1

 2

 3

 4

 5

 6

 7

 8

 9

6

ἀπολωλόσιν; Ἐνταῦθα εἶπε, Κατὰ Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ· ἦλθεν ἐπὶ Σόδομα· ἔδωκε δίκην. Τίνι διαλέγεται; Ἀνακόλουθα τὰ εἰρημένα, ἐὰν μὴ ἴδῃς τὴν ἑρμηνείαν τῶν λέξεων· ἐὰν δὲ μάθῃς, εὑρίσκεις τὴν ἀκολουθίαν. Οὐ γὰρ Σοδομηνοῖς διαλέγεται, ἀλλὰ Ἰουδαίοις, Σοδομηνοὺς αὐτοὺς καλῶν.

Ἐπειδὴ τὸν τρόπον αὐτῶν ἐκληρονόμησαν, καὶ τὸ ὄνομα αὐτοῖς ἐπιτίθησι. Σοδομηνοὶ, οἱ τὰ ἐκείνων ἀκούοντες. Πάλιν ἀλλαχοῦ· Κύνες ἐνεοὶ οἱ Ἰουδαῖοι, οὐ δυνάμενοι ὑλακτεῖν· οὐκ ἐπειδὴ εἰς κύνα μετέπεσαν τὴν φύσιν, ἀλλ' ἐπειδὴ εἰς κύνας τὴν προαίρεσιν. Ἰωάννης ὁ τῆς ἐρήμου πολίτης, τὸ φρόνημα τὸ ὑψηλὸν, ἡ γνώμη ἡ ἀχείρωτος, ὁ κάτω βαδίζων, καὶ τῆς οὐρανίας ἁψῖδος ἁπτόμενος, ὁ τῆς στείρας καρπὸς, ἡ τῆς ἀφωνίας τοῦ πατρὸς λύσις, ἡ φωνὴ τοῦ ἀφώνου, ὁ ἐν τῇ ἐρήμῳ βοῶν, ἐν τῇ μήτρᾳ (ἡ γὰρ μήτρα ἔρημος, στεῖρα γὰρ ἦν), ὁ διπλοῦς κήρυξ, καταφρονῶν παίδων, κατεξανιστά 59.513 μενος τῶν ὁρωμένων, ἦλθε πρὸς Ἰουδαίους, καὶ λέγει αὐτοῖς· Ὄφεις, γεννήματα ἐχιδνῶν· οὐκ ἐπειδὴ ὄφεις ἦσαν τὴν φύσιν, ἀλλ' ἐπειδὴ δολεροὶ τὴν προαίρεσιν. Ἄλλος πάλιν προφήτης· Ἵπποι θηλυμανεῖς ἐγένοντο· ἕκαστος πρὸς τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν. Ἵπποις οὖν διαλέγεται; Οὐχὶ, ἀλλὰ τοῖς ἀσελγέσι, τοῖς ἀκολάστοις ἀνθρώποις. Αὐτὸς ὁ Χριστὸς τοῖς Ἰουδαίοις· Ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστέ. Τέκνα οὖν τοῦ διαβόλου, καὶ τὴν φύσιν εἶχον τοῦ διαβόλου; Οὐχὶ, ἀλλὰ τὴν προαίρεσιν ἐμιμήσαντο, καὶ τὸ ὄνομα αὐτοῦ ἔλαβον. Καὶ λέγει ἑρμηνεύων αὐτό· Ὑμεῖς υἱοὶ τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν· ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπ' ἀρχῆς Κατέχετε τὸν κανόνα, ὅτι κύνες οἱ ἀναίσχυντοι, ὅτι λύκοι οἱ ἅρπαγες, ὅτι ὄφεις οἱ δολεροὶ, ὅτι ἀσπίδες οἱ ὕπουλοι, ὄνοι οἱ ἀνόητοι, ἵπποι θηλυμανεῖς οἱ ἀσελγεῖς καὶ ἀκόλαστοι, κορῶναι οἱ ἀκάθαρτοι, Σοδομηνοὶ οἱ τὰ ἐκείνων ζηλοῦντες, οἱ τὰς πράξεις ἐκείνων μιμούμενοι. Ἡ τοίνυν φύσις οὐκ ἔστι πονηρὰ, ἀλλ' ἡ γνώμη ἐστὶν ἡ διεφθαρμένη.

