1

 2

 3

 4

 5

 6

 7

3

ἐφ' ἡμῖν τὰ πρακτέα, καὶ ὁ προφήτης οὐκ ἐψεύσατο· καὶ ἀμφότερα ταῦτα παραστήσομεν, ἐὰν προσέχητε. ∆ιὰ γὰρ τοῦτο ἑκατέρωθεν ἔδειξα τὸν κρημνὸν, ἵνα νήφοντες διανύσωμεν τὴν προκειμένην ἡμῖν ὁδόν. Μὴ γὰρ δὴ τοῦτο μόνον ἐξετάσωμεν, τὸ, Οὐκ ἐν τῷ ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ· ἀλλὰ καὶ τὴν ἀκολουθίαν ἅπασαν, καὶ ὑπὲρ τίνων εἴρηται, καὶ παρὰ τίνος, καὶ πρὸς τίνα, καὶ διὰ τί, καὶ πότε, καὶ πῶς. Οὐ γὰρ ἀρκεῖ τὸ λέγειν, ὅτι ἐν ταῖς Γραφαῖς γέγραπται, οὐδὲ ἁπλῶς παρασπῶντας ῥήματα καὶ σπαράσσοντας τὰ μέλη τοῦ σώματος τῶν θεοπνεύστων Γραφῶν, ἔρημα καὶ γυμνὰ τῆς οἰκείας αὐτῶν συναφείας λαβόντας, ἐπ' ἐξουσίας καὶ ἀδείας ἐπηρεάζειν αὐτοῖς. Οὕτω γὰρ πολλὰ δόγματα διεφθαρμένα εἰς τὸν βίον εἰσενήνεκται τὸν ἡμέτερον, τοῦ διαβόλου πείθοντος τοὺς ῥᾳθυμοτέρους διεστραμμένως ἀπαγγέλλειν τὰ ἐν ταῖς Γραφαῖς κείμενα, ἢ προστιθέντας, ἢ ὑφαιροῦντας ἐπιζοφοῦν τὴν ἀλήθειαν.

