1

 2

 3

 4

 5

 6

 7

 8

6

πτωχεύουσαν παριδεῖν· οὐ φέρω μὴ συμβασιλεῦ σαί μοι καὶ τούτους, δι' οὓς κατῆλθον ἐκ τῶν οὐρανῶν. Θέλω δοῦναι τούτῳ τῷ ἐσχάτῳ ὡς καὶ σοί. Ἔσχατος ἦλθεν, οἶδα κἀγώ· ἀλλὰ προσήγαγέ μοι πίστιν ἀπολο γουμένην ὑπὲρ τῆς γεγενημένης βραδύτητος· ἔσχατος ἦλθεν, ἀλλ' ἐπεδείξατο πόθον, οἷον ποθῶ· ἐπλανήθη τὸν παρελθόντα χρόνον ὡς πρόβατον, ἀλλ' ἐπέγνω τὸν ποι μένα τὸ πρόβατον. Ἐμὸς ἦν οὗτος καὶ ὅτε ἐῤῥέμβετο. Ἔσχατος ἦλθεν, ἀλλὰ διὰ τῆς ἐμῆς κολυμβήθρας παρῆλ θεν, ὥσπερ καὶ σύ. Ἔσχατος ἦλθεν, ἀλλὰ τῆς ἐμῆς τρα πέζης ἀπήλαυσεν, ὥσπερ καὶ σύ· ἔσχατος ἦλθεν, ἀλλ' εἶδέ μου πᾶσαν τοῦ ἀμπελῶνος τὴν εὐπρέπειαν· εἶδε τοῦ ξύλου τῆς ζωῆς τὸ φυτόν· κατεφίλησε τὰς ἀκάνθας, ἃς ἐστεφανοφόρησα δι' αὐτόν· περιεπτύξατο τὸν σταυρὸν, ὃν ὑπέμεινα δι' αὐτόν. Οὐ δύναμαι οὖν τὸν οὕτω με πο θήσαντα, τὸν οὕτω μοι πιστεύσαντα, μὴ τιμῆσαι πάσῃ σπουδῇ καὶ τιμῇ. Ὡς ἐπίστευσας, ἐπίστευσεν· ὡς εὐπό ρησας, εὐπόρησεν· ὡς προσεκύνησας, προσεκύνησεν· ὡς ἐβασίλευσας, ἐβασίλευσεν· ὡς ἔκαμες, οὐκ ἔκαμεν, ἀλλ' ἐγὼ τῇ χάριτι τὸ λεῖπον ἀνεπλήρωσα. Ἢ οὐκ ἔξ εστί μοι ποιῆσαι, ὃ θέλω, ἐν τοῖς ἐμοῖς; μὴ γὰρ τὰ σὰ δαπανῶ; Τὰ ἐμὰ χορηγῶ. Μὴ γὰρ ἐν τοῖς σοῖς φιλο τιμοῦμαι; Ἐν τοῖς ἐμοῖς αὐθεντῶ. Μὴ γὰρ ἐπίτροπόν σε τῆς ἐμῆς κατέστησα γνώμης; Μισθωτόν σε ἔλαβον ὡς ἐξ ἀρχῆς. Μὴ γὰρ κύριόν σε τῆς ἐμῆς ἐξουσίας ἐχειρο τόνησα; Ὡς φιλάνθρωπος κοινωνὸν ἐποιησάμην τῶν ἐμαυτοῦ. Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, οὐ δύναται βλέπειν, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν. Ἀθο λώτου χρεία βλέμματος εἰς τὴν τῶν μυστηρίων ἐπίσκε ψιν· καθαρᾶς χρεία ψυχῆς εἰς τὴν τῶν καθαρῶν κατα νόησιν.