Κατέχετε μετὰ ἀκριβείας· προσέχετε, ὅτι τὰ ὀνόματα ἀπὸ τῶν τρόπων τίθενται, καὶ αἱ προσηγορίαι ἀπὸ τῆς γνώμης. Καὶ τοῦτο οὐκ ἐν τῇ Γραφῇ, ἀλλὰ καὶ ἐν τῇ συνηθείᾳ τῇ κοινῇ. Ἐὰν ἴδωμεν σήμερον ἄνθρωπον ἥμερον, λέγομεν· Πρόβατον ὁ ἄνθρωπος· ἐὰν ἴδωμέν τινα ἀναισχυντοῦντα, λέγομεν, Μὴ γὰρ ἄνθρωπος; κύων ἐστίν· ἐὰν ἴδωμεν δολερὸν, Ὄφις ὁ ἄνθρωπος. Ὁρᾷς ὅτι καὶ ἡ κοινὴ συνήθεια τοῦτον οἶδε τὸν νόμον; Ἐὰν ἴδωμεν πολλαῖς πονηρίαις γέμοντα ἄνθρωπον, λέγομεν· Σατανᾶς· οὐκ ἐπειδὴ Σατανᾶς, οὐδὲ κατὰ τὴν φύσιν κοινωνὸς αὐτοῦ ἐστιν, ἀλλὰ τῇ γνώμῃ, ἐπειδὴ ζηλοῖ κατὰ ἀνθρωπίνην δύναμιν τὰ ἐκείνου. Οὐκοῦν τὰ ὀνόματα ἀπὸ τῶν τρόπων. Ὅταν οὖν ἀκούσῃς καὶ Παύλου λέγοντος, Ἐδόθη σκόλοψ τῇ σαρκί μου, ἄγγελος Σατᾶν, μὴ τὸν διάβολον νόμιζε, ἀλλὰ τοὺς τὰ διαβόλου ἐργαζομένους, τοὺς Ἕλληνας, τοὺς Ἰουδαίους, τοὺς δαίμονας· οἷος τότε δαίμων ἄγγελος Σατᾶν, Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο. Ἄγγελος Σατᾶν· τὰ γὰρ τοῦ Σατανᾶ ἔπραττεν. Οἷοι ἦσαν οἱ ἐμβαλόντες αὐτὸν εἰς τὸ δεσμωτήριον, οἷοι ἦσαν οἱ μαστίζοντες αὐτόν. Ἀνθρώπους οὖν ἀγγέλους τοῦ Σατανᾶ, τοὺς τὰ τοῦ Σατανᾶ ἐργαζομένους, τοὺς ἐκκόπτοντας τὸ Εὐαγγέλιον, τοὺς ἐμποδίζοντας τὸ κήρυγμα, τοὺς μαστίζοντας αὐτὸν, τοὺς ἐλαύνοντας. Πρόσεχε· ὅλον ἐλύθη τὸ νόημα.

δʹ. Προσέχετε μετὰ ἀκριβείας, ἵνα εἰδῆτε καὶ τὸν λέγοντα κάμνοντα, καὶ

Παῦλον ἀνθρώπινα πάσχοντα. Ἐπειδὴ γὰρ ὁ Χριστὸς ἀνέβη, καὶ τὸ κήρυγμα αὐτοῖς ἐνεχείρισε καὶ τὴν πρεσβείαν τὴν καλήν. Ὁ γὰρ Χριστὸς πρεσβευτὴς ἦλθε πρὸς ἡμᾶς παρὰ τοῦ Πατρὸς ἀποσταλεὶς πρεσβεῦσαι εἰρήνην. Πόλεμος γὰρ ἦν ἀνθρώποις πρὸς τὸν Θεόν· καὶ ἔπεμψε πρεσβευτὴν, οὐ δοῦλον, ἀλλὰ Υἱόν. Ὢ κηδεμονία τοῦ ἀποσταλέντος! ὢ φιλανθρωπία τοῦ ἀποστείλαντος! Ἀποστείλαντος καὶ