1

 2

 3

 4

 5

 6

 7

 8

7

κτισθέντα· γεννηθέντα, οὐ δημιουργηθέντα· ἐκ τῆς πατρῴας οὐσίας ἀχρόνως ἐκλάμψαντα, οὐκ ἔξωθεν ἐπεισελθόντα ποθὲν, οὐχ ὑποβολιμαῖον, ἢ νόθον υἱὸν, ἀλλὰ γνήσιον ἀπαύγασμα τοῦ γνησίου Πατρὸς, ἀπαράλλακτον χαρακτῆρα ἀοράτου μορφῆς. Οἶδα τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ Πατρὸς ὡς Θεόν· οἶδα τὸν Χριστὸν υἱὸν τῆς δούλης αὐτοῦ καὶ μη τρὸς, φαινόμενον ὡς ἄνθρωπον· οἶδα τὸν Χριστὸν ὁμοού σιον τοῖς ἀνθρώποις, ὡς ἄνθρωπον ἐξ ἀνθρώπου· οἶδα τὸν Χριστὸν ἀόρατον καὶ ὁρώμενον· οἶδα τὸν Χριστὸν ἀψηλάφητον, καὶ παρὰ τοῦ Θωμᾶ ψηλαφούμενον· οἶδα τὸν Χριστὸν χιλιάδας ῥήματι θρέψαντα, καὶ τοῖς κύμα σιν ἐπιβαδίσαντα, καὶ τοῖς δαίμοσιν ἐπιτάξαντα, καὶ νεκροὺς ἀναστήσαντα, καὶ μυρία ποιήσαντα θαύματα τῇ δυνάμει τῆς οἰκείας θεότητος· οἶδα τὸν Χριστὸν πεινά σαντα, καὶ διψήσαντα, καὶ κοπιάσαντα, καὶ ἀγωνιάσαντα, καὶ ἱδρώσαντα τῇ φύσει τῆς ἀνθρωπότητος· οἶδα τὸν Χριστὸν ὡς Θεὸν ἀπαθῆ· οἶδα τὸν Χριστὸν ἀποθανόντα, καὶ σαρκὶ τὸ πάθος δεξάμενον· οἶδα τὸν Χριστὸν κατὰ τὸ δυνατὸν ὑπομείναντα τὴν τελευτήν· οἶδα τὸν Χριστὸν ἀναστήσαντα τοῦ σώματος αὐτοῦ τὸν ναόν.

Γνωρίζω τῶν δύο φύσεων αὐτοῦ τὸ διάφορον· οὐ μερίζω τὸν ἕνα Υἱὸν εἰς δύο υἱούς. Πιστεύω καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ παρὰ τοῦ Πατρὸς ἐκπορευό μενον, τὸ τῆς Τριάδος συμπληρωτικόν· αὐτῷ θαῤῥῶ τὸν ἐμὸν ἁγιασμὸν, αὐτῷ θαῤῥῶ τὴν ἐκ τῶν νεκρῶν ἐξανά στασιν.

δʹ. Ταῦτα τῇ ψυχῇ καὶ τῇ γλώττῃ μελετᾶτε διαπαντός· ταῦτα τῷ φρονήματι

καὶ τῷ στόματι βοᾶτε διηνεκῶς. Ἔχετε τὸν ἀποστολικὸν ὅρον τῆς πίστεως καὶ πολιτείας θεοφιλοῦς· ἄνευ γὰρ τῆς πίστεως τὰ ἔργα νεκρά. Ἀν θρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν ὅπλα ἀδι κίας τῇ ἁμαρτία, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Ὁ πόρνος γενέσθω σώφρων, ὁ ἄδικος γενέσθω δίκαιος, ὁ ἅρπαξ εὐμετάδο τος, ὁ πλεονέκτης φιλόπτωχος, ὁ ἀπάνθρωπος καὶ φιλό χρυσος πρὸ τούτου, νῦν φανήτω φιλόχριστος, ὁ βλάσφη μος ὑμνολόγος, ὁ τρέχων εἰς θέατρα, τρεχέτω λοιπὸν εἰς τὰς αὐλὰς τοῦ Θεοῦ, ὁ τοῖς δρόμοις τῶν ἵππων ἐπιμαι νόμενος, σχολασάτω τοῖς ἀποστόλοις, ὧν ὁ δρόμος τοῖς μιμουμένοις σωτήριος. Ὡς μέλλοντες χρηματίζειν νύμ φαι Χριστοῦ, οὕτω στολίσατε τὰς ὑμετέρας ψυχὰς καὶ τὰ σώματα.

