Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον.

 1 Ἐκ πολλῶν ἐτῶν ὄντα σε Χριστιανόν, καὶ ἐκ προγόνων φιλόθεον ἐπιστάμενος, εὐθύμως τὰ περὶ ἐμαυτοῦ νῦν ἀπολογοῦμαι· τοῖς γὰρ τοῦ μακαρίου Παύλου λόγοι

 2 Περὶ δὲ τῆς διαβολῆς τῆς κατ' ἐμοῦ γενομένης παρὰ τῇ σῇ φιλανθρωπίᾳ διὰ τὸν εὐσεβέστατον Αὔγουστον καὶ μακαρίας μνήμης καὶ αἰωνίου Κώνσταντα τὸν ἀδε

 3 Αἰσχύνομαι μὲν οὖν ἀληθῶς καὶ ἀπολογούμενος περὶ τοιούτων, περὶ ὧν οὐδὲ αὐτὸν οἶμαι τὸν κατήγορον ἔτι παρόντων ἡμῶν μνημονεύσειν. Οἶδε γὰρ ἀκριβῶς ὅ

 4 Ἐξελθὼν ἀπὸ τῆς Ἀλεξανδρείας, οὐκ εἰς τὸ στρατόπεδον τοῦ ἀδελφοῦ σου, οὐδὲ πρὸς ἄλλους τινὰς ἢ μόνον εἰς τὴν Ῥώμην ἀνῆλθον. καὶ τῇ Ἐκκλησίᾳ τὰ κατ'

 5 Ποῖον τοίνυν τόπον, ἢ τίνα χρόνον φησὶν ὁ κατήγορος, ἐν ᾧ τοιαῦτά με εἰρηκέναι διέβαλεν; ἢ τίνος παρόντος ἐμάνην φθέγξασθαι τοιαῦτα οἷα ὡς εἰπόντος

 6 Περὶ δὲ τῆς ἑτέρας διαβολῆς, εἰ ἔγραψα τῷ τυράννῳ (τοὔνομα γὰρ οὐδὲ λέγειν βούλομαι), παρακαλῶ, ὡς θέλεις καὶ δι' ὧν ἂν δοκιμάσῃς, ἐξέταζε καὶ ἀνάκρ

 7 Ἄρ' οὐχὶ καὶ τὸ μόνον ὑποπτεύειν περὶ τούτων τὸν κατήγορον ἐστὶ μανικόν; Τί γάρ με πάλιν θαρρεῖν ἔπειθεν αὐτῷ; Ποίαν αὐτοῦ διάθεσιν ἔβλεπον ἀσφαλῆ;

 8 Τοιούτῳ με φίλον ὁ διαβαλὼν ἐνόμισε γεγενῆσθαι· ἢ τάχα οὐδὲ νενόμικεν, ἀλλ' ὡς ἐχθρὸς ἀπιθάνως ἐπλάσατο· οἶδε γὰρ ἀκριβῶς, ὅτι κατεψεύσατο. Ἐβουλόμη

 9 Ἐγὼ μὲν οὖν, ἐπὶ τούτῳ ξενιζόμενος, ὅσα χρὴ λέγειν ἀπολογούμενον ἀπορῶ· καὶ μόνον ἐμαυτοῦ μυρίους καταψηφίζομαι θανάτους, ἐὰν καὶ ὅλως κἂν ὑποψία τι

 10 Τοῦτο οὖν δεδιὼς φρονοῦντας ἐκείνους, καὶ οὐ μᾶλλον ηὐχόμην περὶ τῆς σῆς φιλανθρωπίας; καὶ τὸν μὲν φονεύσαντα ἐκεῖνον ἠγάπων, εἰς σὲ δέ, τὸν ἀδελφὸ

 11 Ὅτι μὲν οὖν μήτε ἔγραψά ποτε ἐκείνῳ, μήτε ἐδεξάμην ποτὲ παρ' αὐτοῦ, μάρτυρα τὸν Θεὸν καὶ τὸν τούτου Λόγον τὸν μονογενῆ αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰ

 12 Εἰ μὲν οὖν παρ' ἄλλοις ἤμην διαβληθείς, τὴν σὴν εὐσέβειαν ἐπεκαλούμην ὡς ὁ Ἀπόστολος ἐπεκαλέσατο τότε τὸν Καίσαρα καὶ πέπαυται τῶν ἐχθρῶν ἡ κατ' αὐ

