Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον.

 1 Ἐκ πολλῶν ἐτῶν ὄντα σε Χριστιανόν, καὶ ἐκ προγόνων φιλόθεον ἐπιστάμενος, εὐθύμως τὰ περὶ ἐμαυτοῦ νῦν ἀπολογοῦμαι· τοῖς γὰρ τοῦ μακαρίου Παύλου λόγοι

 2 Περὶ δὲ τῆς διαβολῆς τῆς κατ' ἐμοῦ γενομένης παρὰ τῇ σῇ φιλανθρωπίᾳ διὰ τὸν εὐσεβέστατον Αὔγουστον καὶ μακαρίας μνήμης καὶ αἰωνίου Κώνσταντα τὸν ἀδε

 3 Αἰσχύνομαι μὲν οὖν ἀληθῶς καὶ ἀπολογούμενος περὶ τοιούτων, περὶ ὧν οὐδὲ αὐτὸν οἶμαι τὸν κατήγορον ἔτι παρόντων ἡμῶν μνημονεύσειν. Οἶδε γὰρ ἀκριβῶς ὅ

 4 Ἐξελθὼν ἀπὸ τῆς Ἀλεξανδρείας, οὐκ εἰς τὸ στρατόπεδον τοῦ ἀδελφοῦ σου, οὐδὲ πρὸς ἄλλους τινὰς ἢ μόνον εἰς τὴν Ῥώμην ἀνῆλθον. καὶ τῇ Ἐκκλησίᾳ τὰ κατ'

 5 Ποῖον τοίνυν τόπον, ἢ τίνα χρόνον φησὶν ὁ κατήγορος, ἐν ᾧ τοιαῦτά με εἰρηκέναι διέβαλεν; ἢ τίνος παρόντος ἐμάνην φθέγξασθαι τοιαῦτα οἷα ὡς εἰπόντος

 6 Περὶ δὲ τῆς ἑτέρας διαβολῆς, εἰ ἔγραψα τῷ τυράννῳ (τοὔνομα γὰρ οὐδὲ λέγειν βούλομαι), παρακαλῶ, ὡς θέλεις καὶ δι' ὧν ἂν δοκιμάσῃς, ἐξέταζε καὶ ἀνάκρ

 7 Ἄρ' οὐχὶ καὶ τὸ μόνον ὑποπτεύειν περὶ τούτων τὸν κατήγορον ἐστὶ μανικόν; Τί γάρ με πάλιν θαρρεῖν ἔπειθεν αὐτῷ; Ποίαν αὐτοῦ διάθεσιν ἔβλεπον ἀσφαλῆ;

 8 Τοιούτῳ με φίλον ὁ διαβαλὼν ἐνόμισε γεγενῆσθαι· ἢ τάχα οὐδὲ νενόμικεν, ἀλλ' ὡς ἐχθρὸς ἀπιθάνως ἐπλάσατο· οἶδε γὰρ ἀκριβῶς, ὅτι κατεψεύσατο. Ἐβουλόμη

 9 Ἐγὼ μὲν οὖν, ἐπὶ τούτῳ ξενιζόμενος, ὅσα χρὴ λέγειν ἀπολογούμενον ἀπορῶ· καὶ μόνον ἐμαυτοῦ μυρίους καταψηφίζομαι θανάτους, ἐὰν καὶ ὅλως κἂν ὑποψία τι

 10 Τοῦτο οὖν δεδιὼς φρονοῦντας ἐκείνους, καὶ οὐ μᾶλλον ηὐχόμην περὶ τῆς σῆς φιλανθρωπίας; καὶ τὸν μὲν φονεύσαντα ἐκεῖνον ἠγάπων, εἰς σὲ δέ, τὸν ἀδελφὸ

 11 Ὅτι μὲν οὖν μήτε ἔγραψά ποτε ἐκείνῳ, μήτε ἐδεξάμην ποτὲ παρ' αὐτοῦ, μάρτυρα τὸν Θεὸν καὶ τὸν τούτου Λόγον τὸν μονογενῆ αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰ

 12 Εἰ μὲν οὖν παρ' ἄλλοις ἤμην διαβληθείς, τὴν σὴν εὐσέβειαν ἐπεκαλούμην ὡς ὁ Ἀπόστολος ἐπεκαλέσατο τότε τὸν Καίσαρα καὶ πέπαυται τῶν ἐχθρῶν ἡ κατ' αὐ

