1

 2

 3

 4

 5

 6

 7

 8

 9

5

πάσχομεν, ἐν δεσμωτηρίῳ ἐμβαλλόμεθα, ἀπαγόμεθα, ἐξοριζόμεθα, λιμῷ παραδιδόμεθα.

Ὅλην οὖν ταύτην τὴν κάκωσιν κολαφισμὸν ἐκάλεσε καὶ ταπείνωσιν. Πρόσεχε, καὶ μὴ παραδράμῃς αὐτό· χρείαν ἔχω τῆς ἑρμηνείας ἐν τῷ καιρῷ. Τί οὖν; Σαφῶς παρέξωμεν. Κάτεχε τὴν ἑρμηνείαν ἣν εἶπόν σοι, πρόσεχε τοῖς λεγομένοις. Ὁ τοίνυν κολαφισμὸς, τουτέστιν, ἡ ταπείνωσις ἡ παρὰ τῶν ἐχθρῶν γινομένη, εἴτε διὰ δεσμωτηρίου, εἴτε δι' ἀπαγωγῆς, εἴτε διὰ δικαστηρίου, εἴτε διὰ λιμοῦ, εἴτε διὰ οἱουδήποτε 59.512 πράγματος. Τί οὖν ἐστιν, Ἐν τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη σκόλοψ τῇ σαρκί μου, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ· ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἶπέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται; Πρόσεχε τίς ἐστιν οὗτος ὁ ἄγγελος τοῦ Σατᾶν. Οὐ γὰρ εἶπεν, Ἐδόθη μοι Σατανᾶς ἄγγελος, ἀλλ', Ἄγγελος Σατᾶν. Ἔθος τῇ Γραφῇ, ὃ πολλάκις μὲν εἴρηται, λεχθήσεται δὲ καὶ νῦν· Τὰ γὰρ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές· διδάσκω γὰρ, οὐκ ἐπίδειξιν παρέχομαι λόγων· φυτεύω, οὐχ ἁπλῶς παρέρχομαι.

Οὐκ εἰμὶ ὁδοιπόρος, ἀλλὰ σπόρον καταβάλλω. Ὁ μὲν γὰρ ὁδοιπόρος τρέχει, ἵνα τὴν ὁδὸν ἀνύσῃ· ὁ δὲ σπόρον καταβάλλων σκάπτει, εἶτα καταβάλλει τὸν κόκκον, εἶτα ἐπάγει τὴν γῆν, καὶ ἐν τῷ βάθει τίθησιν, ἵνα μὴ γυμνὸν προκείμενον τὸ σπέρμα γένηται πρόβολον τοῖς ἄνωθεν ὀρνέοις. Ὅπερ οὖν ὁ γεωργὸς ἐπὶ τῶν σπερμάτων, τοῦτο ἐγὼ ἐπὶ τῶν νοημάτων. Ὥσπερ γὰρ ἐπὶ τῶν σπερμάτων εἰσὶ κόρακες, οὕτως ἐπὶ τῶν νοημάτων εἰσὶ δαίμονες καὶ διάβολοι, καὶ φροντίδες βιωτικαί. ∆ιὰ τοῦτο αὐτὸ περιστέλλω, ἵνα ἐξελθὼν τῇ φροντίδι τῇ βιωτικῇ μὴ λάβῃ τοῦ διαβόλου. Ἐὰν μὲν γὰρ ἁπλώσω αὐτὸ, ἁρπάζεται· ἐὰν δὲ ἐν τῷ βάθει θῶ, διαφυλάττεται. Οὐ γὰρ χρεία καιροῦ, ἀλλὰ γνώμης· οὐ χρεία ὑετοῦ, ἀλλὰ προθυμίας. Μετὰ προθυμίας ἄκουσον, μετὰ σπουδῆς περίστειλον· καὶ οὐδεὶς αὐτὸ ἁρπάσαι δύναται.

Τί οὖν ἔλεγον ἔθος τῇ Γραφῇ; Τὰ ὀνόματα πολλαχοῦ ἀπὸ τῶν τρόπων τιθέναι, καὶ μὴ ἀπὸ τῆς προσηγορίας ἐκείνης καλεῖν τὸν ἄνθρωπον, ἀφ' ἧς ἔθηκαν οἱ γονεῖς ἀπ' ἀρχῆς· ἀλλὰ ἀπὸ τῆς προσηγορίας ἐκείνης, ἀφ' ἧς ἡ κακία ἢ ἡ ἀρετὴ δίδωσιν. Οἷόν τι λέγω· Ἐὰν ἴδῃ τινὰ ἀναίσχυντον, κύνα αὐτὸν καλεῖ, οὐ τῷ ἰδίῳ ὀνόματι, ἀλλὰ τῷ ὀνόματι τῆς κακίας· ἐὰν ἴδῃ τινὰ ἅρπαγα, λύκον αὐτὸν καλεῖ, οὐ τῷ ὀνόματι τῶν γονέων, ἀλλὰ τῇ πονηρίᾳ τῆς προσηγορίας· ἐὰν ἴδῃ ἕτερον πονηροῦ ἀνθρώπου ἔργα πράττοντα, ἀπ' ἐκείνου τοῦ ὀνόματος αὐτὸν καλεῖ. Ἀλλ' ἵνα μὴ ἁπλῶς αὐτὸ ἀποφαίνωμαι, καὶ ἀπόδειξιν παρέχω τῶν λεγομένων, μάρτυρας ὑμῖν εἰσαγαγεῖν βούλομαι. Ὅρασις ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, κατὰ τῆς Ἰουδαίας, καὶ κατὰτῆς Ἱερουσαλήμ. Ἐνταῦθα προσέχετε, Κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλήμ. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Οὐαὶ ἔθνος ἁμαρτωλόν! Τίσι ταῦτα; Τοῖς Ἰουδαίοις. Λαὸς πλήρης ἁμαρτιῶν. Λέγει αὐτῶν τὰς παρανομίας, τὰς ἁμαρτίας, τὸ ἀδιόρθωτον, τὴν τυραννίδα, τὴν τιμωρίαν. Ἀρχόμενος εἶπε, Κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ· καὶ πάλιν λέγει, Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, ὁ λαὸς Γομόῤῥας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Ἐὰν προσφέρητέ μοι σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοι ἐστί. Τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα μισεῖ ἡ ψυχή μου. Ποῖα σάββατα μεμίσηκε; ποίας νουμηνίας; ποῖα θυμιάματα; ποίους ταύρους; ποῖα πρόβατα; Σοδομηνοὶ οὐδὲν τούτων ᾔδεισαν· οἱ ἐν Σοδόμοις πρὸ Μωϋσέως ἐγένοντο. Σοδομηνοὶ πρὸ τοῦ Ἀβραὰμ ἦσαν, Σοδομηνοὶ ἀπὸ Λὼτ ἦσαν, Σοδομηνοὶ ἀπώλοντο. Σοδομηνοῖς διαλέγεται τοῖς καυθεῖσι, τοῖς