1

 2

 3

 4

 5

 6

4

μὲν γὰρ σω- φρόνως τῇ ἰδίᾳ μίγνυται, ὁ δὲ ἀκολάστως τῇ ἀλλοτρίᾳ. 40. ΜΑΝ. Ἡ ἐπιθυμία οὐκ ἔστι κακή; 41. ὈΡΘ. Οὐ πάντως· μέση γάρ ἐστι καὶ αὕτη, καὶ δυνατὸν αὐτὴν κοσμηθῆναι τῇ τοῦ νοῦ ἐπιστασίᾳ. Ἀμέλει καὶ καλῶν ἐστιν ἐπιθυμῆσαι· ὁ μὲν γάρ ἐστι φιλόπτωχος, ὁ δὲ φιλάργυρος, καὶ ὁ μὲν παιδοποιίας χάριν τῇ μίξει κέχρηται, ὁ δὲ χάριν ἡδονῆς. 42. ΜΑΝ. Τοῦτό μοι εἰπέ, ἐκ τοῦ ἀγαθοῦ καὶ ἀφθάρτου θεοῦ ἡ φθορὰ τῶν σωμάτων καὶ ἡ σῆψις ἐγένετο; 43. ὈΡΘ. Τὸ ἔκ τινος πολλαχῶς λέγεται· ἔστι γὰρ ἐξ ἐμοῦ μὲν ὁ υἱός μου ὁμοούσιος ἐμοί, ἐκ δὲ τοῦ τέκτονος τὸ βάθρον, ἐκ δὲ τῆς γῆς οἱ καρποί, ἐκ τοῦ βασιλέως δημεύσεις. Ἡμεῖς τοίνυν οὐκ ἐκ τῆς οὐσίας τοῦ θεοῦ φαμεν εἶναι τὴν φθοράν, βουλήσει δὲ αὐτοῦ ἐνεργεῖσθαι συμφερόντως ἡμῖν. Εἰ γὰρ φθαρτῶν ὄντων τῶν πραγμάτων, οὕτω περὶ αὐτὰ μεμήναμεν, ὡς δικαστήρια καὶ πολέμους κατ' ἀλλήλων κινεῖν, τί οὐκ ἂν ἐτολμήσαμεν, εἰ ἄφθαρτα ταῦτα παρήγαγεν; Πῶς δὲ καὶ αἴσθησιν ἐμέλλομεν τῆς δωρεᾶς λαβεῖν τῆς ἀφθάρτου ζωῆς, ἣν ἡμῖν ἐφιλοτιμήσατο ὁ κύριος ἡμῶν, εἰ μὴ πρότερον ἐν πείρᾳ γεγόναμεν τῆς φθαρτῆς ταύτης καὶ ἐπικήρου ζωῆς, εἰς ἣν ἡμᾶς προαγωνίσασθαι καλῶς ἔχειν ἐδοκίμασεν; Ἄλλως τε δέ, εἰ ἡ φθορὰ κακόν, ἡ γένεσις πάντως ἀγαθόν, ἀλλὰ μὴν περὶ τὸ αὐτὸ σῶμα γένεσις καὶ φθορά, οὐκ ἄρα τὸ σῶμα φύσει κακόν, ὡς ὑμεῖς διαβεβαιοῦσθε τὸ σῶμα τῆς κακίας εἶναι δογματίζοντες. ∆ιὰ τί δὲ ἃ μὲν νομίζεις εἶναι κακὰ τῶν σωμάτων θεωρεῖς τε καὶ λέγεις, τὰ δὲ ἐξ αὐτῶν ἀγαθὰ παρατρέχεις; Πρῶτον μὲν γὰρ ἀπὸ τῶν ἐκ γῆς ἀναδιδομένων καρπῶν τρεφό- μεθά τε καὶ συνιστάμεθα· ἐκ δὲ λίθων καὶ ξύλων, οἴκους κατα- σκευάζομεν, δι' ὧν ὄμβρου καὶ κρύους