Οὐ τοίνυν ἀρκεῖ τὸ εἰπεῖν, ὅτι ἐν τῇ Γραφῇ γέγραπται, ἀλλὰ χρὴ καὶ τὴν ἀκολουθίαν ἀναγνῶναι πᾶσαν· ἐπεὶ εἰ μέλλοιμεν διακόπτειν τὴν πρὸς ἄλληλα συνέχειαν αὐτῶν καὶ συγγένειαν, πολλὰ οὕτω τεχθήσεται πονηρὰ δόγματα. Καὶ γὰρ ἐν τῇ Γραφῇ γέγραπται, ὅτι Οὐκ ἔστι Θεὸς, καὶ ὅτι Ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ βλέπειν εἰς τέλος, καὶ ὅτι Οὐκ ἐκζητήσει ὁ Θεός. Τί οὖν; εἰπέ μοι· οὐκ ἔστι Θεός; Οὐδὲ ἐφορᾷ τὰ κατὰ γῆν πράγματα; Καὶ τίς τοῦτο ἀνάσχοιτο εἰπεῖν, ἢ ἀκοῦσαι; Καίτοι γε ἐν τῇ Γραφῇ γέγραπται· ἀλλὰ μάθε πῶς γέγραπται. Εἶπε, φησὶν, ἄφρων ἐν καρδίᾳ αὐτοῦ, Οὐκ ἔστι Θεός. Οὐ τῆς Γραφῆς ἐστιν ἡ γνώμη καὶ ἡ ψῆφος, ἀλλὰ τῆς τοῦ ἄφρονος διανοίας· οὐ τὰ ἑαυτῆς εἶπεν ἡ Γραφὴ, ἀλλὰ τὰ ἑτέρου ἀπήγγειλε. Καὶ πάλιν· Ἕως τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν Θεόν; Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, Οὐκ ἐκζητήσει. Ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ βλέπειν εἰς τέλος. 56.157 Καὶ ἐνταῦθα πάλιν ἀσεβοῦς ἀνθρώπου καὶ διεφθαρμένου κρίσιν καὶ ψῆφον ἐκτίθεται. Οὕτω καὶ ἰατροῖς ἔθος ἐστὶ, τοῖς ὑγιαίνουσι διαλεγομένοις τὰ τῶν παραπαιόντων καὶ ἐξεστηκότων ἁμαρτήματα λέγειν, ἵνα τούτους ἀσφαλεστέρους ἐργάσωνται. Ἐπεὶ οὖν ὑγεία μὲν ψυχῆς εὐσέβεια, νόσος δὲ ἐσχάτη καὶ ἀῤῥωστία τὸ τὸν Θεὸν μὴ εἰδέναι, λέγει τὰ ῥήματα τῶν ἀσεβούντων, οὐχ ἵνα ἀκούωμεν ἁπλῶς, ἀλλ' ἵνα φυλαξώμεθα. Λέγει τί εἶπεν ὁ ἄφρων, ἵνα σὺ γένῃ φρόνιμος, καὶ μὴ δέξῃ τὸ ῥῆμα· λέγει τί εἶπεν ὁ ἀσεβὴς, ἵνα σὺ φύγῃς τὴν ἀσέβειαν. Οὐ μόνον δὲ τῆς ἀκολουθίας ἐκκόπτειν οὐ χρὴ, ἀλλὰ καὶ ὑγιῆ προφέρειν αὐτὰ, καὶ μηδὲν προστιθέναι. Πολλοὶ γοῦν καὶ ἕτερά τινα ἀπὸ τῶν Γραφῶν περιφέρουσι, διεστραμμένως ἀναγγέλλοντες. Γέγραπται γὰρ, φησὶν, Εἰ πυροῦσαι, γάμησον· οὐδαμοῦ δὲ τοῦτο οὕτως ἐστὶ γεγραμμένον· ἀλλὰ πῶς εἴρηται, σκόπησον· Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμείτωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι, ἢ πυροῦσθαι. Οὐκ ἔστιν οὖν ταὐτὸν, φησὶ, τὸ, εἰ πυροῦσαι, γάμησον; Μάλιστα μὲν, εἰ καὶ ταὐτὸν ἦν τὸ, εἰ πυροῦσαι, γάμησον, οὐκ ἐχρῆν ἀφέντας αὐτοὺς τὴν ὑγιῆ τῆς Γραφῆς ἀπαγγελίαν, διαστρέφειν, καὶ οἰκείοις ῥήμασι προφέρειν τὰ τῆς Γραφῆς νοήματα· νυνὶ δὲ καὶ πολὺ τὸ μέσον εὑρήσομεν. Ἂν μὲν γὰρ ἁπλῶς εἴπῃς, Εἰ πυροῦσαι, γάμησον, πᾶσιν ἔδωκας ἐξουσίαν τοῖς παρθενεύειν προῃρημένοις, ἡνίκα ἂν ὑπὸ ἐπιθυμίας ὀχληθεῖεν, τὰς πρὸς τὸν Θεὸν διαλῦσαι συνθήκας, καὶ πρὸς τὸν γάμον αὐτομολῆσαι, καὶ τῆς προτέρας ὑποσχέσεως ἐπιλαθέσθαι.

γʹ. Εἰ δὲ μάθοις, τίσιν ὁ Παῦλος διαλέγεται, ὅτι οὐχ ἅπασιν ἁπλῶς, ἀλλὰ τοῖς

οὐδέπω γεγενημένοις ἐν ὑποσχέσεσι, δυνήσῃ ταύτην τὴν ἐπιβλαβῆ καὶ ὀλέθριον ἀνελεῖν ἐξουσίαν. Λέγω γὰρ, φησὶ, τοῖς ἀγάμοις καὶ ταῖς χήραις, οὐ ταῖς ὑποσχομέναις χηρείαν, ἀλλὰ ταῖς μήτε τοῦτο, μήτε ἐκεῖνο μηδέπω ψηφισαμέναις, ἀλλ' ἐν μεταιχμίῳ τινὶ τῆς γνώμης ἑκατέρας οὔσαις. Οἷον· ἀπέβαλέ τις ἄνδρα, φησίν· οὔπω κέκρικε παρ' ἑαυτῇ, οὔτε ἐκύρωσεν, εἴτε χηρείαν ἑλέσθαι δέοι, εἴτε δεύτερον