Ἔστω ὑμῶν τὰ βλέμματα τῆς κατὰ ψυχὴν γαλήνης ἐξεικονίσματα· ἔστωσαν αἱ ὄψεις τῆς ἔνδον εὐ λαβείας χαρακτῆρες σαφεῖς· ἔστω ὑμῶν τὰ στόματα ψαλμῶν καὶ ὕμνων εὐωδίαν ἐκπέμποντα, κόσμια, σώ φρονα, πρέποντα παρθένῳ μελλούσῃ νυμφεύεσθαι· ἔστωσαν αἱ ψυχαὶ καθαραὶ, λευκαὶ, ἵνα γνησίαν τῆς 59.585 βασιλικῆς ἁλουργίδος τὴν βαφὴν ὑποδέξωνται. Ἐπειδὰν δὲ καταλάβητε τὸν νυμφῶνα τοῦ Πνεύματος, ἐπειδὰν εἰσδράμητε τὴν παστάδα τῆς χάριτος, ἐπειδὰν πλησίον γένησθε τῆς φοβερᾶς ὁμοῦ καὶ ποθεινῆς κολυμβήθρας, ὡς αἰχμάλωτοι προσπέσατε τῷ βασιλεῖ· ῥίψατε πάντες ὁμοίως ἐπὶ γόνατα, καὶ τὰς χεῖρας ἀνατείναντες εἰς τὸν οὐρανὸν, ὅπου κάθηται βασιλικῶς ὁ πάντων ἡμῶν βασιλεὺς, καὶ τοὺς ὀφθαλμοὺς εὐθύναντες πρὸς τὸν ἀκοί μητον ὀφθαλμὸν, τοιούτοις πρὸς τὸν φιλάνθρωπον χρή σασθε ῥήμασιν· Ἄνοιξον ἡμῖν τὸν ἀμπελῶνά σου, Κύ ριε, εἰ καὶ περὶ τὴν ἑνδεκάτην ὥραν ἐφθάσαμεν· μὴ ὀργισθῇς ἡμῖν ὡς βραδύνασιν, ∆έσποτα, μηδὲ κλείσῃς εἰς τὰς ἡμετέρας ὄψεις τῆς σῆς φιλανθρωπίας τὰς θύρας· κατέγνωμεν τῆς φθασάσης ἡμῶν ἀργίας, κατέγνωμεν τῆς προλαβούσης ἡμέρας τὴν ῥᾳθυμίαν, ἐβλάβημεν παρα κούσαντες, ἐζημιώθημεν καθευδήσαντες, ἐναυαγήσαμεν τερπόμενοι, ἐγυμνώθημεν παίζοντες καὶ παιζόμενοι, ἀπωλόμεθα τοῖς ματαίοις ψυχαγωγούμενοι. Μόλις ἐγρη γορήσαμεν, μόλις ἐνήψαμεν, μόλις εὕρομεν τὸ συμφέρον, μόλις ἐφύγομεν τὸν πόλεμον· ἀπεταξάμεθα τῷ πονηρῷ παντελῶς, ἀπεταξάμεθα τοῖς ὀλεθρίοις κακοῖς καὶ τερ πνοῖς συσχολάσαι· τῷ Σωτῆρι λοιπὸν συνταττόμεθα, τῷ μόνῳ Θεῷ. ∆έξαι τὸ