1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

ἁρπάζων παρ' αὐτοῦ αὐτόν· μέτρου δὲ, παραδιδοὺς τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. Ἐπειδὴ γὰρ ἀκόρεστον τὸ θηρίον, καὶ οὐδέποτε λαμβάνει πλησμονὴν ἀπὸ τῶν ἡμετέρων σαρκῶν, ἵνα μὴ καθάπαξ ἀποκτείνῃ αὐτὸν, διὰ τοῦτο λέγει, Εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα μὴ τῆς ψυχῆς αὐτοῦ ἅψηται· ὅπερ ὁ Θεὸς λέγει τῷ Ἰὼβ, Ἄπελθε, πλῆξον αὐτοῦ τὴν σάρκα, τῆς δὲ ψυχῆς αὐτοῦ μὴ ἅψῃ, καὶ ὅρους τίθησι τῷ διαβόλῳ ὁ Θεός. Οὕτω καὶ ὁ δοῦλος τοῦ Θεοῦ, τῇ δυνάμει τοῦ Θεοῦ τὸν ∆εσπότην μιμούμενος, ἀπόφασιν αὐτῷ δίδωσιν, ἣν ὑπερβῆναι ὁ διάβολος οὐκ ἐτόλμησεν. Εἰ γὰρ ὑπερέβη, πρὸς Παῦλον ἴσχυσεν· ἐπεὶ καὶ τότε, ὅτε ἦν ἐν τῷ δεσμωτηρίῳ, τοιοῦτόν τι ἐργάσασθαι ἐβουλήθη ὁ διάβολος. Ἐπειδὴ γὰρ τὸ δεσμωτήριον ἐσαλεύθη, ἐπειδὴ τὰ δεσμὰ ἐλύθη, ἐπειδὴ ὁ δεσμοφύλαξ ἔξυπνος ἐγένετο, ἔλαβε μάχαιραν, ἵνα ἀνέλῃ ἑαυτὸν, τοῦ διαβόλου κατεπείγοντος ἀναιρεθῆναι αὐτόν. Ἐπειδὴ γὰρ ἔνδον ἦν ὁ ποιμὴν, ἵνα μὴ τὸ πρόβατον σωθῇ, ἦλθεν ὁ λύκος θηριάλωτον ποιῆσαι τὸ πρόβατον.

Ἀλλ' ὁ ποιμὴν, καίτοι δεδεμένος, κατέσχε, λέγων· Μηδὲν ποιήσῃς σαυτῷ κακόν. Ὢ φιλανθρωπία ποιμένος! δέδεται, καὶ τὸν δήσαντα ἐλεεῖ· ἀφῆκε τὰ ἑαυτοῦ, καὶ τὰ ἐκείνου μεριμνᾷ. Μηδὲν ποιήσῃς σεαυτῷ κακόν. Ὁρᾷς τὰς θύρας ἀνεῳγμένας, ἀλλ' ἐγὼ εὐγνώμων οἰκέτης· ἠνεῳγμέναι αἱ θύραι, ἀλλὰ μένω ἔνδον· ἕως ἄν σε διασώσω, οὐκ ἐξέρχομαι. ∆ιὰ τοῦτο εἰσῆλθον, ἵνα λύσας σε τῶν σειρῶν, ἀπαλλάξω σε ἁμαρτημάτων. Σὺ ἔδησας, ἐγὼ λύω, Μηδὲν ποιήσῃς σαυτῷ κακόν· πάντες γάρ ἐσμεν ἐνθάδε. Τί οὖν; Ὁ λύκος εἱστήκει βουλόμενος ἀποκτεῖναι, τὸ ξίφος ὠθῶν κατὰ τοῦ δεσμοφύλακος· ὁ ποιμὴν ἐβόησεν· ἤκουσεν ὁ λύκος, ἀφῆκε τὸ πρόβατον. Ἔλαβεν ὁ ποιμὴν θηριάλωτον μέλλον γενέσθαι. Καὶ τί ποιήσω, φησὶν, ἵνα σωθῶ; Βαπτίσθητι εἰς τὸ ὄνομα Χριστοῦ. Βαβαὶ, πῶς εὔκολος ἡ σωτηρία, ἄφατος ἡ φιλανθρωπία! Τὸν δεσμοφύλακα ἔσωσεν ὁ δεσμώτης, τὸ δεσμωτήριον ἐκκλησίαν εἰργάσατο. Πότε, φησὶ, βαπτισθῶ ἵνα σωθῶ; Ἡ φυλακὴ οὐ κωλύει, ὁ τόπος οὐκ ἐμποδίζει· χάρις ἐστὶν ἡ οὐ τόπου δεομένη, οὐ καιροῦ χρῄζουσα· γενέσθω καὶ τὸ δεσμωτήριον ἐκκλησία.