 13 ∆ιὰ ταῦτα πάντα τὰ πανταχοῦ τῶν Ἐκκλησιῶν τετάρακται. Καὶ προφάσεις μὲν ἐπενόησαν, ἐπίσκοποι δὲ τηλικοῦτοι καὶ πολυετεῖς ἐξωρίσθησαν, διὰ τὴν πρὸς

 14 Ἐπειδὴ δὲ καὶ περὶ τῆς μεγάλης ἐκκλησίας κατειρήκασιν, ὡς δὴ συνάξεως ἐκεῖ γενομένης πρὶν αὐτὴν τελειωθῆναι· φέρε καὶ περὶ τούτου πάλιν ἀπολογήσομα

 15 Πίστευε γὰρ, βασιλεῦ, καὶ περὶ τούτου πάλιν μάρτυρα δέξαι τὴν ἀλήθειαν· ὅτι ἐν ταῖς συνάξεσι τῆς Τεσσαρακοστῆς, διὰ τὸ τῶν τόπων στενὸν καὶ τὸ πολὺ

 16 Ἐγὼ δὲ τὸν κατειπόντα πάλιν περὶ τούτου ἐρωτῆσαι βούλομαι, ποῦ νόμιμον ἦν εὔχεσθαι τὸν λαὸν, ἐν ἐρήμοις, ἢ ἐν οἰκοδομουμένῳ τόπῳ τῆς εὐχῆς; Ποῦ πρέ

 17 Τὴν γοῦν ἑτέραν καὶ ὑπολειπομένην ἀντιλογίαν αὐτοῦ βούλομαι προλαβεῖν. Ὁ μὲν γὰρ κατειρηκώς φησιν· Οὔπω τετελείωτο τὸ ἔργον, καὶ οὐκ ἐχρῆν εὐχὰς γε

 18 Ἐγὼ μὲν οὖν καὶ ταῦτα πρὸς τὸν κατειπόντα ἀποδύρομαι· σὺ δέ, θεοφιλέστατε Αὔγουστε, ζήσειας πολλαῖς ἐτῶν περιόδοις καὶ τὰ ἐγκαίνια ἐπιτελέσειας. Αἱ

 19 ∆ὸς δὴ καὶ τὴν ἄλλην ἴδωμεν διαβολήν, καὶ συγχώρησον ἀπολογήσασθαι καὶ περὶ αὐτῆς. Τετολμήκασι γὰρ καὶ τοῦτο διαβάλλειν, ὡς ἀντιστάντος ἐμοῦ τοῖς σ

 20 Πόθεν δὲ ἆρα καὶ ταύτην τὴν ἐπιστολὴν εὗρον οἱ κατειρηκότες; ἐβουλόμην παρ' αὐτῶν ἀκοῦσαι, τίς αὐτοῖς καὶ ταύτην ἐπιδέδωκε. Ποίησον αὐτοὺς ἀποκρίνα

 21 ∆ιὰ τοῦτο τοίνυν κἀγώ, ἐπειδὴ ἐκ διαβολῆς ἦν ἡ ἐπιστολὴ καὶ οὐκ εἶχεν οὐδὲ τοῦ ἐλθεῖν πρόσταξιν, ἔγνων, ὅτι προαίρεσις οὐκ ἦν τῆς σῆς εὐσεβείας ἐλθ

 22 Μοντάνου τοίνυν ἀποδημήσαντος, ἦλθε ∆ιογένης ὁ νοτάριος μετὰ ἓξ καὶ εἴκοσι μῆνας· καὶ οὔτε αὐτὸς ἐπιστολὴν ἀπεδίδου, οὔτε ἑωράκαμεν ἀλλήλους, οὔτε

 23 Ἀντίγραφον ἐπιστολῆς οὕτως ἔχον· Κωνστάντιος Νικητὴς Αὔγουστος Ἀθανασίῳ. Εὔχεσθαί με ἀεὶ ὥστε πάντα αἴσια ἀποβαίνειν τῷ ποτε ἀδελφῷ ἐμῷ Κωνστάντι,

