Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον.

 1 Ἐκ πολλῶν ἐτῶν ὄντα σε Χριστιανόν, καὶ ἐκ προγόνων φιλόθεον ἐπιστάμενος, εὐθύμως τὰ περὶ ἐμαυτοῦ νῦν ἀπολογοῦμαι· τοῖς γὰρ τοῦ μακαρίου Παύλου λόγοι

 2 Περὶ δὲ τῆς διαβολῆς τῆς κατ' ἐμοῦ γενομένης παρὰ τῇ σῇ φιλανθρωπίᾳ διὰ τὸν εὐσεβέστατον Αὔγουστον καὶ μακαρίας μνήμης καὶ αἰωνίου Κώνσταντα τὸν ἀδε

 3 Αἰσχύνομαι μὲν οὖν ἀληθῶς καὶ ἀπολογούμενος περὶ τοιούτων, περὶ ὧν οὐδὲ αὐτὸν οἶμαι τὸν κατήγορον ἔτι παρόντων ἡμῶν μνημονεύσειν. Οἶδε γὰρ ἀκριβῶς ὅ

 4 Ἐξελθὼν ἀπὸ τῆς Ἀλεξανδρείας, οὐκ εἰς τὸ στρατόπεδον τοῦ ἀδελφοῦ σου, οὐδὲ πρὸς ἄλλους τινὰς ἢ μόνον εἰς τὴν Ῥώμην ἀνῆλθον. καὶ τῇ Ἐκκλησίᾳ τὰ κατ'

 5 Ποῖον τοίνυν τόπον, ἢ τίνα χρόνον φησὶν ὁ κατήγορος, ἐν ᾧ τοιαῦτά με εἰρηκέναι διέβαλεν; ἢ τίνος παρόντος ἐμάνην φθέγξασθαι τοιαῦτα οἷα ὡς εἰπόντος

 6 Περὶ δὲ τῆς ἑτέρας διαβολῆς, εἰ ἔγραψα τῷ τυράννῳ (τοὔνομα γὰρ οὐδὲ λέγειν βούλομαι), παρακαλῶ, ὡς θέλεις καὶ δι' ὧν ἂν δοκιμάσῃς, ἐξέταζε καὶ ἀνάκρ

 7 Ἄρ' οὐχὶ καὶ τὸ μόνον ὑποπτεύειν περὶ τούτων τὸν κατήγορον ἐστὶ μανικόν; Τί γάρ με πάλιν θαρρεῖν ἔπειθεν αὐτῷ; Ποίαν αὐτοῦ διάθεσιν ἔβλεπον ἀσφαλῆ;

 8 Τοιούτῳ με φίλον ὁ διαβαλὼν ἐνόμισε γεγενῆσθαι· ἢ τάχα οὐδὲ νενόμικεν, ἀλλ' ὡς ἐχθρὸς ἀπιθάνως ἐπλάσατο· οἶδε γὰρ ἀκριβῶς, ὅτι κατεψεύσατο. Ἐβουλόμη

 9 Ἐγὼ μὲν οὖν, ἐπὶ τούτῳ ξενιζόμενος, ὅσα χρὴ λέγειν ἀπολογούμενον ἀπορῶ· καὶ μόνον ἐμαυτοῦ μυρίους καταψηφίζομαι θανάτους, ἐὰν καὶ ὅλως κἂν ὑποψία τι

 10 Τοῦτο οὖν δεδιὼς φρονοῦντας ἐκείνους, καὶ οὐ μᾶλλον ηὐχόμην περὶ τῆς σῆς φιλανθρωπίας; καὶ τὸν μὲν φονεύσαντα ἐκεῖνον ἠγάπων, εἰς σὲ δέ, τὸν ἀδελφὸ

 11 Ὅτι μὲν οὖν μήτε ἔγραψά ποτε ἐκείνῳ, μήτε ἐδεξάμην ποτὲ παρ' αὐτοῦ, μάρτυρα τὸν Θεὸν καὶ τὸν τούτου Λόγον τὸν μονογενῆ αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰ

 12 Εἰ μὲν οὖν παρ' ἄλλοις ἤμην διαβληθείς, τὴν σὴν εὐσέβειαν ἐπεκαλούμην ὡς ὁ Ἀπόστολος ἐπεκαλέσατο τότε τὸν Καίσαρα καὶ πέπαυται τῶν ἐχθρῶν ἡ κατ' αὐ

 13 ∆ιὰ ταῦτα πάντα τὰ πανταχοῦ τῶν Ἐκκλησιῶν τετάρακται. Καὶ προφάσεις μὲν ἐπενόησαν, ἐπίσκοποι δὲ τηλικοῦτοι καὶ πολυετεῖς ἐξωρίσθησαν, διὰ τὴν πρὸς

 14 Ἐπειδὴ δὲ καὶ περὶ τῆς μεγάλης ἐκκλησίας κατειρήκασιν, ὡς δὴ συνάξεως ἐκεῖ γενομένης πρὶν αὐτὴν τελειωθῆναι· φέρε καὶ περὶ τούτου πάλιν ἀπολογήσομα

 15 Πίστευε γὰρ, βασιλεῦ, καὶ περὶ τούτου πάλιν μάρτυρα δέξαι τὴν ἀλήθειαν· ὅτι ἐν ταῖς συνάξεσι τῆς Τεσσαρακοστῆς, διὰ τὸ τῶν τόπων στενὸν καὶ τὸ πολὺ

 16 Ἐγὼ δὲ τὸν κατειπόντα πάλιν περὶ τούτου ἐρωτῆσαι βούλομαι, ποῦ νόμιμον ἦν εὔχεσθαι τὸν λαὸν, ἐν ἐρήμοις, ἢ ἐν οἰκοδομουμένῳ τόπῳ τῆς εὐχῆς; Ποῦ πρέ

 17 Τὴν γοῦν ἑτέραν καὶ ὑπολειπομένην ἀντιλογίαν αὐτοῦ βούλομαι προλαβεῖν. Ὁ μὲν γὰρ κατειρηκώς φησιν· Οὔπω τετελείωτο τὸ ἔργον, καὶ οὐκ ἐχρῆν εὐχὰς γε

 18 Ἐγὼ μὲν οὖν καὶ ταῦτα πρὸς τὸν κατειπόντα ἀποδύρομαι· σὺ δέ, θεοφιλέστατε Αὔγουστε, ζήσειας πολλαῖς ἐτῶν περιόδοις καὶ τὰ ἐγκαίνια ἐπιτελέσειας. Αἱ

 19 ∆ὸς δὴ καὶ τὴν ἄλλην ἴδωμεν διαβολήν, καὶ συγχώρησον ἀπολογήσασθαι καὶ περὶ αὐτῆς. Τετολμήκασι γὰρ καὶ τοῦτο διαβάλλειν, ὡς ἀντιστάντος ἐμοῦ τοῖς σ

 20 Πόθεν δὲ ἆρα καὶ ταύτην τὴν ἐπιστολὴν εὗρον οἱ κατειρηκότες; ἐβουλόμην παρ' αὐτῶν ἀκοῦσαι, τίς αὐτοῖς καὶ ταύτην ἐπιδέδωκε. Ποίησον αὐτοὺς ἀποκρίνα

 21 ∆ιὰ τοῦτο τοίνυν κἀγώ, ἐπειδὴ ἐκ διαβολῆς ἦν ἡ ἐπιστολὴ καὶ οὐκ εἶχεν οὐδὲ τοῦ ἐλθεῖν πρόσταξιν, ἔγνων, ὅτι προαίρεσις οὐκ ἦν τῆς σῆς εὐσεβείας ἐλθ

 22 Μοντάνου τοίνυν ἀποδημήσαντος, ἦλθε ∆ιογένης ὁ νοτάριος μετὰ ἓξ καὶ εἴκοσι μῆνας· καὶ οὔτε αὐτὸς ἐπιστολὴν ἀπεδίδου, οὔτε ἑωράκαμεν ἀλλήλους, οὔτε