 13 ∆ιὰ ταῦτα πάντα τὰ πανταχοῦ τῶν Ἐκκλησιῶν τετάρακται. Καὶ προφάσεις μὲν ἐπενόησαν, ἐπίσκοποι δὲ τηλικοῦτοι καὶ πολυετεῖς ἐξωρίσθησαν, διὰ τὴν πρὸς

 14 Ἐπειδὴ δὲ καὶ περὶ τῆς μεγάλης ἐκκλησίας κατειρήκασιν, ὡς δὴ συνάξεως ἐκεῖ γενομένης πρὶν αὐτὴν τελειωθῆναι· φέρε καὶ περὶ τούτου πάλιν ἀπολογήσομα

 15 Πίστευε γὰρ, βασιλεῦ, καὶ περὶ τούτου πάλιν μάρτυρα δέξαι τὴν ἀλήθειαν· ὅτι ἐν ταῖς συνάξεσι τῆς Τεσσαρακοστῆς, διὰ τὸ τῶν τόπων στενὸν καὶ τὸ πολὺ

 16 Ἐγὼ δὲ τὸν κατειπόντα πάλιν περὶ τούτου ἐρωτῆσαι βούλομαι, ποῦ νόμιμον ἦν εὔχεσθαι τὸν λαὸν, ἐν ἐρήμοις, ἢ ἐν οἰκοδομουμένῳ τόπῳ τῆς εὐχῆς; Ποῦ πρέ

 17 Τὴν γοῦν ἑτέραν καὶ ὑπολειπομένην ἀντιλογίαν αὐτοῦ βούλομαι προλαβεῖν. Ὁ μὲν γὰρ κατειρηκώς φησιν· Οὔπω τετελείωτο τὸ ἔργον, καὶ οὐκ ἐχρῆν εὐχὰς γε

 18 Ἐγὼ μὲν οὖν καὶ ταῦτα πρὸς τὸν κατειπόντα ἀποδύρομαι· σὺ δέ, θεοφιλέστατε Αὔγουστε, ζήσειας πολλαῖς ἐτῶν περιόδοις καὶ τὰ ἐγκαίνια ἐπιτελέσειας. Αἱ

 19 ∆ὸς δὴ καὶ τὴν ἄλλην ἴδωμεν διαβολήν, καὶ συγχώρησον ἀπολογήσασθαι καὶ περὶ αὐτῆς. Τετολμήκασι γὰρ καὶ τοῦτο διαβάλλειν, ὡς ἀντιστάντος ἐμοῦ τοῖς σ

 20 Πόθεν δὲ ἆρα καὶ ταύτην τὴν ἐπιστολὴν εὗρον οἱ κατειρηκότες; ἐβουλόμην παρ' αὐτῶν ἀκοῦσαι, τίς αὐτοῖς καὶ ταύτην ἐπιδέδωκε. Ποίησον αὐτοὺς ἀποκρίνα

 21 ∆ιὰ τοῦτο τοίνυν κἀγώ, ἐπειδὴ ἐκ διαβολῆς ἦν ἡ ἐπιστολὴ καὶ οὐκ εἶχεν οὐδὲ τοῦ ἐλθεῖν πρόσταξιν, ἔγνων, ὅτι προαίρεσις οὐκ ἦν τῆς σῆς εὐσεβείας ἐλθ

 22 Μοντάνου τοίνυν ἀποδημήσαντος, ἦλθε ∆ιογένης ὁ νοτάριος μετὰ ἓξ καὶ εἴκοσι μῆνας· καὶ οὔτε αὐτὸς ἐπιστολὴν ἀπεδίδου, οὔτε ἑωράκαμεν ἀλλήλους, οὔτε

 23 Ἀντίγραφον ἐπιστολῆς οὕτως ἔχον· Κωνστάντιος Νικητὴς Αὔγουστος Ἀθανασίῳ. Εὔχεσθαί με ἀεὶ ὥστε πάντα αἴσια ἀποβαίνειν τῷ ποτε ἀδελφῷ ἐμῷ Κωνστάντι,

 24 Περὶ ταύτης, ἐκεῖνοι μὲν καὶ τοῖς δικασταῖς εἰρήκασιν· ἐγὼ δὲ ταύτην τὴν ἐπιστολὴν ἔχων, ἆρ' οὐκ εἰκότως ἀπῄτουν γράμματα, καὶ οὐ προσεῖχον προφάσε

 25 Πάντες δὲ ἠξίουν γράμματα δειχθῆναι τῆς σῆς εὐσεβείας. Καὶ φάσις μὲν γὰρ μόνη παρὰ βασιλέως τὴν αὐτὴν ἔχει δύναμιν τοῖς γραφομένοις, ὅταν μάλιστα τ

