1

 2

 3

 4

 5

 6

 7

 8

7

διδάσκει διὰ τῶν ἔργων. Πῶς; Ἐῤῥαπίσθη παρὰ τοῦ δούλου τοῦ ἀρχιερέως, καί φησιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἐκέλευσεν εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν· πάλιν καὶ τοῦτο διὰ τῶν ἔργων παιδεύει· ἀναβὰς γὰρ ἐν τῷ σταυρῷ λέγει· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Ὥσπερ οὖν ἐκέλευσεν εὔχεσθαι, οὕτω καὶ αὐτὸς εὔχεται, σὲ παιδεύων εὔχεσθαι οὐκ αὐτὸς ἀτο 51.39 νῶν ἀφιέναι. Πάλιν ἐκέλευσεν εὖ ποιεῖν τοῖς μισοῦσιν ἡμᾶς, καὶ καλῶς ποιεῖν τοὺς ἐπηρεάζοντας· τοῦτο δὲ διὰ τῶν ἔργων ἐποίησε· τῶν γὰρ Ἰουδαίων τοὺς δαίμονας ἐξέβαλε, τῶν καλούντων αὐτὸν δαιμονῶντα, ἐλαύνοντας εὐηργέτει, ἐπιβουλεύοντας ἔτρεφε, σταυρῶσαι βουλομένους εἰς βασιλείαν ἐχειραγώγει. Ἔλεγε πάλιν τοῖς μαθηταῖς, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, πρὸς ἀκτημοσύνην ἀλείφων· τοῦτο πάλιν διὰ τῶν ἔργων ἐπαίδευεν, οὕτω λέγων· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι. Καὶ οὐκ ἦν αὐτῷ τράπεζα, οὐκ οἰκία, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδέν· οὐκ ἐπειδὴ ἠπόρει, ἀλλ' ἐπειδὴ ἐπαίδευε τοὺς ἀνθρώπους ταύτην ἐλθεῖν τὴν ὁδόν. Κατὰ δὴ τοῦτον τὸν τρόπον καὶ εὔχεσθαι αὐτοὺς ἐδίδασκεν.

Ἔλεγον οὖν αὐτῷ· ∆ίδαξον ἡμᾶς εὔχεσθαι. ∆ιὰ τοῦτο καὶ εὔχεται, ἵνα ἐκεῖνοι μάθωσιν εὔχεσθαι. Ἀλλ' οὐκ εὔχεσθαι μόνον, ἀλλὰ καὶ πῶς δεῖ εὔχεσθαι μαθεῖν αὐτοὺς ἐχρῆν· διὰ δὴ τοῦτο καὶ εὐχὴν παρέδωκεν οὕτως ἔχουσαν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτ' ἔστιν, εἰς κίνδυνον, εἰς ἐπιβουλάς. Ἐπεὶ οὖν ἐκέλευσεν εὔχεσθαι, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτο αὐτὸ διδάσκει αὐτοὺς δι' αὐτοῦ τοῦ πράγματος λέγων, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, παιδεύων ἅπαντας τοὺς ἁγίους μὴ ἐπιπηδᾷν τοῖς κινδύνοις, μηδὲ ἐπιῤῥίπτειν ἑαυτοὺς, ἀλλ' ἀναμένειν μὲν ἐπιόντας, καὶ ἀνδρείαν πᾶσαν ἐπιδείκνυσθαι· μὴ μὴν αὐτοὺς προπηδᾷν, μηδὲ πρώτους ὁμόσε τοῖς δεινοῖς ἰέναι. Τί δήποτε; Καὶ ταπεινοφροσύνην διδάσκων, καὶ τῶν τῆς κενοδοξίας ἐγκλημάτων ἀπαλλάττων. ∆ιά τοι τοῦτο καὶ ἐνταῦθα, ὅτε ταῦτα ἔλεγεν, Ἀπελθὼν, φησὶ, προσηύξατο· καὶ μετὰ τὸ προσεύξασθαι λέγει τοῖς μαθηταῖς οὕτως· Οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ' ἐμοῦ; Γρηγορεῖτε καὶ προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 51.40 Ὁρᾷς ὅτι οὐ προσεύχεται μόνον, ἀλλὰ καὶ παραινεῖ; Τὸ μὲν γὰρ πνεῦμα πρόθυμον, φησὶν, ἡ δὲ σὰρξ ἀσθενής. Τοῦτο δὲ ἔλεγε, τύφου τὴν ψυχὴν αὐτῶν κενῶν, καὶ ἀπονοίας ἀπαλλάττων, συνεσταλμένους ποιῶν, μετριάζειν παρασκευάζων. Ὃ τοίνυν ἠβούλετο αὐτοὺς διδάσκειν εὔχεσθαι, τοῦτο καὶ αὐτὸς ηὔξατο ἀνθρωπίνως, οὐ κατὰ τὴν θεότητα (ἀπαθὲς γὰρ τὸ Θεῖον), ἀλλὰ κατὰ τὴν ἀνθρωπότητα. Ηὔξατο δὲ παιδεύων ἡμᾶς εὔχεσθαι, καὶ ἀεὶ ζητεῖν τῶν δεινῶν τὴν ἀπαλλαγήν· εἰ δὲ μὴ ἐγχωροίη, στέργειν τὰ τῷ Θεῷ δοκοῦντα.

∆ιὰ τοῦτο ἔλεγε· Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ· οὐκ ἐπειδὴ ἄλλο μὲν αὐτοῦ βούλημα, ἄλλο δὲ τοῦ Πατρός· ἀλλ' ἵνα παιδεύσῃ τοὺς ἀνθρώπους, κἂν ἀγωνιῶσι, κἂν τρέμωσι, κἂν κίνδυνος ἐπίῃ, κἂν μὴ βούλωνται ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς, ὅμως τοῦ οἰκείου βουλήματος προτιμᾷν τὸ τοῦ Θεοῦ βούλημα· ὥσπερ οὖν καὶ Παῦλος παιδευθεὶς, ἀμφότερα ταῦτα διὰ τῶν ἔργων ἔδειξε· τούς τε γὰρ πειρασμοὺς ἠξίωσεν ἀποκινηθῆναι αὐτοῦ, οὕτω λέγων· Ὑπὲρ τούτου τρίτον τὸν Κύριον παρεκάλεσα· καὶ ἐπειδὴ οὐκ ἔδοξε τῷ Θεῷ, φησί· ∆ι' ὃ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς. Τάχα δὲ ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν ποιῶ αὐτὸ σαφέστερον· Ἐκινδύνευσε πολλὰ ὁ Παῦλος, καὶ ηὔξατο μὴ κινδυνεύειν. Ἤκουσεν οὖν τοῦ Χριστοῦ λέγοντος, ὅτι Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