Τοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον.

 1 Ἐκ πολλῶν ἐτῶν ὄντα σε Χριστιανόν, καὶ ἐκ προγόνων φιλόθεον ἐπιστάμενος, εὐθύμως τὰ περὶ ἐμαυτοῦ νῦν ἀπολογοῦμαι· τοῖς γὰρ τοῦ μακαρίου Παύλου λόγοι

 2 Περὶ δὲ τῆς διαβολῆς τῆς κατ' ἐμοῦ γενομένης παρὰ τῇ σῇ φιλανθρωπίᾳ διὰ τὸν εὐσεβέστατον Αὔγουστον καὶ μακαρίας μνήμης καὶ αἰωνίου Κώνσταντα τὸν ἀδε

 3 Αἰσχύνομαι μὲν οὖν ἀληθῶς καὶ ἀπολογούμενος περὶ τοιούτων, περὶ ὧν οὐδὲ αὐτὸν οἶμαι τὸν κατήγορον ἔτι παρόντων ἡμῶν μνημονεύσειν. Οἶδε γὰρ ἀκριβῶς ὅ

 4 Ἐξελθὼν ἀπὸ τῆς Ἀλεξανδρείας, οὐκ εἰς τὸ στρατόπεδον τοῦ ἀδελφοῦ σου, οὐδὲ πρὸς ἄλλους τινὰς ἢ μόνον εἰς τὴν Ῥώμην ἀνῆλθον. καὶ τῇ Ἐκκλησίᾳ τὰ κατ'

 5 Ποῖον τοίνυν τόπον, ἢ τίνα χρόνον φησὶν ὁ κατήγορος, ἐν ᾧ τοιαῦτά με εἰρηκέναι διέβαλεν; ἢ τίνος παρόντος ἐμάνην φθέγξασθαι τοιαῦτα οἷα ὡς εἰπόντος

 6 Περὶ δὲ τῆς ἑτέρας διαβολῆς, εἰ ἔγραψα τῷ τυράννῳ (τοὔνομα γὰρ οὐδὲ λέγειν βούλομαι), παρακαλῶ, ὡς θέλεις καὶ δι' ὧν ἂν δοκιμάσῃς, ἐξέταζε καὶ ἀνάκρ

 7 Ἄρ' οὐχὶ καὶ τὸ μόνον ὑποπτεύειν περὶ τούτων τὸν κατήγορον ἐστὶ μανικόν; Τί γάρ με πάλιν θαρρεῖν ἔπειθεν αὐτῷ; Ποίαν αὐτοῦ διάθεσιν ἔβλεπον ἀσφαλῆ;

 8 Τοιούτῳ με φίλον ὁ διαβαλὼν ἐνόμισε γεγενῆσθαι· ἢ τάχα οὐδὲ νενόμικεν, ἀλλ' ὡς ἐχθρὸς ἀπιθάνως ἐπλάσατο· οἶδε γὰρ ἀκριβῶς, ὅτι κατεψεύσατο. Ἐβουλόμη

 9 Ἐγὼ μὲν οὖν, ἐπὶ τούτῳ ξενιζόμενος, ὅσα χρὴ λέγειν ἀπολογούμενον ἀπορῶ· καὶ μόνον ἐμαυτοῦ μυρίους καταψηφίζομαι θανάτους, ἐὰν καὶ ὅλως κἂν ὑποψία τι

 10 Τοῦτο οὖν δεδιὼς φρονοῦντας ἐκείνους, καὶ οὐ μᾶλλον ηὐχόμην περὶ τῆς σῆς φιλανθρωπίας; καὶ τὸν μὲν φονεύσαντα ἐκεῖνον ἠγάπων, εἰς σὲ δέ, τὸν ἀδελφὸ

 11 Ὅτι μὲν οὖν μήτε ἔγραψά ποτε ἐκείνῳ, μήτε ἐδεξάμην ποτὲ παρ' αὐτοῦ, μάρτυρα τὸν Θεὸν καὶ τὸν τούτου Λόγον τὸν μονογενῆ αὐτοῦ Υἱὸν τὸν Κύριον ἡμῶν Ἰ

 12 Εἰ μὲν οὖν παρ' ἄλλοις ἤμην διαβληθείς, τὴν σὴν εὐσέβειαν ἐπεκαλούμην ὡς ὁ Ἀπόστολος ἐπεκαλέσατο τότε τὸν Καίσαρα καὶ πέπαυται τῶν ἐχθρῶν ἡ κατ' αὐ