Εἴδετε, πῶς ἀγαθὸς ὁ ∆εσπότης ἡμῶν· εἴδετε, πῶς τοὺς ἐν διαφόροις καιροῖς προσιόντας, μίαν δὲ πίστιν καὶ προθυμίαν καὶ πολιτείαν ἐπιδεικνυμένους, ὁμοίαις τιμαῖς καὶ δωρεαῖς ἠξίωσεν· εἴδετε, πῶς καὶ τοὺς ἐσχά τους ἴσους τοῖς πρώτοις ἐποίησε διὰ τὴν ἄβυσσον τῶν αὐτοῦ οἰκτιρμῶν. Ἐπήχθητε τοίνυν πρὸς τὸν οὕτω φιλάν θρωπον· αὐτὸς καὶ νῦν ὑμᾶς ἐμισθώσατο· αὐτὸς λέγει καὶ πρὸς ὑμᾶς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. Θεὸς ὁ μισθούμενος, ὁ μισθὸς οὐράνιος, τὸ ἔργον σωτή ριον, ὁ ἀμπελὼν εὐτρεπὴς, ἡ θύρα τοῦ ἀμπελῶνος, ἡ κολυμβήθρα καθέστηκεν. Ἡ θεία χάρις εἰς θύραν τῆς κολυμβήθρας παρισταμένη, καθάπερ φαιδρὰ πυλωρὸς πρὸς πάντας τοὺς δι' αὐτῆς εἰσιόντας βοᾷ· Αὕτη ἡ πύλη τοῦ Κυρίου· νεοφώτιστοι διελεύσονται δι' αὐτῆς. Ἡμεῖς οὐ φθονοῦμεν ὑμῖν ὡς τελευταῖον ἐλθοῦσιν, καὶ τῆς αὐτῆς ἡμῖν δόξης μετέχουσιν· ἀλλὰ συγχορεύομεν ὡς ἀδελφοῖς, καὶ συγχαίρομεν, ἡμετέραν δόξαν τὴν ὑμετέ ραν σωτηρίαν ἡγούμενοι. Ποθήσατε οὖν τὸν καλέσαντα· 59.584 λάβετε τῆς εἰς τὸν ἀμπελῶνα εὐπορίας τὴν πίστιν ὁδηγὸν ἀπλανῆ· πίστις γὰρ τῆς ἐπὶ τὴν κολυμβήθραν ὁδοῦ χει ραγωγὸς ἀγαθὸς, πίστις χειμαζομένης φύσεως ἄγκυρα, πίστις ἀνθρωπότητος λιμὴν γαληνὸς, πίστις τῶν ἀοράτων κάτοπτρον τηλαυγὲς, πίστις τῆς ὁμοουσίου Τριάδος διδάσκαλος ἀκριβὴς, πίστις λέγειν ἡμᾶς παρεσκεύασεν ἐκεῖνα τὰ σωτήρια ῥήματα· "Πιστεύω εἰς ἕνα Θεὸν Πα τέρα παντοκράτορα." Πιστεύω, οὐκ ἐρευνῶ· πιστεύω, οὐ διώκω τὸ ἀκατάληπτον· πιστεύω, οὐ μετρῶ τὸ ἀμέτρη τον. Ἐὰν πιστεύσω, φωτίζομαι τὴν ψυχήν· ἐὰν περιερ γάζωμαι, σκοτίζω μου τοὺς λογισμούς· ἐὰν πιστεύσω καλῶς, ἀνυψοῦμαι πρὸς οὐρανόν· ἐὰν ζητήσω περιέρ γως, καταφέρομαι πρὸς βυθόν. Πιστεύω εἰς ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν καὶ Πατέρα παντοκράτορα

. Ἀρνοῦ μαι τοὺς παρὰ τῶν Ἑλλήνων πεπλανημένους θεούς· πολυθεΐα γὰρ οὐρανὸν οὐκ οἰκεῖ. Ἕνα καὶ μόνον Θεὸν ἀνυμνῶ· μισῶ τὸν Ἀρειανισμόν· οὐ λέγω, Ἦν ποτε, ὅτε οὐκ ἦν Πατήρ· ἀλλὰ ἀεὶ Θεὸν τὸν Θεὸν, ἀεὶ Πατέρα τὸν αὐτὸν κηρύττω, οὕτως ὄντα Πατέρα, ὡς οἶδεν αὐτός. Πιστεύω εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν ἐξ αὐτοῦ γεννηθέντα πρὸ πάν των τῶν αἰώνων, ὡς αὐτὸς μόνος οἶδεν ὁ γεννηθείς· γεννηθέντα, οὐ ποιηθέντα· γεννηθέντα, οὐ