1

 2

 3

 4

 5

 6

 7

 8

3

καταφρονῶ· διὰ τοῦτο προσεδρεύω ταῖς πύλαις τοῦ ᾅδου, ἵνα δυνηθῶ τινας πρὸ τοῦ θανάτου μεταστῆσαι πρὸς τὴν ζωήν. Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν, εὗρεν ἄλλους ἑστῶτας ἀργοὺς, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Ἐκκλησίας οὐκ ἔχετε; προφήτας οὐκ ἔχετε; ἀποστόλους οὐκ ἔχετε; μάρτυρας οὐκ ἔχετε; θείας Γρα φὰς οὐκ ἔχετε; πνευματικὸν ἔργον οὐδέν; Τί οὖν ἑστή κατε ὧδε ὅλην τὴν ἡμέραν ἀργοί; Οὐ βλέπετε τὸν ἥλιον τὸν τεταγμένον δρόμον ἀνύοντα; Οὐ βλέπετε τὴν σελήνην διακονοῦσαν τῷ κτίσαντι; οὐ βλέπετε τὴν κτίσιν δουλεύουσαν τῷ ποιητῇ; οὐ βλέπετε τῶν στοιχείων ἕκα στον ἐργαζόμενον τὸ ἔργον, δι' ὅπερ ἐγένετο; ∆ιὰ τί οὖν ὑμεῖς μόνοι τῇ ἀργίᾳ τὴν φύσιν ὑβρίζετε; διὰ τί στήλας μιμεῖσθε νεκράς; Οὐκ ἔχετε ὀφθαλμοὺς, ἵνα βλέποντες τοῦ κόσμου τὸ κάλλος, τὸν κοσμοποιὸν ἀν υμνήσητε; οὐκ ἔχετε στόμα, ἵνα τὰς γλώσσας ὑμῶν πρὸς ὑμνῳδίας κινήσητε; οὐκ ἔχετε χεῖρας, ἵνα τὴν ἐλεημοσύνην ἐργάσησθε; οὐκ ἔχετε πόδας, ἵνα δράμητε δρόμους ψυχωφελεῖς;

Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέ ραν ἀργοί; Μέχρι πότε τὴν ἐμὴν δεσποτείαν ἐκτρέ πεσθε; Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; Οἱ δὲ λέγουσιν αὐτῷ· Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Τοιοῦτοί εἰσιν οἱ προφασιζόμενοι προφάσεις ἐν ἁμαρτίαις, οἱ τὸ παρὸν εἰς τὸ μέλλον ὑπερτιθέμενοι, οἱ λέγοντες, ἄφες ἄρτι, καὶ ὅτε κελεύει με ὁ Θεὸς, τότε βαπτίζομαι· ἔνδος μοι τοῦτο τὸ πάσχα, καὶ εἰς τὸ μέλλον φωτίζομαι. Τοιοῦτοί εἰσιν οἱ λέγοντες, Οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Ἀλλὰ τί πρὸς αὐτοὺς ὁ τῇ χρηστότητι νικῶν τὰς ὑπερ θέσεις τῶν ἀναβαλλομένων τὴν χάριν; Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. Οὐκ ἤλεγξε τὴν ψευδολογίαν 59.581 αὐτῶν, οὐκ ἐστηλίτευσε τὴν εἰρωνείαν τῶν πεπλανημέ νων ἠθῶν, οὐκ εἶπε πρὸς τοὺς ῥᾳθύμους, Τί λέγετε, ὅτι Οὐδεὶς ἡμᾶς ἐμισθώσατο; τί τῇ ῥᾳθυμίᾳ καὶ τὸ ψεῦδος συῤῥάπτετε, οὐδεὶς ὑμᾶς ἐμισθώσατο; οὐ παρεκάλεσαν ὑμᾶς οἱ προφῆται; οὐ προετρέψαντο ὑμᾶς οἱ ἀπόστολοι; οὐ παρεγενόμην ἐγὼ δι' ἐμαυτοῦ πρὸς ὑμᾶς; οὐκ ἐκά λεσα πολλάκις, ὑμεῖς δὲ οὐχ ὑπηκούσατε; οὐκ εἴδετέ με μισθούμενον τοὺς ἑταίρους ὑμῶν, καὶ ποιοῦντα μετ' ἐκείνων σύμφωνα; διὰ τί οὖν οὐκ ἐβουλήθητε μιμήσα σθαι τοὺς πεισθέντας μοι, ἀλλ' ἐμείνατε μέχρι γήρους κατάσκοποι; Τούτων οὐκ εἶπεν οὐδὲν ὁ Σωτὴρ, ἀλλ' Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου. ∆έχομαι καὶ γέροντας ἐργατεύσασθαι θέλοντας· δέχομαι καὶ πο λιὰς εὐσεβείᾳ λαμπρυνομένας, δέχομαι καὶ τρέμοντα μέλη πίστει νευρούμενα· ἡδέως ὁρῶ γέροντας κρατοῦν τας βακτηρίας ὁμοῦ καὶ σταυρούς.

Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου. Τῷ διαβόλῳ τὴν νεότητα προσ ηνέγκατε, ἐμοὶ κἂν τὸ γῆρας δανείσατε· τῷ ἐχθρῷ τὴν ἰσχὺν ἐχαρίσασθε, ἐμοὶ κἂν τὴν ἄχρηστον ἡλικίαν ἐπί δοτε· τῷ τυράννῳ τὸν χρόνον ὅλον, ὡς ἐκεῖνος ἠθέλησεν, ἐστρατεύσασθε, ἐμοὶ τῷ ἐννόμῳ βασιλεῖ τὸν ἐπίλοιπον χρόνον σχολάσατε. Γίνεσθε πιστοὶ, πρὶν γίνεσθαι νεκροί· λάβετε πρὸ τοῦ θανάτου τὴν τῆς ἀθανασίας στολήν· ἑαυτοὺς πρὸ τῆς τελευτῆς ἐνταφιάσατε τοῖς ἀφθάρτοις ἐνταφίοις τῆς χάριτος· δράμετε, σπεύσατε πρὸ τῆς ἑσπέρας ἔσω τοῦ ἀμπελῶνος εὑρεθῆναι· φιλονεικήσατε, ἵνα ἔνδον ὑμᾶς καταλείπῃ δύνων ὁ ἥλιος. Ἐὰν πρὸ ἡλίου δυσμῶν ἑαυτοὺς συναριθμήσητε τοῖς ἐμοῖς ἐρα σταῖς, ὄψεσθε τῆς ἐμῆς θεότητος τὴν δόξαν, ὡς φωτὸς ἐρασταί· ἐὰν μετὰ τῶν κεκλημένων ἐκ τοῦ ἀμπελῶνος ἐξέλθητε, καὶ μὴ καμόντας ὑμᾶς ὡς καμόντας ἀμεί ψομαι· ἐὰν ἔξω τῆς αὐλῆς ἱσταμένους ὑμᾶς καταλάβῃ τοῦ θανάτου ἡ νὺξ, οὐκ ἔτι λοιπὸν ὑμᾶς ὡς φίλους ἔχειν ἀνέχομαι· νεκρὸς γὰρ οὐ πιστεύει, νεκρὸς οὐχ ὁμολο γεῖ, νεκρὸς οὐκ ἐργάζεται καὶ θαῤῥεῖται μυστήριον, νεκρὸς οὐκ ἐργάζεται σωφροσύνην, νεκρὸς οὐ δύναται μισθὸν ἀπαιτεῖν, νεκρὸς ἀσφράγιστος καὶ πρὸ τῆς κρί σεως κατακέκριται· ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν Κύριον· ὁ τοιοῦτος νεκρὸς καὶ μετὰ θάνατον ζῇ, ὁ τοιοῦτος νε κρὸς μετὰ τὴν ταφὴν πάλιν ἀνθεῖ. Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα.