1

 2

 3

 4

 5

 6

 7

4

ἐπεισαγαγεῖν νυμφίον· ταύτῃ παραινῶ, φησὶν, ὅτι καλὸν τὸ οὕτως εἶναι· εἰ δὲ μὴ δύναιτο φέρειν τὸ φορτίον, γαμείτω· τὰς μέντοι ἐπιβαλλομένας ἤδη καὶ ἀπογραψαμένας εἰς τὴν τῆς χηρείας ὑπομονὴν, καὶ πρὸς τὸν Θεὸν θεμένας συνθήκας, οὔ φησι λοιπὸν εἶναι κυρίας τοῦ πρὸς δεύτερον γάμον ἐπανελθεῖν. ∆ιὰ τοῦτο Τιμοθέῳ γράφων περὶ αὐτῶν, οὕτω πως φησί· Νεωτέρας δὲ χήρας παραιτοῦ. Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ὁρᾷς πῶς αὐτὰς ἐνταῦθα κολάζει καὶ τιμωρεῖται, καί φησιν ὑπευθύνους εἶναι δίκῃ, καὶ κρίματι, ὅτι τὰς πρὸς τὸν Θεὸν συνθήκας ἠθέτησαν, καὶ τὴν ὑπόσχεσιν διεψεύσαντο; Ὥστε ἐκ τούτου δῆλον, ὅτι ἐκεῖνο τὸ ῥητὸν οὐ πρὸς τὰς ὑποσχομένας εἴρηται.

∆ιὰ τοῦτο οὐχ ἁπλῶς αὐτὸ χρὴ προφέρειν, ἀλλ' εἰδέναι καὶ τὰ πρόσωπα, πρὸς ἃ διαλέγονται αἱ Γραφαί. 56.158 Πάλιν ἑτέραν περιφέρουσι ῥῆσιν, οὐχὶ διαστρέφοντες αὐτῆς τὴν συνθήκην, ἀλλ' ἕτερον οὐκ ἐγγεγραμμένον προστιθέντες. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου κακουργία, ἢ πλεονασμῷ, ἢ ὑφαιρέσει, ἢ διαστροφῇ, ἢ μεταβολῇ τῶν κειμένων τὰ ὀλέθρια εἰσάγειν δόγματα. Τί δὲ τοῦτό ἐστι τὸ ῥῆμα; Ἐμόν ἐστι, φησὶ, τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον· καὶ ᾧ ἐὰν θέλω, δώσω αὐτά. Τούτου τὸ μὲν εἴρηται, τὸ δὲ οὐκ εἴρηται, ἀλλ' ἔξωθέν ποθεν προσέῤῥιπται. Τὸ μὲν γὰρ, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, εἶπεν ὁ προφήτης· τὸ δὲ, ᾧ ἐὰν θέλω, δίδωμι αὐτὰ, οὐκέτι πρόσκειται, ἀλλ' ἐκ τῆς τῶν πολλῶν ἀμαθίας περιφέρεται. Τίς δὲ καὶ ἐκ τούτου γίνεται βλάβη;

Πολλοὶ μιαροὶ καὶ γόητες καὶ ἀκόλαστοι, καὶ οὐδὲ τὸν ἥλιον τοῦτον ὁρᾷν ἄξιοι, οὔτε ζῇν, οὔτε ἀναπνεῖν, πολλῆς ἀπολαύουσιν εὐπορίας, ἀνατρέποντες πάντα, οἰκίας χηρῶν ἁρπάζοντες, ὀρφανοὺς λυμαινόμενοι, τῶν καταδεεστέρων ἐπαιρόμενοι. Βουλόμενος τοίνυν ὁ διάβολος πεῖσαι τοὺς ἀνθρώπους, ὅτι πᾶς πλοῦτος ἄνωθέν ἐστι καὶ ἐκ τῆς τοῦ Θεοῦ δωρεᾶς, ἵν' ἐκ τούτου πολλὴν βλασφημίαν προστρίψηται τῷ ∆εσπότῃ, ῥῆσιν ἀπὸ τῆς Γραφῆς λαβὼν τὴν λέγουσαν, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, ἑτέραν τὴν οὐκ οὖσαν ἐν τῇ Γραφῇ προστέθεικε λέγων· Καὶ ᾧ ἐὰν θέλω, δώσω αὐτά. Ὁ δὲ προφήτης Ἀγγαῖος οὐχ οὕτω φησίν· ἀλλ' ἡνίκα ἐπανῆλθον ἐκ τῆς βαρβάρου γῆς οἱ Ἰουδαῖοι, καὶ τὸν ναὸν ἔμελλον ἀνιστᾷν, καὶ εἰς τὴν προτέραν ἄγειν εὐπρέπειαν, ἐπειδὴ διηπόρουν, πολεμίων περιεστώτων, πενίας οὔσης πολλῆς, οὐδεμιᾶς οὐδαμόθεν εὐπορίας φαινομένης, βουλομένοις εἰς χρηστὰς ἀγαγεῖν αὐτοὺς ἐλπίδας καὶ πεῖσαι θαῤῥεῖν περὶ τοῦ τέλους, φησὶν ἐκ προσώπου τοῦ Θεοῦ· Ἐμόν ἐστι τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην. Καὶ τί τοῦτο πρὸς τὸ προκείμενον; Ὅτι οὐ δεῖ ἁπλῶς τὰς τῶν Γραφῶν ῥήσεις παραφέρειν, οὐδὲ ἐκκόπτοντας τῆς ἀκολουθίας, οὐδὲ τῆς συγγενείας ἀποσπῶντας, οὐδὲ ἔρημα καὶ γυμνὰ τὰ ῥήματα τῆς τῶν ἑπομένων ἢ προλαβόντων βοηθείας λαμβάνοντας συκοφαντεῖν ἁπλῶς καὶ ἐπηρεάζειν. Πῶς γὰρ οὐκ ἄτοπον, ἐν δικαστηρίῳ μὲν περὶ βιωτικῶν δικαζομένους πραγμάτων, ἅπαντα εἰς μέσον προτιθέναι τὰ δικαιώματα, καὶ τόπους καὶ καιροὺς καὶ αἰτίας καὶ πρόσωπα καὶ μυρία παράγειν ἕτερα, περὶ δὲ ζωῆς αἰωνίου προκειμένων ἡμῖν ἀγώνων, ἁπλῶς καὶ ὡς ἔτυχε τὰ ἀπὸ τῶν Γραφῶν παραφέρειν; Καὶ νόμον γὰρ οὐδεὶς ἀναγνώσεται βασιλικὸν ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ' ἂν μὴ τὸν χρόνον εἴπῃ, καὶ τὸν θέντα ἐπιδείξῃ, καὶ ὑγιῆ καὶ ὁλόκληρον αὐτὸν παράσχηται, κολάζεται καὶ δίκην δίδωσι τὴν ἐσχάτην· ἡμεῖς δὲ οὐκ ἀνθρώπων νόμον, ἀλλὰ τὸν ἄνωθεν ἐκ τῶν οὐρανῶν ἐνεχθέντα ἀναγινώσκοντες, τοσαύτῃ ῥᾳθυμίᾳ χρησόμεθα, ὡς μέλη καὶ μέρη παρασπᾷν; Καὶ ποῦ ταῦτα ἀπολογίας ἄξια καὶ συγγνώμης; Τάχα πέρα τοῦ μέτρου ἐξέτεινα τὸν λόγον, ἀλλ' οὐχ ἁπλῶς, ἀλλ' ἵνα τῆς πονηρᾶς ὑμᾶς ἀπαγάγω συνηθείας.