 26 Τί τοίνυν οὕτως ἐβουλεύοντο, ἢ διὰ τί μετὰ δόλου ἐνεδρεύειν ἐπεχείρουν, ἐξὸν καὶ κελεῦσαι καὶ γράψαι; Βασιλέως γὰρ πρόσταξις μεγάλην ἔχει παρρησίαν

 27 Ταῦτα συνορῶν, οὐ κατεγίνωσκον ἐμαυτοῦ, ἀλλὰ καὶ ταύτην ἔχων τὴν ἀπολογίαν, ἠπειγόμην πρὸς τὴν σὴν εὐσέβειαν, εἰδὼς τὴν σὴν φιλανθρωπίαν, διὰ μνήμη

 28 Τὰ δὲ ἄλλα τὰ γενόμενα ἴσως μὲν ἄπιστα νομισθήσεται, καὶ πάντας ἐκπλήξει διὰ τὴν ὑπερβολὴν τοῦ μύσους. Ἀναγκαῖον δὲ ὅμως εἰπεῖν, ἵνα ἡ σὴ φιλόχριστ

 29 Τοιούτων οὖν ὄντων τῶν θρυλουμένων, καὶ τῶν πραγμάτων ἄνω καὶ κάτω πάντων ἀνατετραμμένων, ὅμως οὐκ ἀπέστην ἐγὼ τῆς προθυμίας, ἀλλὰ πάλιν εἰχόμην τῆ

 30 Ἀντίγραφον ἐπιστολῆς· Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς Ἀλεξανδρεῦσιν. Ἡ μὲν πόλις τὸ πάτριον σχῆμα φυλάττουσα, καὶ τῆς τῶν οἰκιστῶν ἀρετῆς μεμ

 31 Ἃ δὲ καὶ Φρουμεντίου χάριν τοῦ ἐπισκόπου τῆς Αὐξούμεως γέγραπται τοῖς ἐκεῖ τυράννοις, ἔστι ταῦτα· Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς Ἀϊζανᾷ καὶ

 32 Ταῦτα ἀκούων ἐγὼ καὶ σχεδὸν βλέπων ἀφ' ὧν οἱ ἀπαγγέλλοντες ὠδύροντο, ὁμολογῶ, πάλιν εἰς τὴν ἔρημον ὑπέστρεψα, τοῦτο λογισάμενος ὅπερ καὶ ἡ σὴ θεοσέ

 33 Ὁ τοῦ Θεοῦ Υἱὸς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστός, ἄνθρωπος γενόμενος δι' ἡμᾶς, καὶ καταργήσας τὸν θάνατον, ἐλευθερώσας τε τὸ γένος ἡμῶν ἀπὸ τ

 34 Τοιούτων δὲ πάλιν καὶ τοσούτων γενομένων παρὰ τῶν Ἀρειανῶν, οὐκ ἐσφάλην ἄρα πεισθεὶς τῇ θείᾳ Γραφῇ λεγούσῃ· «Ἀλλ' ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως

 35 Οὐκοῦν βέλτιον γέγονε τὸ κρυβῆναι, καὶ τοῦτον ἐκδέξασθαι τὸν καιρόν. Ναὶ οἶδα ὅτι καὶ σύ, γινώσκων τὰς θείας Γραφάς, ἐπινεύεις καὶ ἀποδέχῃ με τοῦτο

12. Truth the defence of Thrones.

Had I been accused before any other, I should have appealed to your Piety; as once the Apostle appealed unto Cæsar, and put an end to the designs of his enemies against him. But since they have had the boldness to lay their charge before you, to whom shall I appeal from you? to the Father of Him who says, ‘I am the Truth41    John xiv. 6.,’ that He may incline your heart into clemency:—

O Lord Almighty, and King of eternity, the Father of our Lord Jesus Christ, who by Thy Word hast given this Kingdom to Thy servant Constantius; do Thou shine into his heart, that he, knowing the falsehood that is set against me, may both favourably receive this my defence; and may make known unto all men, that his ears are firmly set to hearken unto the Truth, according as it is written, ‘Righteous lips alone are acceptable unto the King42    Prov. xvi. 13, xxv. 5..’ For Thou hast caused it to be said by Solomon, that thus the throne of the kingdom shall be established.

