ΛΟΓΟΣ Ι2ʹ. Εἰς τὸν πατέρα σιωπῶντα διὰ τὴν πληγὴν τῆς χαλάζης.

 Αʹ. Τί λύετε τάξιν ἐπαινουμένην τί βιάζεσθε γλῶσσαν νόμῳ δουλεύουσαν τί προκαλεῖσθε λόγον εἴκοντα πνεύματι τί τὴν κεφαλὴν ἀφέντες, ἐπὶ τοὺς πόδας ἐ

 Βʹ. Καὶ οὔπω λέγω τὴν ἀληθινὴν σοφίαν καὶ πρώτην, ἣν ὁ θαυμάσιος ὅδε γεωργὸς καὶ ποιμὴν τὰ πρῶτα φέρεται. Σοφία πρώτη, βίος ἐπαινετὸς καὶ Θεῷ κεκαθαρμ

 Γʹ. Κρείσσων ἐμοὶ εὐμορφία θεωρουμένη τῆς ἐν λόγῳ ζωγραφουμένης: καὶ πλοῦτος, ὃν αἱ χεῖρες ἔχουσιν, ἢ ὃν οἱ ὄνειροι πλάττουσιν: καὶ σοφία, οὐχ ἡ τῷ λό

 Δʹ. Μὴ τοίνυν ἀποκλείσῃς γλῶσσαν τὴν πολλὰ φθεγξαμένην καλῶς, ἧς οἱ καρποὶ πολλοὶ, καὶ πολλὰ τὰ τῆς δικαιοσύνης γεννήματα: ἧς πόσα τὰ τέκνα, καὶ τίνες

 Εʹ. Εἰπὲ, πόθεν αἱ τοιαῦται πληγαὶ καὶ μάστιγες καὶ τίς ὁ περὶ ταῦτα λόγος Πότερον κίνησίς τις τοῦ παντὸς ἄτακτος, καὶ ἀνώμαλος, καὶ ἀκυβέρνητος φορ

 #2ʹ. Δεινὸν ἀφορία γῆς, καὶ καρπῶν ἀπώλεια: πῶς δὲ οὒ, ἤδη ταῖς ἐλπίσιν εὐφραινόντων, καὶ ταῖς ἀποθήκαις πλησιαζόντων Καὶ δεινὸν ἄωρος θερισμὸς, καὶ

 Ζʹ. Οἶδα στιλβουμένην ῥομφαίαν, καὶ μεθύουσαν μάχαιραν ἐν τῷ οὐρανῷ, σφάζειν, ἐξουθενεῖν, ἀτεκνοῦν κελευομένην, ἕως σαρκῶν, καὶ μυελῶν, καὶ ὀστέων μὴ

 Ηʹ. Τί ποιήσομεν ἐν ἡμέρᾳ ἐπαγωγῆς, ᾗ με ἐκφοβεῖ τις τῶν προφητῶν, εἴτε δικαιολογίας τοῦ Θεοῦ πρὸς ἡμᾶς, εἴτε τῆς ἐπὶ τῶν ὀρέων καὶ βουνῶν, ὅπερ ἠκούσ

 Θʹ. Ἐκεῖ δὲ τίς συνήγορος ποῖα σκῆψις τίς ψευδὴς ἀπολογία ποία πιθανότης ἔντεχνος τίς ἐπίνοια κατὰ τῆς ἀληθείας παραλογιεῖται τὸ δικαστήριον, καὶ

 Ιʹ. Νῦν δὲ τί ποιήσωμεν, ἀδελφοὶ, συντετριμμένοι, καὶ τεταπεινωμένοι, καὶ μεθύοντες, οὐκ ἀπὸ σίκερα, οὐδὲ ἀπὸ οἴνου, τοῦ πρὸς ὀλίγον σαλεύοντος καὶ σκ

 ΙΑʹ. Γινώσκω, ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου: ταῦτα τυχὸν ἐρεῖ πρὸς ἐμὲ, τὸν μηδὲ ταῖς πληγαῖς νουθετούμενον: ὁ ἀθετῶν ἀθετεῖ: ὁ ἀ

 ΙΒʹ. Μή μοι γένοιτο μετὰ τῶν ἄλλων πληγῶν, καὶ ταῦτα ὀνειδισθῆναι παρὰ τοῦ Ἀγαθοῦ, πορευομένου πρὸς μὲ θυμῷ πλαγίῳ διὰ τὴν ἐμὴν πλαγιότητα: Ἐπάταξα ὑμ

 ΙΓʹ. Τούτοις ἐγὼ τοῖς λόγοις ἕλκω τὸν ἔλεον: εἰ δὲ καὶ ὁλοκαυτώμασιν ἢ θυσίαις ἦν ἐξιλάσασθαι περὶ τῆς ὀργῆς, οὐδὲ τούτων ἂν ἐφεισάμην. Ὑμεῖς δὲ καὶ α

 ΙΔʹ. Δεῦτε οὖν πάντες, ἀδελφοὶ, προσκυνήσωμεν, καὶ προσπέσωμεν, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Στησώμεθα κοινὸν πένθος, κατά τε ἡλ

 ΙΕʹ. Γνῶμεν, ὅτι τὸ μὲν μηδὲν ἁμαρτεῖν, ὄντως ὑπὲρ ἄνθρωπον, καὶ μόνου Θεοῦ: ἐῶ γὰρ περὶ ἀγγέλων τι λέγειν, μὴ δῶμεν καιρὸν τοῖς πάθεσι, καὶ θύραν πον

 Ι#2ʹ. Φοβερὸν μὲν οὖν, ἀδελφοὶ, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος: φοβερὸν δὲ τὸ πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακὰ, καὶ πανωλεθρίᾳ τὴν κακίαν ἐξαφαν

 ΙΖʹ. Πλὴν ἐπιγνῶμεν τοῦ κακοῦ τὴν ὑπόθεσιν. Πόθεν ἐξηράνθησαν γεωργίαι, ᾐσχύνθησαν ἀποθῆκαι, καὶ νομὴ ποιμνίων ἐξέλιπεν, ὠλιγώθη τὰ ὡραῖα τῆς γῆς, οὐκ

 ΙΗʹ. Ὁ μέν τις ἡμῶν ἐξέθλιψε πένητα, καὶ μοῖραν γῆς παρεσπάσατο, καὶ ὅριον ὑπερέβη κακῶς, ἢ κλέψας, ἢ τυραννήσας, καὶ συνῆψεν οἰκίαν πρὸς οἰκίαν, καὶ

 ΙΘʹ. Τί πρὸς ταῦτα ἐροῦμεν, οἱ σιτῶναι, καὶ σιτοκάπηλοι, καὶ τηροῦντες τὰς τῶν καιρῶν δυσκολίας, ἵν' εὐπορήσωμεν, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφ

 Κʹ. Ταῦτα συμφιλοσόφησον ἡμῖν, ὦ θεία καὶ ἱερὰ κεφαλὴ, καὶ πολλὴν ἐμπειρίαν τῷ μακρῷ χρόνῳ συλλεξαμένη, ἐξ ἧς σοφία γίνεται. Τούτοις τὸν λαόν σου κατά

