1

 2

 3

 4

 5

 6

 7

 8

6

Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν, ὅτι ἀψοφητὶ καὶ ἀταράχως εἰς τὴν μήτραν εἰσελήλυθε τὴν παρθενικήν.

δʹ. Ἀλλ' οὐκ ἤρκεσε ταῦτα μόνον, ἀλλὰ καὶ παραγενόμενος, ἵνα μὴ νομισθῇ

φαντασία τὸ γενόμενον, οὐ τῇ ὄψει μόνον πιστοῦται τὸ πρᾶγμα, ἀλλὰ καὶ χρόνῳ πολλῷ, καὶ τῷ διὰ πάντων ἐλθεῖν τῶν ἀνθρωπίνων. Οὐ γὰρ ἁπλῶς εἰς ἄνθρωπον εἰσέρχεται ἀπηρτισμένον καὶ πεπληρωμένον, ἀλλ' εἰς μήτραν παρθενικὴν, ὥστε καὶ κυοφορήσεως καὶ τόκων ἀνασχέσθαι, καὶ γαλακτοτροφίας, καὶ αὐξήσεως, καὶ τῷ μήκει τοῦ χρόνου καὶ τῇ διαφορᾷ τῶν ἡλικιῶν ἁπασῶν πιστώσασθαι τὸ γενόμενον. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται τὰ τῆς ἀποδείξεως μόνον, ἀλλὰ καὶ περιφέρων τὴν σάρκα, ἀφίησιν αὐτὴν τὰ τῆς φύσεως ἐλαττώματα ὑπομεῖναι, καὶ πεινῆσαι καὶ διψῆσαι καὶ καθευδῆσαι καὶ κοπιάσαι· τέλος καὶ ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, ἀφίησιν αὐτὴν τὰ τῆς σαρκὸς παθεῖν.

