈΡΘ. Τί γὰρ κακὰ νομίζεις τὰς νόσους καὶ τὸν θάνατον; Καίτοι θάνατος μὲν ἐλευθεροῖ τοῦ σώματος τὴν ψυχὴν καὶ τοῦ δεσμοῦ τῆς ὕλης ἀπαλλάττει, νόσος δὲ πάλιν τήκει τὸ σῶμα, ὅπερ σῶμα σὺ νομίζεις κακὸν ὑπάρχειν. Πολλάκις δὲ καὶ ἁμαρτίας ἐνεργεῖν κωλύει ἡ νόσος, ἃς ἔπραξεν ἂν ὁ νοσῶν, εἰ μὴ τῇ νόσῳ πεπέδητο. Ἄλλως τε ἀπόκριναί μοι πυνθανομένῳ· ∆εῖ τὴν κακίαν μισεῖν; 22. ΜΑΝ. Ναί. 23. ὈΡΘ. Πῶς οὖν ταύτην, ἣν μισεῖν προσποιεῖ, μεγίστως τιμᾷς, ὁμοίαν αὐτὴν λέγων τῷ ἀγαθῷ θεῷ, ἀΐδιόν τε καὶ ἄναρχον καὶ ἀγένητον;