 23 Ἀντίγραφον ἐπιστολῆς οὕτως ἔχον· Κωνστάντιος Νικητὴς Αὔγουστος Ἀθανασίῳ. Εὔχεσθαί με ἀεὶ ὥστε πάντα αἴσια ἀποβαίνειν τῷ ποτε ἀδελφῷ ἐμῷ Κωνστάντι,

 24 Περὶ ταύτης, ἐκεῖνοι μὲν καὶ τοῖς δικασταῖς εἰρήκασιν· ἐγὼ δὲ ταύτην τὴν ἐπιστολὴν ἔχων, ἆρ' οὐκ εἰκότως ἀπῄτουν γράμματα, καὶ οὐ προσεῖχον προφάσε

 25 Πάντες δὲ ἠξίουν γράμματα δειχθῆναι τῆς σῆς εὐσεβείας. Καὶ φάσις μὲν γὰρ μόνη παρὰ βασιλέως τὴν αὐτὴν ἔχει δύναμιν τοῖς γραφομένοις, ὅταν μάλιστα τ

 26 Τί τοίνυν οὕτως ἐβουλεύοντο, ἢ διὰ τί μετὰ δόλου ἐνεδρεύειν ἐπεχείρουν, ἐξὸν καὶ κελεῦσαι καὶ γράψαι; Βασιλέως γὰρ πρόσταξις μεγάλην ἔχει παρρησίαν

 27 Ταῦτα συνορῶν, οὐ κατεγίνωσκον ἐμαυτοῦ, ἀλλὰ καὶ ταύτην ἔχων τὴν ἀπολογίαν, ἠπειγόμην πρὸς τὴν σὴν εὐσέβειαν, εἰδὼς τὴν σὴν φιλανθρωπίαν, διὰ μνήμη

 28 Τὰ δὲ ἄλλα τὰ γενόμενα ἴσως μὲν ἄπιστα νομισθήσεται, καὶ πάντας ἐκπλήξει διὰ τὴν ὑπερβολὴν τοῦ μύσους. Ἀναγκαῖον δὲ ὅμως εἰπεῖν, ἵνα ἡ σὴ φιλόχριστ

 29 Τοιούτων οὖν ὄντων τῶν θρυλουμένων, καὶ τῶν πραγμάτων ἄνω καὶ κάτω πάντων ἀνατετραμμένων, ὅμως οὐκ ἀπέστην ἐγὼ τῆς προθυμίας, ἀλλὰ πάλιν εἰχόμην τῆ

 30 Ἀντίγραφον ἐπιστολῆς· Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς Ἀλεξανδρεῦσιν. Ἡ μὲν πόλις τὸ πάτριον σχῆμα φυλάττουσα, καὶ τῆς τῶν οἰκιστῶν ἀρετῆς μεμ

 31 Ἃ δὲ καὶ Φρουμεντίου χάριν τοῦ ἐπισκόπου τῆς Αὐξούμεως γέγραπται τοῖς ἐκεῖ τυράννοις, ἔστι ταῦτα· Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς Ἀϊζανᾷ καὶ

 32 Ταῦτα ἀκούων ἐγὼ καὶ σχεδὸν βλέπων ἀφ' ὧν οἱ ἀπαγγέλλοντες ὠδύροντο, ὁμολογῶ, πάλιν εἰς τὴν ἔρημον ὑπέστρεψα, τοῦτο λογισάμενος ὅπερ καὶ ἡ σὴ θεοσέ

 33 Ὁ τοῦ Θεοῦ Υἱὸς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστός, ἄνθρωπος γενόμενος δι' ἡμᾶς, καὶ καταργήσας τὸν θάνατον, ἐλευθερώσας τε τὸ γένος ἡμῶν ἀπὸ τ

 34 Τοιούτων δὲ πάλιν καὶ τοσούτων γενομένων παρὰ τῶν Ἀρειανῶν, οὐκ ἐσφάλην ἄρα πεισθεὶς τῇ θείᾳ Γραφῇ λεγούσῃ· «Ἀλλ' ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως

 35 Οὐκοῦν βέλτιον γέγονε τὸ κρυβῆναι, καὶ τοῦτον ἐκδέξασθαι τὸν καιρόν. Ναὶ οἶδα ὅτι καὶ σύ, γινώσκων τὰς θείας Γραφάς, ἐπινεύεις καὶ ἀποδέχῃ με τοῦτο

27. Athanasius leaves Alexandria to go to Constantius, but is stopped by the news of the banishment of the Bishops.

Observing these things, I did not give sentence against myself, but hastened to come to your Piety, with this my defence, knowing your goodness, and remembering your faithful promises, and being confident that, as it is written in the divine Proverbs, ‘Just speeches are acceptable to a gracious king79    Prov. xvi. 13. quoted otherwise, supr. §12..’ But when I had already entered upon my journey, and had passed through the desert80    [Probably the Libyan desert, as Const. was now in Italy.], a report suddenly reached me81    In this chapter he breaks off his Oratorical form, and ends his Apology much more in the form of a letter, vid. however τῶν λόγων καιρόν, infr. §§34, 35 init. προσφωνήσω, §35., which at first I thought to be incredible, but which afterwards proved to be true. It was rumoured everywhere that Liberius, Bishop of Rome, the great Hosius of Spain, Paulinus of Gaul, Dionysius and Eusebius of Italy, Lucifer of Sardinia, and certain other Bishops and Presbyters and Deacons, had been banished82    Council of Milan 355, see Apol. Fug. 5. because they refused to subscribe to my condemnation. These had been banished: and Vincentius of Capua, Fortunatian of Aquileia, Heremius of Thessalonica, and all the Bishops of the West, were treated with no ordinary force, nay were suffering extreme violence and grievous injuries, until they could be induced to promise that they would not communicate with me. While I was astonished and perplexed at these tidings, behold another report83    Vid. Hist. Ar. §§31, 32, 54, 70, &c. [Prolegg. ch, ii. §8 (1).] overtook me, respecting them of Egypt and Libya, that nearly ninety Bishops had been under persecution, and that their Churches were given up to the professors of Arianism; that sixteen had been banished, and of the rest, some had fled, and others were constrained to dissemble. For the persecution was said to be so violent in those parts, that at Alexandria, while the brethren were praying during Easter and on the Lord’s days in a desert place near the cemetery, the General came upon them with a force of soldiery, more than three thousand in number, with arms, drawn swords, and spears; whereupon outrages, such as might be expected to follow so unprovoked an attack, were committed against women and children, who were doing nothing more than praying to God. It would perhaps be unseasonable to give an account of them now, lest the mere mention of such enormities should move us all to tears. But such was their cruelty, that virgins were stripped, and even the bodies of those who died from the blows they received were not immediately given up for burial, but were cast out to the dogs, until their relatives, with great risk to themselves, came secretly and stole them away, and much effort was necessary, that no one might know it.

