1

 2

 3

 4

 5

 6

6

62. Ἔστι δὲ καὶ ἐκ τῶν ἐνεργειῶν καὶ τῆς αἰτίας κἀκ τῶν τόπων, ὧν ὑποτίθεσθε, τῆς ἀσεβείας ὑμῶν ἐλέγξαι τὴν ἀτοπίαν. Ἐκ μὲν οὖν τῆς ἐνεργείας ἀνατρεπτέον οὕτως· εἰ ἐναντίαι αἱ φύσεις, ἐναντίαι καὶ αἱ ἐνέργειαι. Εἰ οὖν ἡ τοῦ θεοῦ ἐνέργεια ποιητικὴ ὁμολογεῖται, ἡ τῆς ὕλης παθητικὴ ἔσται. Εἰ δὲ τοῦτο, ὑπόκειται ἄρα τῷ θεῷ καὶ δουλεύει ἡ ὕλη· εἰ δὲ ὑπόκειται καὶ δουλεύει, οὐκ ἄρα ἀγένητός ἐστιν. Ἄλλως τε ἢ αἱ δύο ποιοῦσιν, ἢ αἱ δύο πάσχουσιν, ἢ ἡ μὲν ποιεῖ, ἡ δὲ πάσχει, ἢ αὐταὶ καὶ ποιοῦσι καὶ πάσχουσιν. Ἀλλ' εἰ μὲν αἱ δύο ποιοῦσιν, θεοὶ ἔσονται, εἴ γε τὸ ποιεῖν θεοῦ μετὰ τοῦ καὶ ὕλας ἐπινοεῖν. Εἰ δὲ πάσχουσιν ἀμφότε- ραι, ὗλαι ἔσονται αἱ δύο, καὶ ἕτερος ὁ ποιητὴς ζητηθήσεται. Εἰ δὲ ἡ μὲν πάσχει, ἡ δὲ ποιεῖ, ἡ μὲν πάσχουσα γενητή, ἡ δὲ ποιοῦσα ἀγένητος. Εἰ δὲ αἱ δύο πάσχουσι καὶ ποιοῦσι, καθὸ μὲν ποιοῦσι, θεοὶ ἔσονται, καθὸ δὲ πάσχουσιν, ὗλαι. Αἱ αὐταὶ οὖν ἔσονται θεοὶ καὶ ὗλαι, γενηταὶ καὶ ἀγένητοι. 63. Κἀκ τῆς αἰτίας δὲ ἐλεγκτέον ὑμᾶς. Τί τὸ αἴτιον τοῦ εἶναι τὴν ὕλην κακὴν ὑποτίθεσθε; Ἢ γὰρ διότι ἀγένητος καὶ ἀρχή, ἢ διότι ὕλη, ἢ διότι σῶμα, ἢ διότι διαιρεῖται καὶ μεταβάλλεται; Ἀλλ' εἰ μὲν διότι ἀγένητος καὶ ἀρχή, καὶ ὁ θεὸς τοιοῦτος. Εἰ δὲ διότι ὕλη, ὕλη δὲ προσαγορεύεται διὰ τὸ ὑποκεῖσθαι εἰς γένεσιν τῶν ἐξ αὐτῆς, διὰ τοῦτο κατὰ τὴν αὐτὴν ὑπόθεσιν οὐκ ἀγαθὸς ὁ θεός· ὑπόκειται γὰρ εἰς γένεσιν τῶν ἐξ αὐτοῦ ψυχῶν καὶ ἀγγέλων, ὡς ὑμεῖς οἱ Μανιχαῖοι δογματίζετε. Εἰ δὲ διότι σῶμα, οὐχὶ αὐτὴ ἡ αἰτία τοῦ εἶναι σῶμα, ἀλλ' ὁ θεός, εἴ γε πρὸ τοῦ ἐμβαλεῖν τὸ ἐξ αὑτοῦ μέρος τῇ ὕλῃ οὐκ ἦν σῶμα. Εἰ δὲ διότι διαιρεῖται καὶ μεταβάλλεται, καὶ ὁ θεὸς καθ' ὑμᾶς τοῖς αὐτοῖς