ΛΟΓΟΣ Μʹ. Εἰς τὸ ἅγιον βάπτισμα.

 Αʹ. Χθὲς τῇ λαμπρᾷ τῶν Φώτων ἡμέρᾳ πανηγυρίσαντες (καὶ γὰρ ἔπρεπε χαρμόσυνα θέσθαι τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ πολλῷ μᾶλλον ἢ γαμήλια, καὶ γενέθλια

 Βʹ. Τρισσὴν γέννησιν ἡμῖν οἶδεν ὁ Λόγος: τὴν ἐκ σωμάτων, τὴν ἐκ βαπτίσματος, καὶ τὴν ἐξ ἀναστάσεως. Τούτων δὲ, ἡ μὲν νυκτερινή τέ ἐστι, καὶ δούλη, καὶ

 Γʹ. Περὶ μὲν δὴ τῶν δύο γεννήσεων, τῆς πρώτης τέ φημι, καὶ τῆς τελευταίας, φιλοσοφεῖν, οὐ τοῦ παρόντος καιροῦ: περὶ δὲ τῆς μέσης, καὶ τῆς νῦν ἡμῖν ἀνα

 Δʹ. Καλεῖται δὲ, ὥσπερ Χριστὸς ὁ τούτου δοτὴρ, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, οὕτω δὲ καὶ τὸ δώρημα: εἴτε διὰ τὸ περιχαρὲς τοῦ πράγματος τοῦτο παθόντ

 Εʹ. Θεὸς μέν ἐστι φῶς τὸ ἀκρότατον, καὶ ἀπρόσιτον, καὶ ἄῤῥητον, οὔτε νῷ καταληπτὸν, οὔτε λόγῳ ῥητὸν, πάσης φωτιστικὸν λογικῆς φύσεως. Τοῦτο ἐν νοητοῖς

 #2ʹ. Φῶς μὲν ἦν καὶ ἡ τῷ πρωτογόνῳ δοθεῖσα πρωτόγονος ἐντολὴ (ἐπειδὴ, Λύχνος ἐντολὴ νόμου καὶ φῶς: καὶ διότι, Φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς), εἰ

 Ζʹ. Ἐπειδὴ γὰρ τὸ μὲν μηδὲν ἁμαρτεῖν ἐστι Θεοῦ, καὶ τῆς πρώτης καὶ ἀσυνθέτου φύσεως: ἁπλότης γὰρ εἰρηναία καὶ ἀστασίαστος: θαῤῥῶ δὲ εἰπεῖν, ὅτι καὶ τῆ

 Ηʹ. Διττῶν δὲ ὄντων ἡμῶν, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς, τῆς δὲ ἀοράτου φύσεως: διττὴ καὶ ἡ κάθαρσις, δι' ὕδατός τέ φημι καὶ Πνεύματος

 Θʹ. Δεινὸν γὰρ ἀντὶ ἰατρείας ἀπονωτέρας, τὴν ἐπιπονωτέραν ἐργάσασθαι, καὶ ἀποῤῥίψαντας χάριν οἴκτου χρεωστεῖν κόλασιν, καὶ ἀντιμετρεῖν ἁμαρτίᾳ διόρθωσ

 Ιʹ. Ἐάν σοι προσβάλῃ μετὰ τὸ βάπτισμα ὁ τοῦ φωτὸς διώκτης καὶ πειραστὴς (προσβαλεῖ δέ: καὶ γὰρ, καὶ τῷ Λόγῳ, καὶ Θεῷ μου προσέβαλε διὰ τὸ κάλυμμα, τῷ

 ΙΑʹ. Βαπτισθῶμεν οὖν, ἵνα νικήσωμεν: μετάσχωμεν καθαρσίων ὑδάτων, ὑσσώπου ῥυπτικωτέρων, αἵματος νομικοῦ καθαρωτέρων, σποδοῦ δαμάλεως ἱερωτέρων, ῥαντιζ

 ΙΒʹ. Τί πυρετὸν ἀναμένεις εὐεργέτην, ἀλλ' οὐ Θεόν Τί καιρὸν, ἀλλ' οὐ λογισμόν Τί φίλον ἐπίβουλον, ἀλλ' οὐ πόθον σωτήριον Τί μὴ τὴν ἐξουσίαν, ἀλλὰ τ

 ΙΓʹ. Τρεῖς γὰρ οἶδα τάξεις τῶν σωζομένων, δουλείαν, μισθαρνίαν, υἱότητα. Εἰ δοῦλος εἶ, τὰς πληγὰς φοβήθητι: εἰ μισθωτὸς, πρὸς τὸ λαβεῖν βλέπε μόνον. Ε