Wherefore at least enquire into this matter, and let the accusers understand that your desire is to learn the truth; and see, whether they will not shew their falsehood by their very looks; for the countenance is a test of the conscience as it is written, ‘A merry heart maketh a cheerful countenance, but by sorrow of the heart the spirit is broken43    Prov. xv. 13..’ Thus they who had conspired against Joseph44    Gen. xlii. 21; xxxi. 2. were convicted by their own consciences; and the craft of Laban towards Jacob was shewn in his countenance45    Vid. Vit. Ant. §67.. And thus you see the suspicious alarm of these persons, for they fly and hide themselves; but on our part frankness in making our defence. And the question between us is not one regarding worldly wealth, but concerning the honour of the Church. He that has been struck by a stone, applies to a physician; but sharper than a stone are the strokes of calumny; for as Solomon has said, ‘A false witness is a maul, and a sword, and a sharp arrow46    Prov. xxv. 18.,’ and its wounds Truth alone is able to cure; and if Truth be set at nought, they grow worse and worse.

12 Εἰ μὲν οὖν παρ' ἄλλοις ἤμην διαβληθείς, τὴν σὴν εὐσέβειαν ἐπεκαλούμην ὡς ὁ Ἀπόστολος ἐπεκαλέσατο τότε τὸν Καίσαρα καὶ πέπαυται τῶν ἐχθρῶν ἡ κατ' αὐτοῦ ἐπιβουλή· ἐπειδὴ δὲ παρὰ σοὶ τετολμήκασι κατειπεῖν, τίνα ἀπὸ σοῦ ἐπικαλέσομαι; –τὸν Πατέρα τοῦ λέγοντος, «Ἐγώ εἰμι ἡ ἀλήθεια», ἵνα σου τὴν καρδίαν εἰς εὐμένειαν κλίνῃ. ∆έσποτα παντοκράτορ, βασιλεῦ τῶν αἰώνων, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σὺ διὰ τοῦ σοῦ Λόγου τὴν βασιλείαν ταύτην τῷ σῷ θεράποντι Κωνσταντίῳ δέδωκας· σὺ λάμψον εἰς τὴν καρδίαν αὐτοῦ, ἵνα, γνοὺς τὴν καθ' ἡμῶν συκοφαντίαν, εὐμενῶς μὲν αὐτὸς δέξηται τὴν ἀπολογίαν, πάντας δὲ ποιήσῃ γνῶναι ὅτι αἱ ἀκοαὶ αὐτοῦ ἠσφαλίσθησαν ἐν ἀληθείᾳ, καὶ κατὰ τὸ γεγραμμένον· «Μόνα βασιλεῖ δεκτὰ χείλη δίκαιά ἐστιν». Οὕτω γὰρ καὶ κατορθοῦσθαι τὸν θρόνον τῆς βασιλείας διὰ Σολομῶντος λεχθῆναι πεποίηκας. Οὐκοῦν ὅλως ἐρώτησον, μαθέτωσαν οἱ κατειρηκότες ὅτι σοι μέλει περὶ τῆς ἀληθείας μαθεῖν. Καὶ εἰ μὴ τῷ χρώματι τοῦ προσώπου δείξουσι τὴν συκοφαντίαν· τοῦτο γὰρ τοῦ συνειδότος ἔλεγχός ἐστι, καὶ γέγραπται· «Καρδίας εὐφραινομένης πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει». Οὕτω τοὺς μὲν ἐπιβουλεύσαντας τῷ Ἰωσὴφ ἡ συνείδησις ἤλεγξε· τοῦ δὲ Λάβαν ἡ κατὰ τοῦ Ἰακὼβ πονηρία ἐκ τοῦ προσώπου δέδεικται. Ὁρᾷς γοῦν ἐκείνων μὲν τὴν ὑποψίαν, φευγόντων καὶ κρυπτομένων, ἡμῶν δὲ τὴν ἐλευθερίαν ἀπολογουμένων. Οὐ γὰρ περὶ κτημάτων νῦν ἡ κρίσις, ἀλλὰ περὶ δόξης τῆς Ἐκκλησίας. Ὁ λίθῳ κρουόμενος ζητεῖ τὸν ἰατρόν· τῶν δὲ λίθων ὀξύτερα τὰ ἐκ τῆς διαβολῆς ἐστι πλήγματα· «Ῥόπαλόν ἐστιν ἡ διαβολή, καὶ μάχαιρα, καὶ τόξευμα ἀκιδωτὸν», ὡς εἶπε Σολομών· καὶ ταῦτα μόνη ἡ ἀλήθεια ἰᾶσθαι δύναται· ταύτης δὲ παρορωμένης, αὐξάνει δεινότερον τὰ τραύματα.