 13 ∆ιὰ ταῦτα πάντα τὰ πανταχοῦ τῶν Ἐκκλησιῶν τετάρακται. Καὶ προφάσεις μὲν ἐπενόησαν, ἐπίσκοποι δὲ τηλικοῦτοι καὶ πολυετεῖς ἐξωρίσθησαν, διὰ τὴν πρὸς

 14 Ἐπειδὴ δὲ καὶ περὶ τῆς μεγάλης ἐκκλησίας κατειρήκασιν, ὡς δὴ συνάξεως ἐκεῖ γενομένης πρὶν αὐτὴν τελειωθῆναι· φέρε καὶ περὶ τούτου πάλιν ἀπολογήσομα

 15 Πίστευε γὰρ, βασιλεῦ, καὶ περὶ τούτου πάλιν μάρτυρα δέξαι τὴν ἀλήθειαν· ὅτι ἐν ταῖς συνάξεσι τῆς Τεσσαρακοστῆς, διὰ τὸ τῶν τόπων στενὸν καὶ τὸ πολὺ

 16 Ἐγὼ δὲ τὸν κατειπόντα πάλιν περὶ τούτου ἐρωτῆσαι βούλομαι, ποῦ νόμιμον ἦν εὔχεσθαι τὸν λαὸν, ἐν ἐρήμοις, ἢ ἐν οἰκοδομουμένῳ τόπῳ τῆς εὐχῆς; Ποῦ πρέ

 17 Τὴν γοῦν ἑτέραν καὶ ὑπολειπομένην ἀντιλογίαν αὐτοῦ βούλομαι προλαβεῖν. Ὁ μὲν γὰρ κατειρηκώς φησιν· Οὔπω τετελείωτο τὸ ἔργον, καὶ οὐκ ἐχρῆν εὐχὰς γε

 18 Ἐγὼ μὲν οὖν καὶ ταῦτα πρὸς τὸν κατειπόντα ἀποδύρομαι· σὺ δέ, θεοφιλέστατε Αὔγουστε, ζήσειας πολλαῖς ἐτῶν περιόδοις καὶ τὰ ἐγκαίνια ἐπιτελέσειας. Αἱ

 19 ∆ὸς δὴ καὶ τὴν ἄλλην ἴδωμεν διαβολήν, καὶ συγχώρησον ἀπολογήσασθαι καὶ περὶ αὐτῆς. Τετολμήκασι γὰρ καὶ τοῦτο διαβάλλειν, ὡς ἀντιστάντος ἐμοῦ τοῖς σ

 20 Πόθεν δὲ ἆρα καὶ ταύτην τὴν ἐπιστολὴν εὗρον οἱ κατειρηκότες; ἐβουλόμην παρ' αὐτῶν ἀκοῦσαι, τίς αὐτοῖς καὶ ταύτην ἐπιδέδωκε. Ποίησον αὐτοὺς ἀποκρίνα

 21 ∆ιὰ τοῦτο τοίνυν κἀγώ, ἐπειδὴ ἐκ διαβολῆς ἦν ἡ ἐπιστολὴ καὶ οὐκ εἶχεν οὐδὲ τοῦ ἐλθεῖν πρόσταξιν, ἔγνων, ὅτι προαίρεσις οὐκ ἦν τῆς σῆς εὐσεβείας ἐλθ

 22 Μοντάνου τοίνυν ἀποδημήσαντος, ἦλθε ∆ιογένης ὁ νοτάριος μετὰ ἓξ καὶ εἴκοσι μῆνας· καὶ οὔτε αὐτὸς ἐπιστολὴν ἀπεδίδου, οὔτε ἑωράκαμεν ἀλλήλους, οὔτε

 23 Ἀντίγραφον ἐπιστολῆς οὕτως ἔχον· Κωνστάντιος Νικητὴς Αὔγουστος Ἀθανασίῳ. Εὔχεσθαί με ἀεὶ ὥστε πάντα αἴσια ἀποβαίνειν τῷ ποτε ἀδελφῷ ἐμῷ Κωνστάντι,

 24 Περὶ ταύτης, ἐκεῖνοι μὲν καὶ τοῖς δικασταῖς εἰρήκασιν· ἐγὼ δὲ ταύτην τὴν ἐπιστολὴν ἔχων, ἆρ' οὐκ εἰκότως ἀπῄτουν γράμματα, καὶ οὐ προσεῖχον προφάσε

 25 Πάντες δὲ ἠξίουν γράμματα δειχθῆναι τῆς σῆς εὐσεβείας. Καὶ φάσις μὲν γὰρ μόνη παρὰ βασιλέως τὴν αὐτὴν ἔχει δύναμιν τοῖς γραφομένοις, ὅταν μάλιστα τ

