1

 2

 3

 4

 5

 6

3

24. ΜΑΝ. Οὐχ ὁμοίαν αὐτὴν ποιοῦμεν τῷ ἀγαθῷ θεῷ. Οἴδαμεν γὰρ τὸν θεὸν ὕψιστον, ἀγαθόν, φωτοειδῆ, παντοκράτορα. Εἰ καὶ ἄναρχος οὖν ἡ κακία, ἀλλὰ πολὺ τοῦ θεοῦ ἀποδέει. 25. ὈΡΘ. Ἔοικας ἀγνοεῖν ὅτι τὸ ἀγαθὸν καὶ φωτοειδὲς τοῦ θεοῦ καὶ εἰς τοὺς ἁγίους ἀγγέλους, καὶ εἰς ἡμᾶς τοὺς ἀνθρώπους κατὰ μετουσίαν ἤτοι χάρισμα φθάνει. Ὃ μέντοι τῆς θείας φύσεώς ἐστι χαρακτηριστικόν, τὸ ἄναρχον καὶ ἀγένητον, τοῦτο ἐν οὐδενὶ τῶν ἄλλων ἐνθεωρεῖται. Εἰ δὲ τῇ κακίᾳ δίδως τὰ κυρίως καὶ πρώτως τῆς θείας φύσεως χαρακτηριστικά, πῶς οὐχ ὁμότιμος ἔσται τῷ θεῷ; Εἰπὲ δέ μοι πῶς παντοκράτορα λέγεις τὸν θεόν, εἴ γε κατὰ σὲ τῆς ὕλης καὶ τῶν ἐξ αὐτῆς οὔπω κεκράτηκεν; 26. ΜΑΝ. Ἀλλ' ἔσται καιρὸς ὅτε καὶ αὐτῆς κρατήσει. 27. ὈΡΘ. Οὐκοῦν οὔπω νῦν παντοκράτωρ ἐστίν, ἐπεὶ οὔπω κεκράτηκε τῆς ἀϊδίως αὐτῷ συνούσης ὕλης, ὕστερον δὲ ὃ μὴ νῦν ἔχει προσγενήσεται αὐτῷ κατὰ σέ· δυνάμει γὰρ νῦν παντο- κράτωρ ὑπάρχων, ὕστερον ἐνεργείᾳ γενήσεται ἐξ ἀτελοῦς εἰς τελειότητα ἐρχόμενος. Ἀπόκριναι δέ μοι πῶς νῦν οὐκ ἔστι παντοκράτωρ, ὡς μὴ δυνάμενος ἢ ὡς μὴ βουλόμενος; Εἰ μὲν ὡς μὴ δυνάμενος, πῶς ὅλως παντοκράτωρ; Χρὴ γὰρ εἶναι τὸν παντοκράτορα ἀεὶ καὶ παντοδύναμον. Εἰ δὲ ὡς μὴ βουλόμενος, πρῶτον μὲν βασκαίνει τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ἔπειτα δὲ καὶ αἴτιος τῆς κακίας εὑρίσκεται, δυνάμενος μέν, μὴ βουλόμενος δὲ αὐτὴν ἀνελεῖν. 28. ΜΑΝ. Πόθεν οὖν τὰ κακά; 29. ὈΡΘ. Οὐκ ἀκολουθίᾳ τινὶ λογικῇ ἡ παρὰ σοῦ πεῦσις γεγένηται. Χρὴ γὰρ εἰδέναι εἰ ἔστι κακόν, καὶ τί ἐστι τὸ κακόν, εἴθ' οὕτω ζητῆσαι πόθεν συνίσταται. 30. ΜΑΝ. Οὕτω ζητήσωμεν. 31. ὈΡΘ. Τῶν ὄντων τὰ μέν ἐστιν οὐσία, τὰ δὲ ποιότης, τὰ δὲ ἐπιτηδειότης, τὰ δὲ ἐνέργεια. Καὶ οὐσία μέν ἐστιν ἐγώ, σύ· ποιότης δὲ λευκόν, μέλαν, γλυκύ, πικρόν, καὶ ὅσα τοιαῦτα ἐν ὑποκειμένοις σώμασι θεωρεῖται· ἐπιτηδειότης δὲ πρὸς ἣν πεφύ- κασι τὰ γεγονότα δυνάμει τοιαῦτα τυγχάνοντα, οἷον ἐπιτηδείως ἔχουσιν αἱ χεῖρες τέχνας ἐργάζεσθαι, γλῶσσα δὲ λόγῳ διακονεῖν, πόδες δὲ πρὸς βάδισιν, παιδίον δὲ πρὸς μάθησιν τεχνικήν· ἐνέργεια δέ ἐστιν ἡ τοῦ κατὰ φύσιν πρᾶξις, ἡ τοῦ ἀλόγου ὡς ἀλόγου, ἡ τοῦ λογικοῦ ὡς λογικοῦ. Τί τοίνυν τῶν εἰρημένων ὁρίζῃ τὸ κακὸν εἶναι; 32. ΜΑΝ. Ἐνέργειαν· δῆλον δὲ ὅτι πᾶσα ἐνέργεια οὐσίας ἐστὶν ἐνέργεια. 33. ὈΡΘ. Πᾶσα μὲν ἐνέργεια οὐσίας ἐστὶν ἐνέργεια. Ἐρωτῶ δέ σε· ἡ κακία ἐνέργεια οὖσα καὶ οὐσία εἶναι δύναται; 34. ΜΑΝ. Οὕτω φημί. 35. ὈΡΘ. Πρῶτον μὲν ἐναντίος σεαυτῷ ὑπάρχεις, ἐξ οὐσίας γενέσθαι λέγων τὴν ἐνέργειαν καὶ πάλιν οὐσίαν εἶναι τὴν ἐνέρ- γειαν ὑποτιθέμενος· ὅθεν πάσης ἀμαθίας ὑπερβολὴν καὶ παρὰ τοῖς ἄγαν ἀπείροις διαλεκτικῆς οὐ διαφεύξῃ νοσῶν· ἐρωτῶ δέ σε, ἆρα πᾶσα ἐνέργεια κακή; 36. ΜΑΝ. Οὐ πάντως. 37. ὈΡΘ. Ποίαν οὖν λέγεις κακὴν ἐνέργειαν; 38. ΜΑΝ. Φόνον, μοιχείαν, ἀδικίαν, καὶ ὅσα τοιαῦτα. 39. ὈΡΘ. Εἰ ὁ φόνος κατὰ σὲ φύσει κακός, οἱ δικασταὶ τυμβωρύχους καὶ ἀνδροφόνους φονεύοντες κακῶς ποιοῦσιν; Καὶ πάλιν· τί δήποτε ὁ μὲν τῇ ἰδίᾳ γαμετῇ μιγνύμενος οὐχ ἁμαρτάνει, ἐν ἀλλοτρίᾳ δὲ τοῦτο ποιῶν ἁμαρτάνει, καὶ ταῦτα μιᾶς ἐνεργείας οὔσης τῆς μίξεως; Οἶμαί σε διὰ τούτων καὶ ἄκοντα προσομολογεῖν ὅτι πᾶσα ἐνέργεια μέσῃ ἐστί, ποικίλλεται δὲ τῇ γνώμῃ τοῦ μετιόντος, ἀρετὴ ἢ κακία γινομένη· ὁ