14.  Come then, all of you, my brethren, let us worship and fall down, and weep before the Lord our Maker;85    Ps. xcv. 6. let us appoint a public mourning, in our various ages and families, let us raise the voice of supplication; and let this, instead of the cry which He hates, enter into the ears of the Lord of Sabaoth.  Let us anticipate His anger by confession;86    Ib. xcv. 2 (LXX.). let us desire to see Him appeased, after He was wroth.  Who knoweth, he says, if He will turn and repent, and leave a blessing behind Him?87    Joel ii. 14.  This I know certainly, I the sponsor of the loving-kindness of God.  And when He has laid aside that which is unnatural to Him, His anger, He will betake Himself to that which is natural, His mercy.  To the one He is forced by us, to the other He is inclined.  And if He is forced to strike, surely He will refrain, according to His Nature.  Only let us have mercy on ourselves, and open a road for our Father’s righteous affections.  Let us sow in tears, that we may reap in joy,88    Ps. cxxvi. 5. let us show ourselves men of Nineveh, not of Sodom.89    Gen. xix. 17, 23; Jonah iii. 5.  Let us amend our wickedness, lest we be consumed with it; let us listen to the preaching of Jonah, lest we be overwhelmed by fire and brimstone, and if we have departed from Sodom let us escape to the mountain, let us flee to Zoar, let us enter it as the sun rises; let us not stay in all the plain, let us not look around us, lest we be frozen into a pillar of salt, a really immortal pillar, to accuse the soul which returns to wickedness.

ΙΔʹ. Δεῦτε οὖν πάντες, ἀδελφοὶ, προσκυνήσωμεν, καὶ προσπέσωμεν, καὶ κλαύσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς. Στησώμεθα κοινὸν πένθος, κατά τε ἡλικίας καὶ γένη διαιρεθέντες. Ὑψώσωμεν τὴν φωνὴν τῆς ἱκεσίας: ἀντὶ τῆς μισουμένης αὐτῷ κραυγῆς, ταύτην εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ἀνενέγκωμεν: Προφθάσωμεν αὐτοῦ τὴν ὀργὴν ἐν ἐξομολογήσει. Βουληθῶμεν αὐτὸν ἰδεῖν, ὥσπερ ὠργισμένον, οὕτω καὶ μετατιθέμενον. Τίς οἶδε, φησὶν, εἰ ἐπιστρέψει, καὶ μετανοήσει, καὶ ὑπολείψεται εὐλογίαν; Οἶδα τοῦτο σαφῶς ἐγὼ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγγυητής. Καὶ ὃ παρὰ φύσιν ἐστὶν αὐτῷ, τῆς ὀργῆς ἀφεὶς, ἐπὶ τὸ κατὰ φύσιν χωρήσει, τὸν ἔλεον. Εἰς ἐκεῖνο μὲν γὰρ ὑφ' ἡμῶν βιάζεται: πρὸς δὲ τοῦτο τὴν ὁρμὴν ἔχει. Καὶ εἰ πατάσσει βιαζόμενος, πῶς οὐκ ἀνήσει τῇ φύσει χρώμενος; Μόνον ἡμᾶς αὐτοὺς ἐλεήσωμεν, τοῖς δικαίοις τοῦ Πατρὸς σπλάγχνοις ὁδὸν ἀνοίξαντες. Σπείρωμεν ἐν δάκρυσιν, ἵν' ἐν ἀγαλλιάσει θερίσωμεν. Γενώμεθα Νινευῗται, μὴ Σοδομῖται: θεραπεύσωμεν τὴν κακίαν, μὴ τῇ κακίᾳ συντελεσθῶμεν. Ἀκούσωμεν Ἰωνᾶ κηρύσσοντος, μὴ πυρὶ καὶ θείῳ κατακλυσθῶμεν. Κἂν ἐξέλθωμεν Σόδομα, προσβῶμεν τῷ ὄρει, καταφύγωμεν εἰς Σεγὼρ, ἀνίσχοντι συνεισέλθωμεν τῷ ἡλίῳ. Μὴ στῶμεν ἐν πάσῃ τῇ περιχώρῳ: μὴ περιβλεψώμεθα, μὴ παγῶμεν εἰς στήλην ἁλὸς, στήλην ὄντως ἀθάνατον, καὶ κατηγορίαν ψυχῆς εἰς κακίαν ἐπιστρεφούσης.