1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

Τοιαύτη γὰρ ἡ τῶν Γραφῶν περιουσία. Καθήμενος γὰρ καὶ ἀκούων αὐτοῦ λέγοντος, ὅτι ἡρπάγη εἰς τρίτον οὐρανὸν, καὶ ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν· εἶτα προϊόντος καὶ λέγοντος· Ἐν τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ· ἐφοβήθην, μή τις τῶν ἀκουόντων ἀγνοῶν τὸ νόημα, ἁπλουστέρως σκανδαλισθῇ, ἀνάγκην ἐποιησάμην ταύτην εἰς μέσον τὴν ῥῆσιν ἀγαγεῖν, καὶ διαψηλαφῆσαι οὕτως. Εἴτε γὰρ ἠγνόει τις, σαφὲς ἔσται· εἴτε μὴ, γνωριμώτερον καὶ εὔληπτον ἔσται· ὁ μὲν γὰρ εἰδὼς, ἀναμνησθήσεται· ὁ δὲ μὴ εἰδὼς, μαθήσεται. Καὶ γὰρ πολλῶν ἤκουσα τὸ νόημα ἀγνοούντων καὶ λεγόντων, ὅτι παρεδόθη τῷ Σατανᾷ ὁ Παῦλος. Τί λέγεις, εἰπέ μοι; Παρεδόθη, φησὶ, τῷ Σατανᾷ, ἵνα τὴν κεφαλὴν αὐτοῦ πλήξῃ· καὶ κεφαλαλγίαν αὐτῷ ἐνέβαλεν ὁ διάβολος.

Τοῦτο ὅλον; τὸν διδάσκαλον τῆς οἰκουμένης, τὸν παραδείσου πολίτην, τὸν ναὸν τοῦ Χριστοῦ, ὅπερ ἔφην, τὴν λύραν τοῦ Πνεύματος, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν τὴν οἰκουμένην διαδραμόντα, τὸν τὰς ἀκάνθας τῶν ἁμαρτημάτων ἀνασπάσαντα, τὸν τὰ σπέρματα τῆς εὐσεβείας ἐμβαλόντα, τὸν ἐν γῇ τρέχοντα, τὸν ἐν θαλάσσῃ ἀγωνιζόμενον, τὸν νυχθήμερον ἐν τῷ βυθῷ πεποιηκότα, τὸν ἐν δεσμωτηρίοις στεφανούμενον, τὸν ἐν δικαστηρίῳ τρόπαιον στήσαντα, τὸν πᾶσαν ἐπιδραμόντα τὴν οἰκουμένην, τὸν ἄϋπνον ἐκεῖνον, οὗ τὰ ἱμάτια νόσους ἐφυγάδευσεν, οὗ ἡ ζωὴ θάνατον δραπετεύειν παρεσκεύασε, τοῦτον ὑποχείριον ὁ διάβολος εἶχε; Καὶ μὴν τὸ ἐναντίον ἀκούω ποιοῦντα. Ἐπόρνευσέ τις παρὰ Κορινθίοις· ἤκουσεν ὁ Παῦλος, καὶ τί φησι; Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ τοῦ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. Ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτω τοῦτο κατεργασάμενον, ἐν τῷ ὀνόματι τοῦ Κυρίου συναχθέντων ὑμῶν ἁπάντων, καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. Ἐννόησον ἐξουσίαν Παύλου· τὸν πεπορνευκότα παρέδωκε τῷ Σατανᾷ, ἵνα πλήξῃ αὐτὸν ὁ Σατανᾶς, ἵνα ἡ κόλασις αὐτῷ αὕτη καθάρσιον γένηται τοῦ ἁμαρτήματος. Ὅτι γὰρ τοῦτο ἐγένετο, ἐν τῇ δευτέρᾳ ἐπιστολῇ λέγει· Κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ. Σὺ παρέδωκας τῷ Σατανᾷ, καὶ σὺ λέγεις. Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ; Οὐ γὰρ οἶδε, φησὶ, μέτρον ὁ Σατανᾶς. Παρέδωκα ὅτε ἔδει, ἀπολαμβάνω ὅτε χρή· παρέδωκα ὡς δημίῳ τῷ Σατανᾷ, ἵνα μόνον ἀποσμηχθῇ ὁ ἡμέτερος ἄνθρωπος· λάβωμεν αὐτόν. Ἐὰν γὰρ ἐπὶ πλεῖον ἀφῶμεν αὐτὸν, πλεονεκτούμεθα ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ οἶδε μέτρον ὁ Σατανᾶς. Παρέδωκα, ἵνα διορθώσηται ἑαυτόν· ἐὰν δὲ ἀφῶμεν αὐτὸν, ἀποκτενεῖ αὐτὸν ὡς τὸν Ἰούδα[ν]. ∆ιὰ τοῦτο λέγει· Κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ. Τί κάλλιστα εἶπεν; Οὐκέτι τοῦ Σατανᾶ ἐστιν· οὐ γὰρ ἐν πορνείᾳ ἐστὶν, ἀλλ' ἐν μετανοίᾳ· μὴ οὖν τὸ ἐμὸν λάβῃ ἐκεῖνος. Ὅτε ἦν ἐκείνου, ἔδωκα αὐτῷ, ἵνα ἐμὸν γένηται τὸ ἐκείνου. Ὢ σοφία Παύλου! διὰ τοῦ λύκου τὸ πρόβατον ἔσωσε· διὰ τοῦ πειρατοῦ τὸν ναύτην ναυαγήσαντα ἀνιμήσατο· διὰ τοῦ πολεμίου τὸν στρατιώτην εἰς τάξιν ἐπανήγαγεν. Ἀντὶ φαρμάκου πικροῦ κέχρημαι τῇ τοῦ διαβόλου πληγῇ. Εἰ μόνον παιδεύσει, ἀφίσταμαι αὐτοῦ.

Κολαζέτω ἐκεῖνος, ἵνα αἴσθηται τί εἰργάσατο ὁ πεπορνευκώς. Ὅταν ἀποσμήξῃ τὸ ἁμάρτημα, ὅταν ἀποσμήξῃ τὴν σηπεδόνα, καὶ ἐκκαθάρῃ τὸ τραῦμα, τότε ἰσχυρὰ δείκνυται ἡ ψυχή. Οὐκ ἀφίημι τὸ χρυσίον ἐν τῷ πυρί· ἵνα μὴ φρυγῇ, ἀνιμῶμαι αὐτό. Τοῦτο γάρ ἐστι τοῦ σοφοῦ, εἰδέναι τὸ μέτρον, πόσον δοῦναι τῷ πυρὶ, καὶ πόσον λαμβάνειν. Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ. Οὐ γὰρ αὐτοῦ τὰ νοήματα 59.511 ἀγνοοῦμεν. Ὁ τοίνυν τὰ νοήματα αὐτοῦ ἐπιστάμενος, ὁ τοσαύτην ἔχων ἐξουσίαν, ὡς καὶ ὅρους αὐτῷ τιθέναι καὶ χρόνου καὶ μέτρου· χρόνου μὲν,