 24 Περὶ ταύτης, ἐκεῖνοι μὲν καὶ τοῖς δικασταῖς εἰρήκασιν· ἐγὼ δὲ ταύτην τὴν ἐπιστολὴν ἔχων, ἆρ' οὐκ εἰκότως ἀπῄτουν γράμματα, καὶ οὐ προσεῖχον προφάσε

 25 Πάντες δὲ ἠξίουν γράμματα δειχθῆναι τῆς σῆς εὐσεβείας. Καὶ φάσις μὲν γὰρ μόνη παρὰ βασιλέως τὴν αὐτὴν ἔχει δύναμιν τοῖς γραφομένοις, ὅταν μάλιστα τ

 26 Τί τοίνυν οὕτως ἐβουλεύοντο, ἢ διὰ τί μετὰ δόλου ἐνεδρεύειν ἐπεχείρουν, ἐξὸν καὶ κελεῦσαι καὶ γράψαι; Βασιλέως γὰρ πρόσταξις μεγάλην ἔχει παρρησίαν

 27 Ταῦτα συνορῶν, οὐ κατεγίνωσκον ἐμαυτοῦ, ἀλλὰ καὶ ταύτην ἔχων τὴν ἀπολογίαν, ἠπειγόμην πρὸς τὴν σὴν εὐσέβειαν, εἰδὼς τὴν σὴν φιλανθρωπίαν, διὰ μνήμη

 28 Τὰ δὲ ἄλλα τὰ γενόμενα ἴσως μὲν ἄπιστα νομισθήσεται, καὶ πάντας ἐκπλήξει διὰ τὴν ὑπερβολὴν τοῦ μύσους. Ἀναγκαῖον δὲ ὅμως εἰπεῖν, ἵνα ἡ σὴ φιλόχριστ

 29 Τοιούτων οὖν ὄντων τῶν θρυλουμένων, καὶ τῶν πραγμάτων ἄνω καὶ κάτω πάντων ἀνατετραμμένων, ὅμως οὐκ ἀπέστην ἐγὼ τῆς προθυμίας, ἀλλὰ πάλιν εἰχόμην τῆ

 30 Ἀντίγραφον ἐπιστολῆς· Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς Ἀλεξανδρεῦσιν. Ἡ μὲν πόλις τὸ πάτριον σχῆμα φυλάττουσα, καὶ τῆς τῶν οἰκιστῶν ἀρετῆς μεμ

 31 Ἃ δὲ καὶ Φρουμεντίου χάριν τοῦ ἐπισκόπου τῆς Αὐξούμεως γέγραπται τοῖς ἐκεῖ τυράννοις, ἔστι ταῦτα· Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς Ἀϊζανᾷ καὶ

 32 Ταῦτα ἀκούων ἐγὼ καὶ σχεδὸν βλέπων ἀφ' ὧν οἱ ἀπαγγέλλοντες ὠδύροντο, ὁμολογῶ, πάλιν εἰς τὴν ἔρημον ὑπέστρεψα, τοῦτο λογισάμενος ὅπερ καὶ ἡ σὴ θεοσέ

 33 Ὁ τοῦ Θεοῦ Υἱὸς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστός, ἄνθρωπος γενόμενος δι' ἡμᾶς, καὶ καταργήσας τὸν θάνατον, ἐλευθερώσας τε τὸ γένος ἡμῶν ἀπὸ τ

 34 Τοιούτων δὲ πάλιν καὶ τοσούτων γενομένων παρὰ τῶν Ἀρειανῶν, οὐκ ἐσφάλην ἄρα πεισθεὶς τῇ θείᾳ Γραφῇ λεγούσῃ· «Ἀλλ' ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως

 35 Οὐκοῦν βέλτιον γέγονε τὸ κρυβῆναι, καὶ τοῦτον ἐκδέξασθαι τὸν καιρόν. Ναὶ οἶδα ὅτι καὶ σύ, γινώσκων τὰς θείας Γραφάς, ἐπινεύεις καὶ ἀποδέχῃ με τοῦτο