γʹ. Ὢ πῶς οὐδὲ οὗτος οὐδαμοῦ τῆς τέχνης τῆς ἑαυτοῦ ἐπελάθετο! ἀλλὰ

πανταχοῦ ἡλίευε, καὶ ἐν δικαστηρίῳ, καὶ ἐν θαλάσσῃ, καὶ ἐν νήσῳ, καὶ ἐν γῇ, καὶ ἐν ἐρήμῳ, καὶ ἐν οἰκουμένῃ. Ὁ μὲν γὰρ ἁλιεὺς, ἐὰν μὴ ἴδῃ θάλατταν, οὐχ ἁπλοῖ τὰ δίκτυα. Ἐπειδὴ δὲ οὗτος οὐκ αἰσθητὸς, ἀλλὰ νοερὸς, καὶ ἐν πλοίῳ ἡλίευε, καὶ ἐν ὄρει, καὶ ἐν πηγαῖς, καὶ ἐν ὁδοῖς, καὶ ἐν λειμῶσι, καὶ ἐν ποταμοῖς, καὶ οὐδεὶς τόπος κώλυμα ἐγένετο τῇ τέχνῃ Ἀλλ' ὅπερ ἔλεγον· κἂν γὰρ πολλὰς ποιήσωμαι τὰς διεξόδους, τοῦ ζητήματος οὐκ ἀποστήσομαι. Τί οὖν ἐστιν; Ὁ τοίνυν τοσαύτην ἔχων ἐξουσίαν, ὡς ἐπιτάττειν τῷ διαβόλῳ, καὶ ὅρους αὐτῷ τιθέναι, καὶ μέτρον τοῦ σκάμματος· οὗτος τῷ διαβόλῳ παραδίδοται; Οὐκ ἤκουσας τοῦ Χριστοῦ λέγοντος, ὅτι Πατεῖτε Ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ; τί οὖν ἐστι τὸ εἰρημένον, Ἐδόθη σκόλοψ τῇ σαρκί μου, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ; Ὅλη ἡ ἄγνοια ὡς ἐπὶ πολὺ ἐντεῦθεν γίνεται τοῖς πολλοῖς, ἐκ τοῦ μὴ εἰδέναι τὰ ἰδιώματα τῶν λέξεων, μηδὲ τὰς ἑρμηνείας αὐτῶν. Τὸ, κολαφίζειν, τινὲς ἐπὶ κεφαλῆς ἔλαβον μόνον· κολαφισμὸς δὲ λέγεται κάκωσις, ταπείνωσις. Ἐκολάφισεν αὐτὸν ἐχθρὸς αὐτοῦ, Ἐταπείνωσε· Τόδε τὸ πρᾶγμα, ἐκολάφισεν, ἀντὶ τοῦ, Ἐταπείνωσεν· οὐ μόνον γὰρ ἐπὶ κεφαλῆς λέγεται. Καὶ αὐτὸς κέχρηται τῇ λέξει πάλιν. Ἐπειδὴ γὰρ ἰδιώτης ἦν, τῇ συνήθει λέξει κέχρηται εἰς παράστασιν τῶν νοημάτων. Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἐπηρεαζόμεθα παρὰ τῶν ἐχθρῶν, ἐπιβουλευόμεθα, κωλυόμεθα, ἐμποδιζόμεθα, ἀδικούμεθα, τουτέστι, Κολαφιζόμεθα, κακουχούμεθα, μαστιγούμεθα, δεινὰ