1

 2

 3

 4

 5

 6

2

κληρονομίαν, τῆς ἀθανασίας τὸ μήνυμα, καὶ τῆς ἐκ δεξιῶν καθέδρας τὸ ἐνέχυρον. Καὶ τίς ὁ τούτου μάρτυς; Αὐτὸς ὁ Κύριος λέγων· Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν· τουτέστιν, ὅταν σταυρωθῶ, τότε πάντες εἰς ἐμὲ πιστεύσουσιν. Ἤκουες ἀρτίως ἄλλην ἐναργεστέραν μαρτυρίαν συντείνουσαν εἰς τὸν σταυρὸν, Ἡσαΐου προφήτου βοῶντος καὶ λέγοντος· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος. Τί τὸ πρόβατον; τίς ὁ ἀμνός; τίς ἡ σφαγή; τίς ἡ κούρευσις; τίνες οἱ σφαγιασταὶ καὶ κουρευταί; Πρόβατον καὶ ἀμνὸς ὁ ∆εσπότης Χριστὸς, τυπικῶς· πρόβατον, διὰ τὸν πόκον τοῦ βαπτίσματος· ἀμνὸς, διὰ τὴν ἔνσαρκον θυσίαν· σφαγὴ ἡ τῆς πλευρᾶς τὴν πλευρὰν ἰωμένη. Τίνες οἱ σφαγιασταὶ καὶ κουρευταί; Σαδδουκαῖοι καὶ Φαρισαῖοι· πρῶτον γὰρ παρεκούρευσαν τῇ βλασφημίᾳ, εἶθ' οὕτως ἐφόνευσαν τῇ βασκανίᾳ. Ὥσπερ γὰρ ἐν τοῖς παροῦσιν ἄνθρωπος ὁ κουρευόμενος καὶ ἀνώδυνος μένει καὶ ὡραιόμορφος εὑρίσκεται· οὕτω καὶ ὁ Χριστὸς τὴν πληγὴν δεχόμενος, ὡς κουρὰν ἐδέξατο, ὀδύνην μὴ ὑπομείνας, καὶ τὴν εὐμορφίαν τῆς ἀναστάσεως μηνύσας. Περὶ αὐτοῦ γέγραπται, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Συνῳδὰ δὲ καὶ τοῦ Ἡσαΐου Ἱερεμίας ἐφθέγξατο εἰπών· Ἐγὼ ὡς ἀρνίονἄκακον ἦλθον τοῦ θύεσθαι. Ἀρνὸς ἀναγκαίως προσηγο 59.616 ρεύθη, ὡς μὴ στασιάσας περὶ τὸ πάθος, ὡς μὴ λακτίσας περὶ τὴν σφαγήν. Ἀλλ' εἰ καὶ ὡς Ἰουδαῖοι ἔσφαξαν, ἡμεῖς δὲ ὠψωνίσαμεν· κἀκείνων μὲν τὸ ἔγκλημα, ἡμῶν δὲ τὸ κατόρθωμα· ἐκείνων τὸ ῥάπισμα, ἡμῶν δὲ ἡ ἐλευθερία· ἐκείνων ἡ τιμωρία, καὶ ἡμῶν ἡ εὐλογία. Τὸ φῶς παραγίνεται, ὁ Χριστὸς μνημονεύεται. Σήμερον πληροῦται καὶ τὸ τοῦ ∆αυῒδ προφητικὸν λόγιον, ἁρμόζον εἰς τὸν παρόντα σταυρόν. Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Φέρε οὖν ἐν μνήμῃ, ἀγαπητὲ, ὡς ὁ Κύριος κρεμασθεὶς ἐν τῷ σταυρῷ ἐβόησε λέγων, ∆ιψῶ· καὶ εὐθέως εἷς δραμὼν, καὶ πληρώσας σπόγγον ὄξους καὶ χολῆς, προσήνεγκε τῷ Κυρίῳ. Καὶ τί δήποτε ὁ Κύριος τὴν δίψαν ἐβάλλετο, ὁ τὴν ἀκρότομον πέτραν λιμνᾶσθαι παρασκευάσας; Ἐπειδὴ ὃ ἦν γεγραμμένον, ἔδει καὶ πληρωθῆναι· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Τοιαῦτα τῆς Ἰουδαϊκῆς ἀμπέλου τὰ ὑπολήνια· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας. Ἐκείνων γὰρ τὰ ὑπολήνια, ὄξος καὶ πικρία, ὁ δὲ ἡμέτερος τρυγητὸς, γλυκύτης καὶ ἀθανασία. ∆ιὸ καὶ προτρεπόμενος ὁ προφήτης ἔλεγε· Γεύσασθε, καὶ ἴδετε. ὅτι χρηστὸς ὁ Κύριος. βʹ. Τί οὖν λοιπὸν τὸ ζητούμενον; Ὁ δὲ Κύριος προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, εἶπε πρὸς αὐτοὺς κατὰ πρόσωπον· Ἐν τῇ νυκτὶ ταύτῃ σκανδαλισθήσεσθε ἐν ἐμοί. Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. Ὁρᾷς, πῶς πάντα μεμαρτυρημένα εἰσὶ, πῶς πάντα βέβαια, πῶς οὐδὲν ἀργὸν, πῶς οὐδὲν ἄπρακτον; Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί. Γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης. Ὢ τῆς ἀκριβείας τοῦ ἁγίου Πνεύματος! Εἰ γὰρ καὶ ὁ προφήτης ἐβόησεν, ἀλλ' ὅμως τὸ Πνεῦμα ὑπηγόρευσε τὸ πρᾶγμα. Οὐκ εἶπε· Πατάξω τὸν ποιμένα, καὶ ἀπολοῦνται τὰ πρόβατα· ἀλλ' εἶπε, Καὶ διασκορπισθήσονται· τουτέστι, Πρὸς ὀλίγον σκανδαλισθήσονται· μετ' οὐ πολὺ δὲ τῆς πίστεως κρατήσουσι, ποιμένα τὸν Κύριον καλοῦντες· ἐπειδὴ αὐτὸς ὁ ποιμὴν ὁ καλὸς, ὁ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα, καὶ ἐλθὼν ἐπὶ τὸ πεπλανημένον· τουτέστιν, ὁ καταλιπὼν τὰς ἐπουρανίους δυνάμεις, καὶ ἐλθὼν ἐπὶ τὸν πεπλανημένον Ἀδάμ. Πρόβατα δὲ καὶ οἱ ἀπόστολοι προσηγορεύθησαν, ὡς πειθόμενα τῇ σωτηρικῇ βακτηρίᾳ, καὶ χλοαζόμενα τὸ Κυριακὸν σῶμα, καὶ μανδρευόμενα εἰς τὰ πεδία τῆς τῶν οὐρανῶν βασιλείας. Ὥσπερ γὰρ ἐν τῷ παρόντι χωρήσαντος λύκου εἰς ἀγέλην, καὶ πρόβατον ἁρπάσαντος, τὰ λοιπὰ