27 Ταῦτα συνορῶν, οὐ κατεγίνωσκον ἐμαυτοῦ, ἀλλὰ καὶ ταύτην ἔχων τὴν ἀπολογίαν, ἠπειγόμην πρὸς τὴν σὴν εὐσέβειαν, εἰδὼς τὴν σὴν φιλανθρωπίαν, διὰ μνήμης τε ἔχων τὰς σὰς ἀψευδεῖς ὑποσχέσεις, καὶ θαρρῶν ὅτι κατὰ τὸ γεγραμμένον ἐν ταῖς θείαις Παροιμίαις· «Παρὰ φιλανθρώπῳ βασιλεῖ δεκτοί εἰσιν οἱ δίκαιοι λογισμοί». Ἤδη δὲ τῆς ὁδοῦ μου ἐπιβάντος καὶ τὴν ἔρημον ἐξελθόντος, ἀκοή τις γέγονεν ἐξαίφνης· ἥτις ἄπιστος μὲν εἶναι κατὰ τὴν ἀρχὴν ἐδόκει, μετὰ δὲ ταῦτα ἀληθὴς ἐδείχθη. Ἐθρυλεῖτο γὰρ πανταχοῦ ὅτι Λιβέριος ὁ τῆς Ῥώμης ἐπίσκοπος, καὶ ὁ τῶν Σπανιῶν Ὅσιος ὁ μέγας, Παυλῖνός τε ὁ τῶν Γαλλιῶν, καὶ ∆ιονύσιος καὶ Εὐσέβιος οἱ τῆς Ἰταλίας, Λουκίφερός τε ἀπὸ Σαρδινίας καὶ ἄλλοι τινὲς ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι ἐξωρίσθησαν, ὅτι μὴ ἠνέσχοντο καθ' ἡμῶν ὑπογράψαι. Καὶ οὗτοι μὲν ἐξωρίσθησαν, Οὐϊκέντιος δὲ ὁ τῆς Καπύης, καὶ Φουρτουνατιανὸς ὁ τῆς Ἀκυληΐας, Ἡρέμιός τε ὁ τῆς Θεσσαλονίκης, καὶ πάντες οἱ κατὰ τὴν ∆ύσιν ἐπίσκοποι, βίαν οὐ τὴν τυχοῦσαν, ἀλλὰ καὶ πλείστην ἀνάγκην καὶ δεινὰς ὕβρεις πεπόνθασιν, ἕως ἐπαγγείλωνται μὴ κοινωνεῖν ἡμῖν. Εἶτα καὶ θαυμαζόντων ἡμῶν καὶ διαπορούντων ἐπὶ τούτοις, ἰδοὺ πάλιν ἑτέρα τις κατέλαβεν ἀκοὴ περὶ τῶν κατ' Αἴγυπτον καὶ τὰς Λιβύας, ὅτι οἱ μὲν ἐπίσκοποι ἐγγὺς ἐνενήκοντα ἐδιώχθησαν, αἱ δὲ Ἐκκλησίαι τοῖς ὁμολογοῦσι τὰ Ἀρείου παρεδόθησαν· καὶ ἐξωρίσθησαν μὲν δέκα καὶ ἕξ, τῶν δὲ ἄλλων οἱ μὲν ἐφυγαδεύθησαν, οἱ δὲ ἠναγκάσθησαν ὑποκρίνασθαι. Τοσοῦτος γὰρ ἐλέγετο διωγμὸς ἐκεῖ, ὡς, ἐν Ἀλεξανδρείᾳ εὐχομένων τῶν ἀδελφῶν ἐν τῷ Πάσχα καὶ ταῖς Κυριακαῖς ἐν ἐρήμῳ τόπῳ πλησίον τοῦ κοιμητηρίου, τὸν στρατηλάτην μετὰ πλήθους στρατιωτῶν πλεῖον τρισχιλίων, ὅπλα καὶ ξίφη γυμνὰ καὶ βέλη φερόντων, ἐπελθεῖν κατὰ τῶν Χριστιανῶν, καὶ λοιπὸν τοιαῦτα γενέσθαι οἷα ἂν γένοιτο ἐκ τοιαύτης ἐπιδρομῆς, κατὰ γυναικῶν καὶ παίδων οὐδὲν πλέον ποιούντων ἢ εὐχομένων τῷ Θεῷ. ∆ιηγεῖσθαι δὲ αὐτὰ νῦν ἴσως ἀπρεπὲς μὴ ἄρα καὶ μόνον τούτων ἡ μνήμη δάκρυα πᾶσι κινήσῃ. Καὶ γὰρ τοσαύτη ἦν ἡ ὠμότης, ὡς παρθένους μὲν γυμνοῦσθαι, τῶν δὲ ἀποθανόντων ἐκ τῶν πληγῶν μηδὲ τὰ σώματα παραυτὰ δοθῆναι εἰς ταφήν, ἀλλ' ἔξω ῥίπτεσθαι τοῖς κυσὶν ἕως μετὰ πολλῆς ζημίας κεκρυμμένως κλέψωσιν οἱ οἰκεῖοι τὰ τῶν ἰδίων σώματα, καὶ πολὺς κάματος γένηται τοῦ μηδένα γνῶναι περὶ τούτων.