 26 Τί τοίνυν οὕτως ἐβουλεύοντο, ἢ διὰ τί μετὰ δόλου ἐνεδρεύειν ἐπεχείρουν, ἐξὸν καὶ κελεῦσαι καὶ γράψαι; Βασιλέως γὰρ πρόσταξις μεγάλην ἔχει παρρησίαν

 27 Ταῦτα συνορῶν, οὐ κατεγίνωσκον ἐμαυτοῦ, ἀλλὰ καὶ ταύτην ἔχων τὴν ἀπολογίαν, ἠπειγόμην πρὸς τὴν σὴν εὐσέβειαν, εἰδὼς τὴν σὴν φιλανθρωπίαν, διὰ μνήμη

 28 Τὰ δὲ ἄλλα τὰ γενόμενα ἴσως μὲν ἄπιστα νομισθήσεται, καὶ πάντας ἐκπλήξει διὰ τὴν ὑπερβολὴν τοῦ μύσους. Ἀναγκαῖον δὲ ὅμως εἰπεῖν, ἵνα ἡ σὴ φιλόχριστ

 29 Τοιούτων οὖν ὄντων τῶν θρυλουμένων, καὶ τῶν πραγμάτων ἄνω καὶ κάτω πάντων ἀνατετραμμένων, ὅμως οὐκ ἀπέστην ἐγὼ τῆς προθυμίας, ἀλλὰ πάλιν εἰχόμην τῆ

 30 Ἀντίγραφον ἐπιστολῆς· Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς Ἀλεξανδρεῦσιν. Ἡ μὲν πόλις τὸ πάτριον σχῆμα φυλάττουσα, καὶ τῆς τῶν οἰκιστῶν ἀρετῆς μεμ

 31 Ἃ δὲ καὶ Φρουμεντίου χάριν τοῦ ἐπισκόπου τῆς Αὐξούμεως γέγραπται τοῖς ἐκεῖ τυράννοις, ἔστι ταῦτα· Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς Ἀϊζανᾷ καὶ

 32 Ταῦτα ἀκούων ἐγὼ καὶ σχεδὸν βλέπων ἀφ' ὧν οἱ ἀπαγγέλλοντες ὠδύροντο, ὁμολογῶ, πάλιν εἰς τὴν ἔρημον ὑπέστρεψα, τοῦτο λογισάμενος ὅπερ καὶ ἡ σὴ θεοσέ

 33 Ὁ τοῦ Θεοῦ Υἱὸς ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστός, ἄνθρωπος γενόμενος δι' ἡμᾶς, καὶ καταργήσας τὸν θάνατον, ἐλευθερώσας τε τὸ γένος ἡμῶν ἀπὸ τ

 34 Τοιούτων δὲ πάλιν καὶ τοσούτων γενομένων παρὰ τῶν Ἀρειανῶν, οὐκ ἐσφάλην ἄρα πεισθεὶς τῇ θείᾳ Γραφῇ λεγούσῃ· «Ἀλλ' ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως

 35 Οὐκοῦν βέλτιον γέγονε τὸ κρυβῆναι, καὶ τοῦτον ἐκδέξασθαι τὸν καιρόν. Ναὶ οἶδα ὅτι καὶ σύ, γινώσκων τὰς θείας Γραφάς, ἐπινεύεις καὶ ἀποδέχῃ με τοῦτο

18. Prayers first do not interfere with dedication afterwards.

This is what I have to complain of on the part of my accuser. But may you, most religious Augustus, live through the course of many years to come, and celebrate the dedication of the Church. Surely the prayers which have been offered for your safety by all men, are no hindrance to this celebration. Let these unlearned persons cease such misrepresentations, but let them learn from the example of the Fathers; and let them read the Scriptures. Or rather let them learn of you, who are so well instructed in such histories, how that Joshua the son of Josedek the priest, and his brethren, and Zorobabel the wise, the son of Salathiel, and Ezra the priest and scribe of the law, when the temple was in course of building after the captivity, the feast of tabernacles being at hand (which was a great feast and time of assembly and prayer in Israel), gathered58    Ezr. iii. 6; Neh. viii. the people together with one accord in the great court within the first gate, which is toward the East, and prepared the altar to God, and there offered their gifts, and kept the feast. And so afterwards they brought hither their sacrifices, on the sabbaths and the new moons, and the people offered up their prayers. And yet the Scripture says expressly, that when these things were done, the temple of God was not yet built; but rather while they thus prayed, the building of the house was advancing. So that neither were their prayers deferred in expectation of the dedication, nor was the dedication prevented by the assemblies held for the sake of prayer. But the people thus continued to pray; and when the house was entirely finished, they celebrated the dedication, and brought their gifts for that purpose, and all kept the feast for the completion of the work. And thus also have the blessed Alexander, and the other Fathers done. They continued to assemble their people, and when they had completed the work they gave thanks unto the Lord, and celebrated the dedication. This also it befits you to do, O Prince, most careful in your inquiries. The place is ready, having been already sanctified by the prayers which have been offered in it, and requires only the presence of your Piety. This only is wanting to its perfect beauty. Do you then supply this deficiency, and there make your prayers unto the Lord, for whom you have built this house. That you may do so is the prayer of all men.