11. Challenge to the accusers as to the alleged letter.

Now I have already called upon God, and His Word, the Only-begotten Son our Lord Jesus Christ, to witness for me, that I have never written to that man, nor received letters from him. And as to my accuser, give me leave to ask him a few short questions concerning this charge also. How did he come to the knowledge of this matter? Will he say that he has got copies of the letter? for this is what the Arians laboured to prove. Now in the first place, even if he can shew writing resembling mine, the thing is not yet certain; for there are forgers, who have often imitated the hand37    Apol. Ar. 45. even of you who are Emperors. And the resemblance will not prove the genuineness of the letter, unless my customary amanuensis shall testify in its favour. I would then again ask my accusers, Who provided you with these copies? and whence were they obtained? I had my writers38    Vid. Rom. xvi. 22. Lucian is spoken of as the amanuensis of the Confessors who wrote to S. Cyprian, Ep. 16. Ed. Ben. Jader perhaps of Ep. 80. [Epp. 23, 79, Hartel.] S. Jerome was either secretary or amanuensis to Pope Damasus, vid. Ep. ad Ageruch. (123. n. 10. Ed. Vallars.) vid. Lami de Erud. 24, Ap. p. 258., and he his servants, who received his letters from the bearers, and gave them into his hand. My assistants are forthcoming; vouchsafe to summon the others (for they are most probably still living), and enquire concerning these letters. Search into the matter, as though Truth were the partner of your throne. She is the defence of Kings, and especially of Christian Kings; with her you will reign most securely, for holy Scripture says, ‘Mercy and truth preserve the king, and they will encircle his throne in righteousness39    Prov. xx. 28..’ And the wise Zorobabel gained a victory over the others by setting forth the power of Truth, and all the people cried out, ‘Great is the truth, and mighty above all things40    1 Esdr. iv. 41..’

11 Ὅτι μὲν οὖν μήτε ἔγραψά ποτε ἐκείνῳ, μήτε ἐδεξάμην ποτὲ παρ' αὐτοῦ, μάρτυρα τὸν Θεὸν καὶ τὸν τούτου Λόγον τὸν μονογενῆ αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐπεκαλεσάμην· τὸν δὲ κατειπόντα, καὶ περὶ τούτου συγχώρησον ἐρωτηθῆναι δι' ὀλίγων, πόθεν εἰς τοῦτο παρῆλθεν; Ἐπιστολῆς ἀντίγραφα φήσειεν ἔχειν; τοῦτο γὰρ ἀπέκαμον οἱ Ἀρειανοὶ θρυλοῦντες. Πρῶτον μὲν οὖν κἂν τὰ γράμματα τοῖς ἡμετέροις ὅμοια δεικνύῃ, οὔπω τὸ ἀσφαλὲς ἔχει· πλαστογράφοι γὰρ εἰσὶν οἵτινες καὶ τὰς ὑμῶν τῶν βασιλέων χεῖρας πολλάκις ἐμιμήσαντο· καὶ οὐχ ἡ μίμησις παρέχει τοῖς γράμμασι τὸ κῦρος, ἐὰν μὴ καὶ οἱ τὰ τοιαῦτα γράφειν εἰωθότες μαρτυρῶσι ταῖς ἐπιστολαῖς. Τοῦτο τοίνυν καὶ τοὺς διαβαλόντας πάλιν ἐρωτῆσαι βούλομαι, τίς ὁ παρασχὼν ταῦτά ποτε, καὶ πόθεν εὑρέθη ταῦτα· καὶ γὰρ κἀγὼ τοὺς γράφοντας εἶχον, κἀκεῖνος πάλιν τοὺς λαμβάνοντας παρὰ τῶν κομιζόντων καὶ ἐπιδιδόντας αὐτῷ. Οἱ μὲν οὖν ἡμέτεροι πάρεισι· καταξίωσον δὲ κἀκείνους καλέσαι· ζῇν γὰρ πάντως ἔξεστιν αὐτούς· καὶ μάθε περὶ τούτων τῶν γραμμάτων, ἐξέτασον ὡς ἀληθείας σοι συμπαρούσης. αὕτη γὰρ βασιλέων, καὶ μάλιστα χριστιανῶν, ἐστὶ φυλακτήριον· μετὰ ταύτης βασιλεύειν ὑμᾶς ἐστιν ἀσφαλὲς λεγούσης τῆς θείας Γραφῆς· «Ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ βασιλεῖ, καὶ περικυκλώσει ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ». Ταύτην προβαλὼν Ζοροβάβελ ὁ σοφὸς νενίκηκε· καὶ πᾶς ὁ λαὸς ἐφώνησε· «Μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει».