ΛΟΓΟΣ ΙΗʹ. Ἐπιτάφιος εἰς τὸν πατέρα, παρόντος Βασιλείου.

 Αʹ. Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν τοῦ Θεοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος: οὕτω γὰρ ἡ Γραφὴ καλεῖ τοὺς διαβεβ

 Βʹ. Πλὴν εἰπέ: πόθεν πάρει καὶ τίς σου ἡ ἐργασία καὶ τί χαριούμενος ἥκεις ἡμῖν Ἐπειδὴ πάντα σε σὺν Θεῷ, καὶ παρὰ Θεοῦ κινούμενον ἔγνων, καὶ ἐπ' εὐε

 Γʹ. Τριῶν δὲ ὄντων, ὅπερ ἔφην, ἅ σοι τὴν παρουσίαν ἀναγκαίαν ποιεῖ, καὶ πάντων ἐξ ἴσης, ἡμῶν, τοῦ ποιμένος, τῆς ποίμνης: φέρε, κατὰ τὸ ἐν σοὶ πνεῦμα τ

 Δʹ. Ἡμᾶς μὲν οὕτω παραμυθήσῃ: τὴν ποίμνην δὲ πῶς Πρῶτον μὲν τὴν σὴν ὑποσχόμενος ἐπιστασίαν καὶ ἡγεμονίαν, οὗ πᾶσι καλὸν ὑπὸ τὰς πτέρυγας ἀναπαύεσθαι,

 Εʹ. Ἐκεῖνος τοίνυν (ἵνα πατρίδα, καὶ γένος, καὶ σώματος εὐφυΐαν, καὶ τὴν ἔξωθεν περιφάνειαν, καὶ τἄλλα οἷς μέγα φρονοῦσιν ἄνθρωποι, τοῖς τῶν ἐγκωμίων

 #2ʹ. Ἐκεῖνος καὶ πρὸ τῆς ἡμετέρας αὐλῆς ἦν ἡμέτερος: εἰσεποίει γὰρ αὐτὸν ἡμῖν ὁ τρόπος. Ὥσπερ γὰρ πολλοὶ τῶν ἡμετέρων οὐ μεθ' ἡμῶν εἰσιν, οὓς ὁ βίος ἀ

 Ζʹ. Γυναῖκα μὲν ἀνδρείαν τίς εὑρήσει τῆς θείας ἤκουσα λεγούσης Γραφῆς: καὶ τὸ δῶρον θεόθεν εἶναι, τὴν ἀγαθὴν παρὰ τοῦ Κυρίου συζυγίαν ἁρμόζεσθαι. Τὸ

 Ηʹ. Καὶ τῷ μὲν Ἀδὰμ ἡ δοθεῖσα κατ' αὐτὸν βοηθὸς (ἐπειδὴ καλὸν ἦν μὴ μόνον εἶναι τὸν ἄνθρωπον), ἀντὶ συνεργοῦ πολεμία κατέστη, καὶ οὐχ ὁμόζυγος, ἀλλ' ἀ

 Θʹ. Τίς μὲν ἔλαθεν ἐκείνην, εὐχῆς ἢ καιρὸς, ἢ τόπος ὃ καὶ πρῶτον ἦν αὐτῇ πάντων τῆς ἡμέρας κίνημα. Μᾶλλον δὲ τίς οὕτως ἔχειν ὁμοῦ τῷ αἰτεῖν τὸ αἰτούμ

 Ιʹ. Καὶ εἰ μέγα τῷ θυσιαστηρίῳ ποτὲ τὸ μὴ πέλεκυν ἐπ' αὐτὸ ἀναβῆναι, μηδὲ ὀφθῆναι, ἢ ἀκουσθῆναι λαξευτήριον (λόγῳ μείζονι, ὡς δέον φυσικὸν καὶ ἄτεχνον

 ΙΑʹ. Καὶ σιωπῶ τὰ τούτων ἀποῤῥητότερα, ὧν Θεὸς μάρτυς, καὶ τῶν πιστῶν θεραπαινίδων αἷς τὰ τοιαῦτα ἐπίστευσε. Τὸ γὰρ καθ' ἡμᾶς ἴσως οὐδὲ μνήμης ἀξιωτέο

 ΙΒʹ. Ἡ μὲν καὶ ᾔτει ταῦτα καὶ ἤλπιζεν, ἅτε τῇ πίστει μᾶλλον ἢ τῇ νεότητι ζέουσα. Καὶ γὰρ οὐδεὶς οὕτως ἐθάῤῥει τοῖς παροῦσιν, ὡς αὕτη τοῖς ἐλπισθεῖσι,

 ΙΓʹ. Μικρὸν τὸ ἐν μέσῳ, καὶ τῷ θαύματι θαῦμα συνάπτεται: παραθήσομαι δὲ πιστῶν ἀκοαῖς τὸν λόγον: ψυχαῖς γὰρ βεβήλοις οὐδὲν τῶν καλῶν ἀξιόπιστον. Πρόσε

 ΙΔʹ. Καὶ τοῦτο οὐδεὶς ἀπιστήσειε τῶν ἀκηκοότων τε καὶ γιγνωσκόντων, ὅτι Μωϋσῆς μὲν ἔτι μικρὸς ὢν τοῖς πολλοῖς, καὶ οὔπω λόγου τινὸς ἀξιούμενος, ἐκ τῆς

 ΙΕʹ. Τί δεῖ πάντας ἀπαριθμεῖσθαι τοὺς ὑπὸ Θεοῦ προσκληθέντας, καὶ τοιούτοις οἰκειωθέντας θαύμασιν, οἷς κἀκεῖνος ἐβεβαιώθη πρὸς τὴν εὐσέβειαν Καὶ οὐ τ

 Ι#2ʹ. Παραλαβὼν γὰρ τὴν Ἐκκλησίαν ὑλώδη καὶ ἀπηγροικισμένην, οὐ πόῤῥωθεν μὲν ἐπισκοπῇ ποιμανθεῖσαν, ἀλλ' ὅσον ἑνὶ τῶν πρὸ αὐτοῦ κοσμηθῆναι, καὶ τούτῳ

 ΙΖʹ. Ταῦτα ἐννοῶν ὁ μέγας ἐκεῖνος ἄνθρωπος τοῦ Θεοῦ, καὶ ἀληθῶς Θεολόγος, καὶ μετὰ τοῦ Πνεύματος περὶ τούτων κινούμενος, τί χρὴ λέγειν ἕτερον, ἢ ὅτι ν

 ΙΗʹ. Τεκμήριον δὲ τοῦ λόγου: Καὶ γὰρ ἡνίκα παρὰ τοῦ θερμοτέρου μέρους τῆς Ἐκκλησίας κατεστασιάσθημεν, γράμματι κλαπέντες καὶ ῥήμασι τεχνικοῖς εἰς πονη

 ΙΘʹ. Τίς δ' ἂν τῶν ἐκείνου καλῶν ἢ τὸ πλῆθος ἐξαριθμήσαιτο, ἢ τὰ πλείω παραδραμεῖν ἐθέλων, μὴ χαλεπῶς εὕροι τὸ παρετέον Ἀεὶ γὰρ τὸ τὴν διάνοιαν ἐπεισ

 Κʹ. Τίς μὲν γὰρ ἐκείνου περὶ τὰ κοινὰ σπουδαιότερος τίς δὲ τὰ οἴκοι φιλοσοφώτερος, ἐπειδὴ καὶ οἶκον ἐμέρισεν αὐτῷ, καὶ κτῆσιν σύμμετρον, ὁ πάντα καλῶ

 ΚΑʹ. Τὸ δὲ κάλλιστόν τε καὶ μέγιστον, ὅτι τῷ μεγαλοψύχῳ προσῆν καὶ τὸ ἀφιλότιμον. Ὅσον δὲ καὶ οἷον, δηλώσων ἔρχομαι: Τὰ μὲν γὰρ χρήματα κοινὰ, καὶ ἡ π

 ΚΒʹ. Ἡ μὲν οὖν χεὶρ τοσαύτη: καὶ τὰ πλείω τοῖς εἰδόσι παρήσομεν, ὥστε, εἴ τι καὶ ἡμῖν μαρτυρεῖται τοιοῦτον, ἐξ ἐκείνης εἶναι τῆς πηγῆς, κἀκείνου μοῖρα

 ΚΓʹ. Τίς δὲ πλέον, ἢ τῦφον ἐκόλασεν, ἢ ταπεινοφροσύνην ἠγάπησε, καὶ ταύτην οὐκ ἐπιπλάστως, οὐδὲ ἐξ ἐπιπολῆς, ὡς οἱ πολλοὶ τῶν νῦν προσποιουμένων φιλοσ

 ΚΔʹ. Ὃ δὲ κάλλιστον τῶν ἐκείνου καὶ ἰδιώτατον, καὶ οὐδὲ τοῖς πολλοῖς ἀγνοούμενον, ἡ ἁπλότης, καὶ τὸ τοῦ ἤθους ἄδολόν τε καὶ ἀμνησίκακον. Ἄλλος μὲν γὰρ

 ΚΕʹ. Θεοῦ μὲν ὀργῆς τρυγίαν τινὰ καὶ πιστεύομεν καὶ ἀκούομεν, τὸ λεῖμμα τῆς κατὰ τῶν ἀξίων κινήσεως: ἐπειδὴ Θεὸς ἐκδικήσεων Κύριος. Εἰ γὰρ καὶ κλίνει

 Κ#2ʹ. Δρόσος ὑφίσταται μᾶλλον ἡλιακὴν ἀκτῖνα ἑωθινὰ βάλλουσαν, ἤ τι παρέμενεν ἐκείνῳ θυμοῦ λείψανον: ἀλλ' ὁμοῦ τε ἐφθέγγετο, καὶ ὁ χόλος τοῖς ῥήμασι σ

 ΚΖʹ. Ἆρ' οὖν τὸ μὲν ἐπιεικὲς τοσοῦτον αὐτῷ καὶ οὕτω γνώριμον: ἐντελείας δὲ καὶ τῆς περὶ τὸ πρακτέον ἀρετῆς παρῆκεν ἑτέρῳ τὸ πλέον ἔχειν Οὐ μὲν οὖν: ἀ

 ΚΗʹ. Ἓν δὲ τῶν περὶ ἐκεῖνον θαυμάτων: Ἔκαμνεν ἀῤῥωστίᾳ, καὶ πονηρῶς εἶχε τοῦ σώματος. Καὶ τί θαυμαστὸν, εἰ κακοπαθοῦσι καὶ ἅγιοι, εἴτε εἰς κάθαρσιν κα

 ΚΘʹ. Τί οὖν ἐνταῦθα ὁ τῆς νυκτὸς ἐκείνης καὶ τοῦ κειμένου Θεός Φρίττειν ἐπέρχεταί μοι τοῖς ἑξῆς προσιόντι τοῦ διηγήματος (φρίττοιτε δὲ καὶ ὑμεῖς, οἱ

 Λʹ. Τὸ δ' αὐτὸ καὶ περὶ τὴν μητέρα τὴν ἐμὴν συνηνέχθη θαῦμα, οὐ μικρὸν ὕστερον: ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν: ταύτην τε γὰρ τὰ εἰκότα τιμήσομεν, εἴ

 ΛΑʹ. Πλέοντί μοι τὸ Παρθενικὸν πέλαγος ἀπὸ τῆς Ἀλεξανδρέων, ἐπὶ τὴν Ἑλλάδα: ἔπλεον δὲ παντελῶς ἔξω τῆς ὥρας, οὕτω τοῦ πόθου πείθοντος, ἐπὶ νηὸς Αἰγινα

 ΛΒʹ. Τὰ μὲν δὴ κοινὰ τοιαῦτα. Πάλαι δὲ οἶμαι θαυμάζειν τινὰς τῶν τὰ ἐκείνου σαφῶς ἐγνωκότων, ὅτι περὶ μὲν τούτων οὕτω καταγεγόναμεν, ὡς μόνα πρὸς εὐφη

 ΛΓʹ. Ἕτερον δὲ τοῦ αὐτοῦ καιροῦ καὶ τῆς αὐτῆς ἀνδρίας διήγημα: ἐστασίαζεν ἡ Καισαρέων πόλις περὶ προβολὴν ἀρχιερέως, τοῦ μὲν ὑπεξελθόντος, τοῦ δὲ ἐπιζ

 ΛΔʹ. Παρῆν μὲν ὁ βασιλεὺς βρέμων Χριστιανοῖς, δι' ὀργῆς δὲ ἡ χειροτονία, ἠπειλεῖτο δὲ ὁ προβληθείς: ἐπὶ ξυροῦ δὲ ἡ πόλις, ἢ μηκέτ' εἶναι μετὰ τὴν ἡμέρ

 ΛΕʹ. Ὃ δὲ τελευταῖον μὲν τῶν ἐκείνου τῇ τάξει, πρῶτον δὲ τῇ δυνάμει καὶ μέγιστον, τίς οὕτως ἔξω τῆς καθ' ἡμᾶς οἰκουμένης, ὥστε ἀγνοεῖν Ἐστασίαζε πάλι

 Λ#2ʹ. Ἤ|δει τὰ τοῦ Πνεύματος ἀκριβῶς ὁ τοῦ Πνεύματος: καὶ διὰ τοῦτο μηδὲν ταπεινὸν φρονεῖν ᾤετο δεῖν, μηδὲ κατὰ συστάσεις καὶ προλήψεις μάχεσθαι, χάρι

 ΛΖʹ. Τοῦ δὲ αὐτοῦ ζήλου καὶ ἡ κατὰ τῶν αἱρετικῶν ἔνστασις, ἡνίκα ἐπεστράτευσαν ἡμῖν μετὰ τῆς βασιλικῆς ἀσεβείας, ὡς καταστρεφόμενοι καὶ ἡμᾶς, καὶ τοῖς

 ΛΗʹ. Οὐκ ἂν οὐδὲ τοῦτο τῶν ἐκείνου καλῶν παρέλθοιμι. Πάντα μὲν ἦν καρτερικὸς, καὶ κρείττων τοῦ περιβλήματος: τῇ τελευταίᾳ δὲ νόσῳ κακοπαθῶν, ἣ τῷ γήρᾳ

 ΛΘʹ. Ἐπεὶ δὲ καὶ μνημόσυνον τῆς ἐκείνου μεγαλοψυχίας ἔδει τῷ βίῳ καταλειφθῆναι, τί μᾶλλον ἔδει, ἢ τὸν νεὼν τοῦτον, ὃν Θεῷ τε ἤγειρε καὶ ἡμῖν, ὀλίγα μὲ

 Μʹ. Τί φῂς, ὦ πάτερ ἱκανὰ ταῦτα, καὶ ἀπέχεις τῶν πόνων τὰς ἀμοιβὰς, οὓς ἐπὶ τοῖς ἐμοῖς λόγοις ἐμόχθησας, τὸν εἴτε προπεμπτήριον, εἴτ' ἐπιτάφιον τοῦτο

 ΜΑʹ. Σοὶ δὲ τί δοκοῦμεν, ὦ κριτὰ τῶν ἐμῶν λόγων καὶ κινημάτων Εἰ μὲν αὐτάρκως διείλεκται ταῦτα, καὶ τῆς σῆς ἐπιθυμίας ἀξίως, τοῦτο ἐπιψήφισον, καὶ δε

 ΜΒʹ. Οὐχ ἡ αὐτὴ φύσις, ὦ μῆτερ, Θεοῦ καὶ ἀνθρώπων: μᾶλλον δὲ ὅλως τῶν θείων καὶ τῶν ἐπιγείων. Παρ' ἐκείνοις μὲν τὸ ἄτρεπτον καὶ ἀθάνατον, αὐτοῦ τε τοῦ

 ΜΓʹ. Ἀλλὰ λυπεῖ σε τὸ τῆς διαζεύξεως ἀλλ' εὐφραινέτω τὸ τῆς ἐλπίδος. Ἀλλὰ δεινὸν ἡ χηρεία ἐκείνῳ δὲ οὐ δεινόν. Καὶ ποῦ τὸ τῆς ἀγάπης ἀγαθὸν, ἑαυτῷ τ

36.  The things of the Spirit were exactly known to the man of the Spirit, and he felt that he must take up no submissive position, nor side with factions and prejudices which depend upon favour rather than upon God, but must make the advantage of the Church and the common salvation his sole object.  Accordingly he wrote, gave advice, strove to unite the people and the clergy, whether ministering in the sanctuary or not, gave his testimony, his decision and his vote, even in his absence, and assumed, in virtue of his gray hairs, the exercise of authority among strangers no less than among his own flock.  At last, since it was necessary that the consecration should be canonical, and there was81    There was lacking.  The Council of Nicæa ordered that a Bishop should be consecrated by at least three Bishops. lacking one of the proper number of Bishops for the proclamation, he tore himself from his couch, exhausted as he was by age and disease, and manfully went to the city, or rather was borne, with his body dead though just breathing, persuaded that, if anything were to happen to him, this devotion would be a noble winding-sheet.  Hereupon once more there was a prodigy, not unworthy of credit.  He received strength from his toil, new life from his zeal, presided at the function, took his place in the conflict, enthroned the Bishop, and was conducted home, no longer borne upon a bier, but in a divine ark.  His long-suffering, over whose praises I have already lingered, was in this case further exhibited.  For his colleagues were annoyed at the shame of being overcome, and at the public influence of the old man, and allowed their annoyance to show itself in abuse of him; but such was the strength of his endurance that he was superior even to this, finding in modesty a most powerful ally, and refusing to bandy abuse with them.  For he felt that it would be a terrible thing, after really gaining the victory, to be vanquished by the tongue.  In consequence, he so won upon them by his long-suffering, that, when time had lent its aid to his judgment, they exchanged their annoyance for admiration, and knelt before him to ask his pardon, in shame for their previous conduct, and flinging away their hatred, submitted to him as their patriarch, lawgiver, and judge.

Λ#2ʹ. Ἤ|δει τὰ τοῦ Πνεύματος ἀκριβῶς ὁ τοῦ Πνεύματος: καὶ διὰ τοῦτο μηδὲν ταπεινὸν φρονεῖν ᾤετο δεῖν, μηδὲ κατὰ συστάσεις καὶ προλήψεις μάχεσθαι, χάριτι πλέον ἢ Θεῷ νέμοντας: ἀλλὰ πρὸς ἓν βλέπειν μόνον, τὸ τῶν Ἐκκλησιῶν ὄφελος, καὶ τὴν κοινὴν σωτηρίαν. Διὰ τοῦτο ἔγραφεν, ἐνουθέτει, συνήρμοζε τὸν λαὸν, τοὺς ἱερέας, τούς τε ἄλλους καὶ ὅσοι τοῦ βήματος, διεμαρτύρετο, ἐψηφίζετο, ἐχειροτόνει καὶ μήπω παρών: ἐδίδου τῇ πολιᾷ τὸ ἐναυθεντεῖν, ὡς οἰκείοις, τοῖς ἀλλοτρίοις. Καὶ τέλος, ἐπειδὴ κανονικὴν ἔδει γενέσθαι τὴν χειροτονίαν αὐτῷ, λείποντος ἑνὸς τῷ ἀριθμῷ τῶν ἀνακηρυξόντων, τοῦ σκίμποδος ἑαυτὸν ἀποσπάσας, γήρᾳ καὶ νόσῳ συντετριμμένος, ἐπὶ τὴν πόλιν νεανικῶς ἵεται: μᾶλλον δὲ φέρεται νεκρῷ τῷ σώματι, καὶ μικρὰ πνέοντι: καλὸν ἐντάφιον αὐτῷ, κἂν εἴ τι δέοι παθεῖν, τὴν σπουδὴν ἐκείνην ἔσεσθαι πεπεισμένος. Γίνεται δέ τι κἀνταῦθα σημεῖον οὐκ ἀπιστούμενον: Ῥώννυται τῷ πόνῳ, νεάζει τῇ προθυμίᾳ, οἰκονομεῖ, παρατάσσεται, τίθησιν ἐπὶ τοῦ θρόνου, προπέμπεται, οὐκ ἔτι σορῷ τῷ φορείῳ, κιβωτῷ δὲ θείᾳ χρησάμενος. Ἣν δὲ ἄρτι μακροθυμίαν ἐπαινῶν ἐπαυσάμην, ταύτην ἐνταῦθα καὶ πλέον δείκνυσιν. Οὐ γὰρ φερόντων τῶν συλλειτουργῶν τὴν αἰσχύνην τῆς ἥττης, καὶ τὴν ἐν τοῖς πράγμασι τοῦ γέροντος δυναστείαν, καὶ διὰ τοῦτο δυσχεραινόντων αὐτῷ καὶ λοιδορουμένων, ἵσχυσεν οἷς ἐκαρτέρει καὶ τούτων ὑπεράνω γενέσθαι, μέγιστον εὑρὼν εἰς συμμαχίαν τὴν ἐπιείκειαν, καὶ τὸ μὴ ἀντιλοιδορεῖν λοιδορούμενον. Τί γὰρ εἶναι δεινὸν, εἰ τοῖς πράγμασι νικήσας, φέροι τῇ γλώσσῃ νικώμενος, Τοιγαροῦν οὕτω κἀκείνους εἷλε τῇ μακροθυμίᾳ, προσλαβὼν καὶ τὸν χρόνον τῆς γνώμης σύμμαχον, ὥστε ἀπελογοῦντο, προσέπιπτον, μεταβάλλοντες εἰς θαῦμα τὴν ἀγανάκτησιν. Ἠ|σχύνοντο τοῖς προτέροις, ἐχρῶντο πατριάρχῃ, καὶ νομοθέτῃ, καὶ δικαστῇ, τὸ μισεῖν ἀποῤῥίψαντες.