ἐνεχόμενος κακοῖς ἔσται· εἰ γὰρ διαιρεῖται εἰς γενέσεις ἀγγέλων καὶ ψυχῶν, τὰ δὲ ἐξ αὐτοῦ οὐ θεοί, δῆλον ὅτι οὐ μόνον διῃρέθη, ἀλλὰ καὶ μετεβλήθη. Εἰ δὲ οὐδὲν τούτων φατὲ αἴτιον εἶναι τοῦ κακὴν ὑπάρχειν τὴν ὕλην, ἀλλὰ τὸ ταύτην ἁμαρτάνειν, ἰστέον ὡς οὐδὲν τῶν κατὰ φύσιν ἐξ ἀνάγκης γινομένων ἁμάρτημα τυγχάνει· πᾶσα γὰρ ἁμαρτία ἐκ προαιρέ-σεως γίνεται. Ἡ δὲ προαίρεσις ἐκ ψυχῆς, ἡ δὲ ψυχὴ οὐσία θεοῦ καθ' ὑμᾶς· ἐκ θεοῦ ἄρα ἡ ἁμαρτία καὶ οὐκ ἐκ τῆς ὕλης, κατὰ τὸ ὑμῶν ἀσεβέστατον δόγμα. 64. Κἀκ τῶν τόπων δέ, ὧν ὑμεῖς ὑποτίθεσθε τὸν μὲν τῷ θεῷ, τὸν δὲ τῇ ὕλῃ προσνέμοντες, ὑμᾶς ἀπελέγξω μηδὲν ὑγιὲς δογμα-τίζοντας. Εἰ γὰρ ἀγένητος ὁ θεὸς καὶ ἡ ὕλη, ἑκάτερος δὲ ἐν τόπῳ τυγχάνει καθ' ὑμᾶς, ὁ δὲ τόπος ἕτερός ἐστι κατ' οὐσίαν τῶν ἐν αὐτῷ περιεχομένων, συμβήσεται τοὺς τόπους συναγενήτους εἶναι τοῖς ἐν αὐτοῖς. Καὶ οὕτως οὐ δύο τὰ ἀγένητα, ἀλλὰ τέσσαρα, θεὸν καὶ ὕλην καὶ ἑκατέρου τὸν τόπον, εὑρήσεις. Εἰ δὲ τοὺς τόπους πρεσβυτέρους φατὲ τῶν ἐν αὐτοῖς, οὐκέτι ὁ θεὸς καὶ ὕλη ἀγένητοι ἔσονται, ἀλλὰ μᾶλλον οἱ τούτων προϋπάρχοντες τόποι. Εἰ δὲ τὸν θεὸν καὶ τὴν ὕλην πρὸ τῶν τόπων εἶναί φατε, ἄρα οὐκ ἦσαν κεχωρισμένοι θεὸς καὶ ὕλη, ἀλλ' ἐν ἀλλήλοις ὑπῆρχον· οὐ γὰρ ἦν οὔπω τόπος ὁ διορίζων. Καὶ οὕτως ὁ τῆς παρ' ὑμῖν ἐναντιότητος διαλυθήσεται λόγος· οὐ γὰρ ἐν ἀλλήλοις ὑφίστασθαι δύναται τῶν ἐναντίων ἡ φύσις, ὥστε πανταχόθεν ὑμῶν ἀπελήλεκται ἡ μυθώδης τερατολογία. 65. Μὴ οὖν ἑαυτούς τε καὶ ἑτέρους τοῖς τῆς ἀσεβείας περιπεί-ρετε δόγμασιν, ἀλλὰ προσδραμόντες τῷ φωτὶ τῆς ἀληθείας, τὸν ζόφον τῆς ἀγνοίας ἐκκαθάρατε τῶν ψυχῶν. Αὐτεξουσιότητι γὰρ καὶ οὐκ ἀνάγκῃ φύσεως ἄνθρωποι τὸ δοκοῦν ἐν αἱρέσει ποιούμεθα.