1

 2

 3

 4

 5

 6

5

καὶ προστάται· οὐ γὰρ τοσοῦτον δίδως, ὅσον λαμβάνεις. ∆ίδως ἀργύριον, καὶ λαμβάνεις βασιλείαν οὐρανῶν· λύεις πενίαν, καὶ καταλλάττεις σεαυτῷ τὸν ∆εσπότην. Ὁρᾷς, ὅτι οὐκ ἴση ἡ ἀντίδοσις; Ταῦτα ἐπὶ γῆς, ἐκεῖνα ἐν οὐρανῷ· ταῦτα ἀπόλλυται, ἐκεῖνα μένει· ταῦτα φθείρεται, ἐκεῖνα πάσης ἐστὶν ἀνώτερα ἀπωλείας. ∆ιὰ τοῦτο καὶ πρὸ τῶν θυρῶν τῶν οἴκων τῶν εὐκτηρίων ἔστησαν τοὺς πένητας οἱ ἡμέτεροι πατέρες, ἵνα καὶ τὸν νωθρότατον καὶ ἀπανθρωπότατον αὕτη τῶν πενήτων ἡ ὄψις πρὸς ὑπόμνησιν ἐγείρῃ τῆς ἐλεημοσύνης. Ὅταν γὰρ εἰστήκῃ χορὸς γερόντων συγκεκυφότων, ῥάκια περιβεβλημένων, αὐχμώντων, ῥυπώντων, βακτηρίας ἐχόντων, μόλις στηρίζεσθαι δυναμένων, πολλάκις δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐκκεκομμένων, καὶ τῷ σώματι ἀναπήρων, τίς οὕτως ἀδάμας, ὡς καὶ τῆς ἡλικίας, καὶ τῆς ἀσθενείας, καὶ τῆς πηρώσεως, καὶ τῆς πενίας, καὶ τῆς εὐτελείας, καὶ πάντων ἁπλῶς πρὸς συμπάθειαν ἐπικλώντων αὐτὸν, ἀντιστῆναι, καὶ μεῖναι πρὸς ἅπαντα ταῦτα ἀνενδότως; ∆ιὰ ταῦτα πρὸ τῶν θυρῶν ἡμῶν εἱστήκασι, παντὸς τοῦ λόγου δυνατώτερον διὰ τῆς ὄψεως ἐπισπώμενοι πρὸς φιλανθρωπίαν τοὺς εἰσιόντας. Καθάπερ γὰρ κρήνας εἶναι ἐν ταῖς αὐλαῖς τῶν εὐκτηρίων οἴκων νενόμισται, ἵνα οἱ μέλλοντες εὔχεσθαι τῷ Θεῷ, πρότερον ἀπονιψάμενοι τὰς χεῖρας, οὕτως αὐτὰς εἰς εὐχὴν ἀνατείνωσιν· οὕτω καὶ τοὺς πένητας ἀντὶ πηγῶν καὶ κρηνῶν ἔστησαν οἱ πατέρες πρὸ τῶν θυρῶν, ἵνα, ὥσπερ ὕδατι τὰς χεῖρας ἀπονίπτομεν, οὕτω φιλανθρωπίᾳ τὴν ψυχὴν ἀποσμήχοντες πρότερον, οὕτως εὐχώμεθα. Οὐδὲ γὰρ ὕδατος φύσις, οὕτως ἀπονίπτει κηλῖδας σώματος, ὡς ἐλεημοσύνης δύναμις ἀποσμήχει ῥύπον ψυχῆς. Ὥσπερ οὖν οὐ τολμᾷς ἀνίπτοις χερσὶν εἰσελθὼν εὔξασθαι, καίτοι ἔλαττον τὸ ἔγκλημα ἐκεῖνο· οὕτω μηδὲ χωρὶς ἐλεημοσύνης ἐπ' εὐχὴν ἔλθῃς ποτέ. Καίτοι καὶ καθαρὰς πολλάκις ἔχοντες τὰς χεῖρας, ἂν μὴ πρότερον αὐτὰς ἀποπλύνωμεν ὕδατι, οὐκ ἀνατείνομεν εἰς εὐχήν· 59.619 τοσοῦτόν ἐστιν ἡ συνήθεια. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς ἐλεημοσύνης ποιῶμεν· κἂν μηδὲν ἑαυτοῖς ὦμεν συνειδότες μέγα ἁμάρτημα, ὅμως ἀποσμήχωμεν τὸ συνειδὸς διὰ τῆς ἐλεημοσύνης. Πολλὰ ἀπὸ τῆς ἀγορᾶς ἐπεσπάσω δεινά· ἐχθρὸς παρώξυνε· δικαστὴς ἠνάγκασέ τι ποιῆσαι τῶν οὐ προσηκόντων πραγμάτων, ῥήματα πολλάκις ἐξέβαλες ἄτοπα, φίλος ἐδυσώπησεν ἐργάσασθαί τι τῶν ἁμαρτίαν ἐχόντων, ἕτερα προσετρίψω πολλὰ, οἷα εἰκὸς ἄνθρωπον ὄντα προστρίβεσθαι ἐν ἀγορᾷ στρεφόμενον, δικαστηρίοις προσεδρεύοντα, τὰ τῆς πόλεως πράττοντα πράγματα· ὑπὲρ τούτων ἁπάντων εἰσέρχῃ τὸν Θεὸν αἰτήσων συγγνώμην, καὶ ἀπολογησόμενος. Κατάβαλε τοίνυν ἀργύριον εἰς τὰς τῶν πενήτων χεῖρας, καὶ ἀπόσμηξον τὰς κηλῖδας ἐκείνας, ἵν' οὕτω μετὰ παῤῥησίας καλέσῃς τὸν δυνάμενόν σοι ἀφεῖναι ταῦτα τὰ ἁμαρτήματα. Ἂν ἐν συνηθείᾳ καταστήσῃς αὑτὸν, μηδέποτε χωρὶς ἐλεημοσύνης τῶν ἱερῶν τούτων προθύρων ἐπιβαίνειν, οὐδέποτε οὔτε ἑκὼν οὔτε ἄκων ὑστερήσεις τῆς καλῆς ταύτης ἐργασίας· τοιοῦτον γὰρ ἡ συνήθεια. Καὶ ὥσπερ οὐδ' ἂν ὁτιοῦν γένοιτο, χερσὶν ἀνίπτοις ὑπομένεις εὔξασθαι, ἐπειδὴ κατέστης εἰς συνήθειαν ἅπαξ· οὕτω καὶ ἐπὶ τῆς ἐλεημοσύνης ἂν τοιοῦτον σαυτῷ θήσῃς τὸν νόμον, καὶ ἑκὼν καὶ ἄκων καθ' ἑκάστην αὐτὸν ἐκπληρώσεις ἡμέραν, ὑπὸ τῆς συνηθείας ἑλκόμενος. Πῦρ ἐστιν ἡ εὐχὴ, μάλιστα ὅταν ἀπὸ νηφούσης καὶ διεγηγερμένης ἀναπέμπηται ψυχῆς· ἀλλὰ τὸ πῦρ τοῦτο καὶ ἐλαίου 59.620 δεῖται, ἵνα αὐτῶν ἅψηται τῶν οὐρανίων ἁψίδων· ἔλαιον δὲ τοῦ πυρὸς τούτου οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἐλεημοσύνη. Ἐπίχεε τοίνυν τὸ ἔλαιον δαψιλῶς, ἵνα εὐφραινόμενος ἐπὶ τῷ κατορθώματι, μετὰ παῤῥησίας πλείονος καὶ προθυμίας μείζονος τὰς εὐχὰς ἐπιτελῇς. Ὥσπερ γὰρ οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, οὐδὲ εὔξασθαι μετὰ παῤῥησίας δύναιντ' ἄν· οὕτως οἱ κατορθώσαντές τι, καὶ μετὰ τὴν δικαιοσύνην ἐκείνην ἐπὶ τὴν εὐχὴν ἐρχόμενοι, τῇ