1

 2

 3

 4

 5

 6

5

52. ΜΑΝ. ∆ιὰ τί ἐναντία; 53. ὈΡΘ. Ὅτι τὰ σώματα, ἃ τῆς κακίας ὑμεῖς εἶναι λέγετε, τρέφει τε καὶ συγκροτεῖ. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ, μὴ τῇ πείρᾳ μαχόμενος. Εἰπὲ δέ μοι καὶ τοῦτο, κρίσιν ὁμολογεῖς; 54. ΜΑΝ. Ναί. 55. ὈΡΘ. Τίς ὁ κρίνων καὶ τίς ὁ κρινόμενος; 56. ΜΑΝ. Κρίνει μὲν ὁ ἀγαθὸς θεός, κρίνεται δὲ ἡ ἁμαρτήσασα ψυχή. 57. ὈΡΘ. Ἀλλ' ἑαυτὸν ἁμαρτήσαντα κολάζων εὑρίσκεται ὁ θεός, εἴπερ ἐκ τῆς οὐσίας αὐτοῦ ἐστιν ἡ κρινομένη ψυχή. Πῶς δὲ ὅλως κρίνεται μὴ ἑκουσίως ἐργασαμένη τὸ πονηρόν; Ἀνάγκῃ γὰρ φύσεως καὶ οὐ προαιρέσει γίνεσθαί φατε τὰ κακά. 58. Ἀλλ' ἐπειδὴ δύο ἀρχὰς εἶναί φατε, θεὸν καὶ ὕλην, καὶ τὸν μὲν θεὸν ἀγαθόν, τὴν δὲ ὕλην πονηράν, καὶ ἑκάστῃ φύσει κεχωρι- σμένον καὶ ἰδιάζοντα τόπον ἀφορίζειν τολμᾶτε καὶ ἑτέρους δὲ τούτοις ἐπισυνάπτετε μύθους, ὅτι θεωρήσασα ἡ ὕλη τὸ φῶς τοῦ θεοῦ εἰς ἔρωτα ἦλθε, καὶ ὥρμησε πρὸς τὸ φῶς· ἣν ἰδὼν ὁ ἀγαθὸς θεὸς πρὸς πόλεμον παρασκευαζομένην τῆς οἰκείας οὐσίας μέρος ἀποτεμὼν ἐνέβαλε ταύτῃ, ἡ δὲ λαβοῦσα ἐγέννησε πάντα τὰ σώματα, ἐπεὶ οὖν ταῦτά φατε, ἀνατροπὴν τούτων σύντομον ποιήσομαι. 59. Πρῶτον οὖν ἐξεταστέον τὴν πρᾶξιν, εἰ ἁρμόττουσα καὶ κατάλληλός ἐστι τῇ φύσει τοῦ θεοῦ, εἶτα τῆς πράξεως τὸν σκοπόν, εἶτα τὸ τέλος. Εἴδωμεν τοίνυν ἐπὶ θεοῦ πρῶτον, εἰ ἁρμόττει τῇ τοῦ θεοῦ φύσει τὸ πραχθὲν ὑπ' αὐτοῦ. Τί τοίνυν κατὰ φύσιν ἐστὶ τῷ θεῷ; ∆ηλονότι τὸ ἀγένητον καὶ τὸ ἄφθαρτον καὶ τὸ ἀγαθὸν καί, καθ' ὑμᾶς τοὺς Μανιχαίους, τὸ ἐν τῷ οἰκείῳ μεῖναι τόπῳ. Ἀλλ' ἡ πρᾶξις, κατὰ τὴν ὑμῶν ὑπόθεσιν, ἐναντία τῇ φύσει δείκνυται· λυμαίνεται γὰρ πᾶσι τοῖς εἰρημένοις. Οὔτε γὰρ εἷς ἀγένητος διαμένει