∆ιὰ γὰρ τοῦτο καὶ κρουνοὶ κατεφέροντο ἱδρώτων ἐξ αὐτῆς, καὶ ἄγγελος ηὑρίσκετο αὐτὴν διακρατῶν, καὶ λυπεῖται καὶ ἀδημονεῖ· καὶ γὰρ πρὶν ἢ ταῦτα εἰπεῖν, φησίν· Ἡ ψυχή μου τετάρακται, καὶ περίλυπός ἐστιν ἕως θανάτου. Εἰ οὖν τούτων ἁπάντων γενομένων τὸ πονηρὸν τοῦ διαβόλου στόμα διὰ Μαρκίωνος τοῦ Ποντικοῦ καὶ Οὐαλεντίνου, καὶ Μανιχαίου τοῦ 51.38 Πέρσου, καὶ ἑτέρων πλειόνων αἱρέσεων ἐπεχείρησεν ἀνατρέψαι τὸν περὶ τῆς οἰκονομίας λόγον, καὶ ἤχησε σατανικήν τινα ἠχὴν λέγων, ὅτι οὐδὲ ἐσαρκώθη, οὐδὲ σάρκα περιεβάλετο, ἀλλὰ δόκησις τοῦτο ἦν καὶ φαντασία, καὶ σκηνὴ καὶ ὑπόκρισις, καίτοι τῶν παθῶν βοώντων, τοῦ θανάτου, τοῦ τάφου, τῆς πείνης· εἰ μηδὲν τούτων ἐγεγόνει, πῶς οὐ πολλῷ πλέον ὁ διάβολος τὰ πονηρὰ ταῦτα ἀνέσπειρε τῆς ἀσεβείας δόγματα; ∆ιά τοι τοῦτο, ὥσπερ ἐπείνησεν, ὥσπερ ἐκαθεύδησεν, ὥσπερ ἐκοπίασεν, ὥσπερ ἔφαγεν, ὥσπερ ἔπιεν, οὕτω καὶ θάνατον παραιτεῖται, τὸ ἀνθρώπινον ἐνδεικνύμενος, καὶ τὴν ἀσθένειαν τῆς φύσεως τὴν οὐκ ἀνεχομένην ἀπαθῶς ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς. Εἰ γὰρ μηδὲν τούτων εἰρήκει, εἶχεν ἂν εἰπεῖν, ὅτι εἰ ἄνθρωπος ἦν, ἔδει αὐτὸν παθεῖν τὰ τοῦ ἀνθρώπου. Τίνα δέ ἐστι ταῦτα; Τὸ μέλλοντα σταυροῦσθαι, καὶ δειλιᾷν καὶ ἀγωνιᾷν, καὶ μὴ ἀπαθῶς ἀποῤῥήγνυσθαι τῆς παρούσης ζωῆς· τῇ φύσει γὰρ ἔγκειται τὸ φίλτρον τὸ περὶ τὰ παρόντα· διά τοι τοῦτο δεῖξαι βουλόμενος ἀληθῆ τῆς σαρκὸς τὴν περιβολὴν, καὶ τὴν οἰκονομίαν πιστώσασθαι, μετὰ πολλῆς τῆς ἀποδείξεως τὰ πάθη γυμνὰ προτίθησιν. Εἷς μὲν οὖν λόγος οὗτος· ἔστι δὲ καὶ ἕτερος τούτου οὐκ ἐλάττων. Τίς δὲ οὗτος; Παραγενόμενος ὁ Χριστὸς, πᾶσαν ἀρετὴν παιδεῦσαι τοὺς ἀνθρώπους ἐβούλετο· ὁ δὲ παιδεύων οὐ λόγῳ μόνον διδάσκει, ἀλλὰ καὶ ἔργῳ· αὕτη γὰρ ἡ ἀρίστη διδασκαλία ἐστὶ τοῦ διδάσκοντος. Ἐπεὶ καὶ κυβερνήτης παρακαθίζων τὸν μαθητὴν, δείκνυσι μὲν αὐτῷ πῶς κατέχει τοὺς οἴακας, προστίθησι δὲ καὶ λόγον τῷ ἔργῳ, καὶ οὔτε λέγει μόνον, οὔτε ἐργάζεται μόνον· ὁμοίως καὶ οἰκοδόμος παραστήσας τὸν μέλλοντα παρ' αὐτοῦ μανθάνειν πῶς τοῖχος ὑφαίνεται, δείκνυσι μὲν αὐτῷ διὰ τοῦ ἔργου, δείκνυσι δὲ αὐτῷ καὶ διὰ τοῦ λόγου· ὡσαύτως καὶ ὑφάντης, καὶ ποικιλτὴς, καὶ χρυσοχόος, καὶ χαλκοτύπος, καὶ πᾶσα τέχνη διὰ λόγων τε καὶ ἔργων ἔχει τὸν διδάσκοντα. Ἐπεὶ οὖν καὶ αὐτὸς παρεγένετο παιδεῦσαι ἡμᾶς πᾶσαν ἀρετὴν, διὰ τοῦτο καὶ λέγει τὰ πρακτέα, καὶ ποιεῖ. Ὁ γὰρ ποιήσας, φησὶ, καὶ διδάξας, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Σκόπει δέ· ἐκέλευσεν εἶναι ταπεινόφρονας καὶ πραεῖς, καὶ ἐδίδαξε διὰ τῶν ῥημάτων. Ὅρα πῶς αὐτὰ παιδεύει καὶ διὰ τῶν πραγμάτων. Εἰπὼν γὰρ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ πραεῖς, δείκνυσι πῶς αὐτὰ δεῖ κατορθοῦν. Πῶς οὖν ἐδίδαξε; Λαβὼν λέντιον διέζωσεν ἑαυτὸν, καὶ ἔνιψε τῶν μαθητῶν τοὺς πόδας. Τί ταύτης ἴσον τῆς ταπεινοφροσύνης; Οὐκ ἔτι γὰρ διὰ τῶν λόγων μόνον ταύτην παιδεύει, ἀλλὰ καὶ διὰ τῶν ἔργων. Πάλιν τὴν πραότητα καὶ τὴν ἀνεξικακίαν