18 Ἐγὼ μὲν οὖν καὶ ταῦτα πρὸς τὸν κατειπόντα ἀποδύρομαι· σὺ δέ, θεοφιλέστατε Αὔγουστε, ζήσειας πολλαῖς ἐτῶν περιόδοις καὶ τὰ ἐγκαίνια ἐπιτελέσειας. Αἱ γὰρ γενόμεναι παρὰ πάντων περὶ τῆς σῆς σωτηρίας εὐχαὶ οὐκ ἐμποδίζουσι τὴν τῶν ἐγκαινίων πανήγυριν. Μὴ τοῦτο ψευδέσθωσαν οἱ ἀμαθεῖς· ἀλλὰ παρὰ μὲν τῶν Πατέρων μαθέτωσαν, ἀναγνώτωσαν δὲ καὶ τὰς Γραφάς· μᾶλλον δὲ παρὰ σοῦ μαθέτωσαν, φιλολόγος γὰρ εἶ, ὅτι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ Ζοροβάβελ ὁ Σαλαθιὴλ ὁ σοφός, καὶ Ἔσδρας ὁ ἱερεὺς καὶ τοῦ νόμου γραμματεύς, τοῦ ἱεροῦ μετὰ τὴν αἰχμαλωσίαν οἰκοδομουμένου, καὶ ἐνστάσης τῆς Σκηνοπηγίας, ἑορτὴ δὲ ἦν αὕτη καὶ πανήγυρις καὶ εὐχὴ μεγάλη ἐν τῷ Ἰσραήλ, συνήγαγον τὸν λαὸν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ, καὶ τὸ θυσιαστήριον τοῦ Θεοῦ ἡτοίμασαν, κἀκεῖ προσήνεγκαν, κἀκεῖ τὴν ἑορτὴν ἐπετέλεσαν. Καὶ λοιπὸν οὕτως τὰς κατὰ Σάββατον καὶ νουμηνίαν προσέφερον θυσίας, καὶ οἱ λαοὶ τὰς εὐχὰς αὐτῶν ἀνέφερον. Καὶ φανερῶς φησιν ἡ Γραφὴ ὅτι ταῦτα ἐγίγνετο καὶ ὁ ναὸς τοῦ Θεοῦ οὔπω ᾠκοδόμητο· ἀλλὰ μᾶλλον τούτων οὕτως εὐχομένων ὁ οἶκος προέκοπτεν ὁ οἰκοδομούμενος· καὶ οὔτε διὰ τὴν προσδοκίαν τῶν ἐγκαινίων ἐκωλύθησαν αἱ εὐχαί, οὔτε διὰ τὰς γενομένας συνόδους τῶν εὐχῶν ἐμπεπόδισται τὰ ἐγκαίνια· ἀλλὰ καὶ ὁ λαὸς οὕτως ηὔχετο· καὶ ὅτε τετέλεστο πᾶς ὁ οἶκος, ἐποίησαν τὰ ἐγκαίνια, καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν καὶ πάντες ἑώρτασαν ἐπὶ τῇ τελεσιουργίᾳ. Τοῦτο δὲ πάλιν καὶ ὁ μακαρίτης Ἀλέξανδρος καὶ οἱ ἄλλοι Πατέρες πεποιήκασι· συναγαγόντες γὰρ καὶ τελειώσαντες τὸ ἔργον, ηὐχαρίστησαν τῷ Κυρίῳ, ἐγκαίνια ἐπιτελέσαντες. Τοῦτο καὶ σὲ ποιεῖν πρέπει, φιλομαθέστατε βασιλεῦ· ἕτοιμος γὰρ ὁ τόπος προαγνισθεὶς ταῖς προγενομέναις εὐχαῖς ζητῶν παρουσίαν τῆς σῆς εὐσεβείας· τοῦτο γὰρ αὐτῷ λείπει πρὸς τὸν τέλειον κόσμον. Τοῦτο μὲν οὖν πληρώσειας, καὶ τὴν εὐχὴν ἀποδοίης τῷ Κυρίῳ, ᾧ καὶ τὸν οἶκον πεποίηκας· τοῦτο γὰρ πάντων ἐστὶν εὐχή.