ὁ εἷς ἀγαθὸς θεός, ὅταν εἰς δύο ἢ καὶ πλείονα ἀγένητα διαιρεθῇ. Οὔτε μὴν ἄφθαρτος ὁ μερισθεὶς διαμένει, ἀλλ' οὔτε ἀγαθός. Πῶς γὰρ ἀγαθὸς ὁ ἑαυτῷ ἐχθράνας, καὶ μέρος τι ἑαυτοῦ προδοὺς τοῖς πολεμίοις; Πῶς δ' ἂν εἴη ἀγαθός, ἑαυτὸν μὲν ἐλευθερῶν διὰ τῆς τοῦ κόσμου ποιήσεως, ἐπ' ὀλέθρῳ δὲ τῶν δημιουργηθέντων τοῦτο ποιῶν; Ἀλλ' οὔτε ἐν τῷ οἰκείῳ τόπῳ διέμεινε παντελῶς· μετέπεσε γὰρ αὐτοῦ μέρος ἐπὶ τὸν τόπον τῆς ὕλης. 60. ∆εύτερον ζητητέον εἰ τῷ σκοπῷ ἀκόλουθός ἐστιν ἡ πρᾶξις. Τίς οὖν ὁ σκοπός; ∆ῆλον ὅτι ἡ νίκη. ∆είκνυται δὲ καὶ τῷ σκοπῷ ἐναντίως ἔχουσα ἡ πρᾶξις· δῆλον γὰρ ὅτι ὁ ἡνωμένος τοῦ μερισθέντος ἰσχυρότερος, καὶ ὁ κατὰ φύσιν τοῦ παρὰ φύσιν τραπέντος δυνατώτερος, καὶ ὁ ἐν τῷ ἰδίῳ τόπῳ μένων τοῦ μεταπεσόντος εἰς ἕτερον τόπον. Τί οὖν ἀκόλουθον καὶ πρεπῶδες τῷ σκοπῷ; Τηρῆσαι μᾶλλον τὴν ἰσχύν, καὶ μὴ τῇ διαστάσει ἀσθενεστέραν ταύτην ποιῆσαι. 61. Εἴδωμεν δὲ καὶ τὸ τρίτον, εἰ κατάλληλος τῷ τέλει ἡ πρᾶξις. Τί οὖν τὸ ἐκ τῆς νίκης τέλος φατέ; Ἢ γὰρ τὴν φυλακὴν τῆς συστάσεως τοῦ θεοῦ ἐρεῖτε πάντως, ἢ τὴν ἐλευθερίαν, ἢ τὸ τοῦ οἰκείου τόπου μὴ μεταστῆναι, ἢ ἵνα ἀναιρεθῇ ἡ ὕλη, ἢ ἵνα μεταβληθῇ ἐπὶ τὸ κρεῖττον. Ἀλλ' ἡ πρᾶξις τὸ ἐναντίον τούτοις ὑπαγορεύει νοεῖν. Οὔτε γὰρ ἡ σύστασις τοῦ θεοῦ ἐν τῷ κατὰ φύσιν διέμεινε, προδοθέντος τοῦ μέρους, οὔτε ἡ ἐλευθερία· ἐδούλευσε γὰρ τῇ γενέσει τοῦ κόσμου, ἐξ ἑαυτοῦ μέρος τοῖς δημιουργηθεῖσιν ἐνθείς. Οὔτε δὲ ἐν τῷ οἰκείῳ διέμεινε τόπῳ, μεταστάντος τοῦ μέρους ἐπὶ τὴν ὕλην. Οὔτε δὲ ἡ φύσις τῆς ὕλης ἀνῃρέθη ἢ μετεβλήθη· ἔμεινε γὰρ ὃ ἦν ἐξ ἀρχῆς ἀμετάτρεπτος, ὥστε πανταχόθεν ἕωλον καὶ μωρὰν δείκνυσθαι τὴν ὑπόθεσιν ἣν μυθολογοῦντες συνεθήκατε.