1

 2

 3

 4

 5

 6

3

πρόβατα διασκορπίζονται, ἀποπηδῶσι, καὶ φεύγουσιν· ἐὰν δὲ μόνον ἀκούσωσι τοῦ ποιμένος συρίζοντος, πάλιν τρέχουσι, καὶ ἀλλήλοις συνάπτονται· οὕτω καὶ οἱ μαθηταὶ τοῦ Κυρίου, ὡς λύκον τὸν σταυρὸν θεωρήσαντες, ἀπέφυγον, ἀπεπήδησαν· μόνον δὲ ἤκουσαν τοῦ ∆εσπότου τὴν ἀνάστασιν, καὶ εὐθέως προσέδραμον, καὶ ἐγνώρισαν, καὶ τῆς μάνδρας τῶν οὐρανῶν οὐκ ἠλλοτριώθησαν. Ταῦτα οὖν τοῦ Κυρίου λέγοντος πρὸς τοὺς ἑαυτοῦ μαθητὰς, ὅτι Πάντες σκανδαλισθήσεσθε τῇ νυκτὶ ταύτῃ ἐν ἐμοί· ὁ Πέτρος ἀλληγορήσας, ὡς θέλει αὐτὸν παραθέσθαι, καὶ τῶν λοιπῶν μαθητῶν φιλοδεσποτικώτερος εὑρεθῆναι, μᾶλλον δὲ τἀληθέστερον εἰπεῖν, δημοσιεῦσαι τὴν ἑαυτοῦ ἄρνησιν, πρὸς τὸν ∆εσπότην ἔφη, Τί λέγεις, ∆έσποτα; πάντες σκανδαλισθῶμεν ἐπὶ σοί; καὶ μετὰ πάντων κἀμὲ συνηρίθμησας; οὕτω μου θαῤῥεῖς τῇ στεῤῥότητι; κἀγὼ ἀπαρνήσομαί σε, ὁ ἐν τῇ θαλάσσῃ περιπατήσας; ὁ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως ἀξιωθείς; ὁ ἀγέλην δαιμόνων φυγαδεύων; ὁ πᾶν πάθος θεραπεύων; οὐχὶ ἐγώ σε πρὸ πάντων ἐγνώρισα, καὶ ἀνεβόησα, Σὺ εἶ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος; ∆ιὸ καὶ ἀποδεξάμενός μου τὴν μαρτυρίαν, ἐμακάρισας, καὶ πέτραν τῆς Ἐκκλησίας προσηγόρευσας λέγων· Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ἐγὼ οὖν σε ἀπαρνήσομαι, ὁ κορυφαῖος τῶν ἀποστόλων, ὁ στῦλος τῆς Ἐκκλησίας; ∆ιὸ καὶ θαῤῥῶν ἐμαυτῷ, βοῶ· Κἂν πάντες σκανδαλι 59.617 σθήσωνται, ἐγὼ οὐ σκανδαλισθήσομαι. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Τί λέγεις καὶ ἀντιλέγεις, Πέτρε; τοῖς ῥήμασιν ἀντιτάσσῃ Θεῷ; ψευδολογοῦντά με εὗρες; οὐ παρακαλεῖς στηριχθῆναι, ἀλλ' ἐπαγγέλλῃ μὴ σαλευθῆναι; οὐχὶ ἡ αὐτή σου θερμότης πολλῷ παρεσκεύασέ σε χείρω; ταύτην σου τὴν προπέτειαν καὶ ἐπὶ τῆς θαλάσσης βαδίζων ἐνεδείξω, εἰ μὴ θᾶττον ἐγὼ τὴν χεῖρα ἐξέτεινα. Οὐχὶ καὶ ἐν τῷ ὄρει τῆς μεταμορφώσεως ἥμαρτες ἐν ἐμοὶ, τρεῖς σκηνὰς χαλκεύειν βουλόμενος, καὶ τοῖς φίλοις συντάττων ἐμὲ τὸν ∆εσπότην; οὐ παρεκάλεις μὴ ἀνελθεῖν με εἰς Ἱεροσόλυμα, μὴ φέρων τὴν ἀπειλὴν τῶν Ἰουδαίων; Ἐγὼ μὲν, Πέτρε, οὐκ ἤθελόν σε δημοσιεύειν, σὺ δὲ παρεγράψω τὸν προγνωστικὸν τῆς θεότητός μου ὀφθαλμόν. Ἴδε σοι λέγω ἃ μέλλεις διαπράττεσθαι, ὅπως ἐκ τῶν καθ' ἑαυτὸν γνῷς ὅστις εἶ. Ἀμὴν, ἀμὴν λέγω σοι, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Ὁ δὲ Πέτρος πάλιν κλαπεὶς τὴν διάνοιαν, μὴ συνειδὼς τὸ τρεπτὸν τῆς ἀνθρωπίνης ἕξεως, ἀπεκρίνατο πρὸς τὸν Κύριον λέγων· Τί με φοβεῖς; οἶδα θανάτου καταφρονεῖν, καὶ οὐ μή σε ἀπαρνήσωμαι. Ὁ δὲ Κύριος πρὸς τὸν Πέτρον· Καλῶς μὲν οὖν συνετάξω, ἀλλ' οὐ μετὰ πολὺ γνώσῃ· ὁ γὰρ καιρὸς ἐπὶ θύραις, ὅπως φανερωθῇ καὶ ἡ σὴ σύνταξις, καὶ ἡ ἐμὴ πρόληψις. Τί οὖν τὸ πέρας τοῦ λόγου; ἡ ἑσπέρα γὰρ ἐπίκειται. Τοῦ γὰρ Κυρίου κρατηθέντος, καὶ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως ἀχθέντος, καὶ πάντων τῶν μαθητῶν σκορπισθέντων, ὁ Πέτρος μόνος ἠκολούθει εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, ὡς δεῖν μέλλειν ποιεῖν τὰ συναχθέντα. Τοῦ δὲ Κυρίου ἐνδότερον ἀσφαλισθέντος, ὁ Πέτρος ἐν τῇ αὐλῇ τῇ ἐξωτέρᾳ ἐκαθέζετο θαρσαλέος, ἀκαμπὴς, ὡς δὴ τὸ νῖκος ἀπενεγκάμενος. Τί οὖν; Ἐπὶ πολὺ καθεζομένου αὐτοῦ, μήτε ξίφος θεασαμένου ὀξυνόμενον, μήτε στομωτῆρας προκειμένους, μὴ δήμευσιν ἐπαγγελλομένην, μήτε ἐξορίαν ἐπιγραφομένην· μικρὰ δὲ παιδίσκη, ἀργυρώνητος, εὐτελὴς, προσελθοῦσα τῷ Πέτρῳ λέγει· Τί ποιεῖς ἐνταῦθα, ἄνθρωπε; ποῦ ἡ δύναμις τοῦ ∆ιδασκάλου σου; ἴδε συγκέκλεισται ἔνδον· ἴδε μέλλει σταυρῷ παραδίδοσθαι. Ὁ Πέτρος ἀποπτύσας τῆς μνήμης τὴν παῤῥησίαν, ἀπεκρίνατο λέγων, Τί με περιβομβίζεις, κοράσιον; Οὐκ οἶδα τὸν ἄνθρωπον. Ὢ τῶν πραγμάτων! ὁ λέγων, Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, ἄρτι ἀπαρνεῖται. Ταύτης οὖν τῆς ἀρνήσεως πρώτης γενομένης, θορυβηθεὶς ὁ Πέτρος, ὡς ἀπὸ πυρὸς τῆς αὐλῆς ἐξεπήδησεν, ἔξω τοῦ