1

 2

 3

 4

 5

 6

 7

 8

 9

8

θανάτοις πολλάκις· τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι, χωρὶς τῶν παρεκτὸς, ἐπισύστασίς μου ἡ καθ' ἡμέραν, ἡ μέριμνα πασῶν τῶν Ἐκκλησιῶν.

Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὁ ἀδελφὸς ἔπιπτεν, οὗτος ἤλγει· ἐχθρὸς ἐπεβούλευ[σ]εν, οὗτος ἔπασχεν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ. Πάλιν· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Ποῦ ἤμελλεν ἀρκεῖν τοῖς ἔξω, τοῖς ἔσω, ταῖς μάστιξι, ταῖς λύπαις, τῇ θαλάσσῃ, τοῖς κινδύνοις, τοῖς δεσμωτηρίοις, ταῖς ἀπαγωγαῖς, τηγάνοις, ἐπιβουλαῖς, δήμοις, βασιλεῦσιν, οἰκείοις, ἀλλοτρίοις, ψευδαδέλφοις ἐπιβουλεύουσιν, ἀδελφοῖς ἀσθενοῦσιν, ἀλλοτρίοις ἀπερχομένοις, τοῖς οἰκείοις, τοῖς σκελιζομένοις; ποῦ ἤρκει τὸ σῶμα; ποῦ ἤρκει ἡ ψυχή; Ἅλυσιν περιέκειτο, δεσμωτήριον ᾤκει, ἐπιστολὰς ἔγραφεν· ἔνθεν ἐξεβάλλετο, ἐκεῖθεν ἐπεβουλεύετο· ἔνθεν ἄγγελοι Σατᾶν, ἐκεῖθεν ἄγγελος Σατᾶν, πολλοὶ ἄγγελοι τοῦ Σατᾶν, οἱ μὲν εἰς δεσμωτήριον, οἱ δὲ εἰς δικαστήρια.

Οὐκ ἤρκει, ἀπώλλυτο, ἡ ψυχὴ διεκόπτετο. Τοὺς κύνας οὐχ ἑώρα, καὶ ἐδάκνετο, ἐπεβουλεύετο πανταχόθεν. Προσέρχεται τῷ Θεῷ, καὶ λέγει αὐτῷ· ∆έομαί σου, ἀναπνεύσω μικρόν. Ποῦ ἀρκέσω; Ὁ ἄγγελος τοῦ Σατᾶν βάλλει με, οἱ ἐχθροὶ, οἱ ἐπίβουλοι, οἱ Ἕλληνες, οἱ Ἰουδαῖοι, ψευδάδελφοι, ἀσθενεῖς ἀδελφοί· ὠδίνω, καὶ γίνεται ἔκτρωμα· οὐ γεννῶ; καὶ ἄλλοι ἐπιβουλεύουσι· σήμερον εἰς δεσμωτήριον, εἰς θάλασσαν αὔριον, μετ' αὐτὰ εἰς πέλαγος, εἶτα εἰς λιμὸν, εἰς δῖψαν, εἰς γυμνότητα, εἰς τήγανα, εἰς καμί 59.515 νους, εἰς ὁδούς. Ποῦ ἀρκέσω; Μία ψυχὴ, ἓν σῶμα. ∆έομαί σου, ἄνες μοι, ἵνα μὴ κολαφίζωμαι. Οὐδὲν αὐτῷ ὁ Θεὸς ἀπεκρίνατο. Προσῆλθεν αὐτῷ δεύτερον· Ἄνες μοι, δέομαί σου, ἀναπνεύσω μικρόν· ἄνθρωπός εἰμι εἷς, καὶ τὴν οἰκουμένην μοι ἐνεχείρισας· ἄνθρωπός εἰμι εἷς, καὶ πάντες πανταχόθεν βάλλουσι βέλη. Προσῆλθεν αὐτῷ ἅπαξ, καὶ λέγει αὐτῷ· ∆έομαί σου, ἄνες μοι, ἵνα μὴ κολαφίζωμαι. Οὐδὲν αὐτῷ ἀπεκρίνατο ὁ Θεός. Προσῆλθεν αὐτῷ δεύτερον ναυτιῶν· καθάπερ γὰρ παγκρατιαστὴς μυρίους ἔχων δάκνοντας καὶ βάλλοντας τὴν κεφαλήν. Οὐκ ἀπεκρίνατο αὐτῷ τὸ δεύτερον. Προσῆλθεν αὐτῷ τὸ τρίτον· τότε αὐτῷ ἀπεκρίνατο. ∆ιὰ τί ἡ ἀναβολή; Ἵνα σὺ παιδευθῇς ἐκ πρώτης μὴ ἀναχωρεῖν· ἵνα σὺ παιδευθῇς, κἂν αἰτήσῃς τι τῶν ἀσυμφόρων, καὶ τὸ ἐναντίον λάβῃς, μὴ λυπηθῆναι. Αἰτεῖς πολλάκις, ὃ νομίζεις συμφέρειν, οὐ συμφέρει δέ. Ὁ Θεὸς οὐ τοῖς δάκρυσί σου προσέχει, ἀλλὰ τῇ δυστυχίᾳ. Ἐπεὶ καὶ παιδίον πολλάκις αἰτεῖ παρὰ τῆς μητρὸς ἄρτον· ἀλλ' εἴ τι βλαβερὸν, ὃ οὐ δεῖ αἰτῆσαι, οὐ δίδωσιν ἡ μήτηρ, οὔτε τῇ ὀδύνῃ προσέχει, ἀλλὰ τῇ ὠφελείᾳ. Καὶ ἰατρῷ παρενοχλεῖ συνεχῶς ὁ πυρέττων προσδοθῆναι αὐτῷ ψυχρὸν, καὶ οὐ δίδωσιν ὁ ἰατρός· οὐ γὰρ τῇ πρὸς τὸ παρὸν βλαπτούσῃ ἐπιθυμίᾳ προσέχει, ἀλλὰ τῇ πρὸς τὸ μέλλον λυσιτελούσῃ ὑγείᾳ. Οὕτω καὶ ὁ Παῦλος συμφέρον οὐκ ᾔδει αἰτῆσαι.

Ποίαν ἡμεῖς συγγνώμην ἔχομεν· εἰ μὲν ἀπονοηθεὶς προσῆλθεν αὐτῷ, λέγει αὐτῷ· Ἀναπνεύσω μικρὸν, ἀνεθῶ τῶν κινδύνων, δός μοι ἄδειαν μικράν· μόνος εἰμὶ, καὶ τὴν οἰκουμένην μοι ἐνεχείρισας. Ἅπαξ προσῆλθεν αὐτῷ, καὶ οὐδὲν εἶπε· δεύτερον προσῆλθε, τρίτον προσῆλθεν· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα. Ἵνα τί; Ἵνα ἀποστῇ ἀπ' ἐμοῦ ὁ ἄγγελος τοῦ Σατᾶν, οἱ ἀντικείμενοι. Τί ἐστιν; Ἵνα ἀπραγμόνως τὸ κήρυγμα κηρύξω, ἵνα μὴ ἔχω ἐπίβουλον, ἵνα μὴ ἔχω ἐχθρὸν, ἵνα μὴ μάστιγες, ἵνα μὴ κίνδυνοι, ἵνα μὴ δεσμωτήρια, ἵνα μὴ ἀπαγωγαὶ, ἵνα μὴ γυμνότης. Τούτῳ προσέρχομαι, τοῦτο παρακαλῶ. Ἔκαμ[ν]ον, ἐπόνησα, ἐταλαιπωρήθην,