ἐλευθερούμεθα, ἀλλὰ καὶ τοῦ ἡλίου τὸ καυσῶδες ἐκκλίνομεν, ὃν σὺ θεοποιῶν οὐκ αἰσχύνῃ, σιδήρῳ δὲ οὐ μόνον τὴν γῆν ἀροῦμεν, ἀλλὰ καὶ πολεμίους ἐπιόντας φυλαττόμεθα. Εἰ δὲ τούτοις ἐλεγχόμενος ἐπιμένοις σῆψιν καὶ δυσωδίαν προβαλλόμενος, ἴσως ἀγνοεῖς ὅτι τὰ τῆς ψυχῆς μετασχόντα μᾶλλον τὴν σῆψιν καὶ δυσωδίαν ὑφίσταται. Τοῦ ἀγαθοῦ δὲ θεοῦ καθ' ὑμᾶς ἡ ψυχὴ οὐσία ἐστίν· ὁ ἀγαθὸς οὖν θεὸς αἴτιος ἔσται ὧν νομίζεις κακῶν, τῆς σήψεώς τε καὶ δυσωδίας. 44. ΜΑΝ. Εἰ μὴ ἔστι κακά, διὰ τί νόμοι κολάζουσιν αὐτά; 45. ὈΡΘ. Τοῦτο μάλιστα ἐλέγχει τὴν σὴν φρενοβλάβειαν· εἰ γὰρ μὴ ἐφ' ἡμῖν ἦν τὸ κακὰ καὶ ἀγαθὰ ποιεῖν, οὐκ ἂν ἐκόλαζον τοὺς κακούργους οἱ νόμοι, οἵτινες πολλάκις οὐ τὴν πρᾶξιν σκοποῦσιν, ἀλλὰ τὴν διάθεσιν τοῦ πράξαντος ἐξετάζουσιν· οἷον ἔρριψέ τις ξύλον καὶ ἄκων ἀνεῖλέ τινα, οὐ κρίνουσι φόνου τὸν ἐργασάμενον· ἐμίγη τις ἄκων ἀλλοτρίᾳ τινὶ γυναικί, ἐπὶ κλίνης αὐτοῦ κοιμωμένην εὑρών, ὡς τῇ ἑαυτοῦ μιγνύμενος γαμετῇ, ἀπολύουσι μοιχείας τὸν κατηγορούμενον, εἰ τοῦτο δειχθείη. Ἀπόκριναι δέ μοι, διὰ τί τὸν ἥλιον προσκυνεῖτε; 46. ΜΑΝ. Ὅτι φωστήρ ἐστι τοῦ κόσμου, τοῦ ἀγαθοῦ θεοῦ γέννημα. 47. ὈΡΘ. Σῶμά ἐστιν ἢ ἀσώματος; 48. ΜΑΝ. Ἀσώματος. 49. ὈΡΘ. Καὶ πῶς ὁ ἀσώματος σωματικῶς ὁρᾶται; Τὰ μὲν γὰρ ἀσώματα νοητῶς θεωρεῖται, ὁ δὲ ἥλιος αἰσθητοῖς ὀφθαλμοῖς καὶ περιγραφῇ σώματος καταλαμβάνεται. Ἄλλως τέ ἐστί τι τῶν ἀσωμάτων σωματικὰς ἔχον ποιότητας; 50. ΜΑΝ. Οὐ νομίζω. 51. ὈΡΘ. Ἀλλὰ μὴν ὁ ἥλιος σωματικὰς ἔχει ποιότητας· θερμός τε γάρ ἐστι καὶ ξηρός· αὗται δὲ σωμάτων ποιότητες· σῶμα ἄρα ἐστὶ καὶ ὁ ἥλιος. Πῶς δὲ οὐκ ἐρυθριᾶτε, σέβοντες ὃν μισεῖν ὠφείλετε ὡς ἐναντία ποιοῦντα τοῦ δόγματος ὑμῶν;