 ΙΔʹ. Σπεῖρε μὲν ὅτε καιρὸς, καὶ συγκόμιζε, καὶ λύε τὰς ἀποθήκας, ὅτε τούτου καιρὸς, καὶ φύτευε καθ' ὥραν, καὶ κειρέσθω σοι βότρυς ὥριμος, καὶ ἀνάγου θ

 ΙΕʹ. Εἰ δὲ προκαταλάβοις σεαυτὸν τῇ σφραγῖδι, καὶ τὸ μέλλον ἀσφαλίσαιο τῷ καλλίστῳ τῶν βοηθημάτων καὶ στεῤῥοτάτῳ, σημειωθεὶς καὶ ψυχὴν καὶ σῶμα, τῷ χρ

 Ι#2ʹ. Ἀλλὰ φοβῇ, μὴ διαφθείρῃς τὸ χάρισμα, καὶ διὰ τοῦτο ἀναβάλλῃ τὴν κάθαρσιν, ὡς δευτέραν οὐκ ἔχων Τί δαί Οὐ φοβῇ, μὴ διώκτῃ καιρῷ κινδυνεύσῃς, κα

 ΙΖʹ. Νέος εἶ Στῆθι κατὰ τῶν παθῶν μετὰ τῆς συμμαχίας, εἰς Θεοῦ παράταξιν ἀριθμήθητι, ἀρίστευσον κατὰ τοῦ Γολιὰθ, λάβε τὰς χιλιάδας, ἢ τὰς μυριάδας. Ο

 ΙΗʹ. Τί ἔτι Παρθενίαν ἀσκεῖς Τῇ καθάρσει σφραγίσθητι: ταύτην ποίησαι τοῦ βίου κοινωνὸν, καὶ συνόμιλον: αὕτη ῥυθμιζέτω σοι, καὶ βίον, καὶ λόγον, πᾶν

 ΙΘʹ. Ἀλλ' ἐν μέσῳ στρέφῃ, καὶ μολύνῃ τοῖς δημοσίοις: καὶ δεινὸν, εἴ σοι δαπανηθήσεσθαι τὸ φιλάνθρωπον Ἁπλοῦς ὁ λόγος: Εἰ μὲν οἷόν τε, φύγε καὶ τὴν ἀγ

 Κʹ. Ἀλλὰ τί μοι πλέον, φησὶ, προκατασχεθέντι διὰ τοῦ βαπτίσματος, καὶ τὸ τερπνὸν τοῦ ζῇν ἐμαυτῷ διὰ τοῦ τάχους ἀποκλείσαντι, ἐνὸν ἐφεῖναι ταῖς ἡδοναῖς

 ΚΑʹ. Εἰ δὲ καὶ τὴν τοῦ λουτροῦ δύναμιν ἡ παραβολὴ σκιογραφεῖ, κατὰ τὴν σὴν ἐξήγησιν: τί κωλύσειε καὶ προεισελθόντα, καὶ καυσωθέντα, μὴ βασκαίνειν τοῖς

 ΚΒʹ. Τί δαί Οὐχὶ φιλάνθρωπον, φησὶ, τὸ Θεῖον Καὶ γνωστικὸν γὰρ ἐννοιῶν, δοκιμάζει τε τὴν ἔφεσιν, καὶ ἀντὶ βαπτίσματος, ποιεῖται τὴν ὁρμὴν τοῦ βαπτίσ

 ΚΓʹ. Ὥστε καὶ τῶν ἀποτυγχανόντων, οἱ μὲν εἰσὶ παντελῶς κτηνώδεις, ἢ θηριώδεις, ὡς ἂν ἀνοίας ἢ πονηρίας ἔχωσιν: οἷς μετὰ τῶν ἄλλων κακῶν, οὐδὲ τὸ χάρισ

 ΚΔʹ. Τοιγαροῦν, ἐπειδὴ τούτων ἠκούσατε τῶν φωνῶν, Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, διαμαρτόντα τῆς χάριτος.

 ΚΕʹ. Βραδὺς ἴσθι πρὸς κακουργίαν, ὦ οὗτος, ταχὺς δὲ πρὸς σωτηρίαν, ἐμοὶ πειθόμενος: ἴσον γάρ ἐστι κακὸν, ἑτοιμότης τε πρὸς τὸ χεῖρον, καὶ μέλλησις πρὸ

 Κ2ʹ. Μηδὲν ἐπεχέτω σε τοῦ πρόσω: μηδὲν ἀνθελκέτω σου τὴν προθυμίαν. Ἕως σφοδρὸς ὁ πόθος, λαβοῦ τοῦ ποθουμένου: ἕως θερμὸς ὁ σίδηρος, τῷ ψυχρῷ στομωθήτ

 ΚΖʹ. Μὴ ἀπαξιώσῃς συμβαπτισθῆναι πένητι, πλούσιος ὢν, ὁ εὐπατρίδης τῷ δυσγενεῖ, ὁ δεσπότης τῷ δούλῳ μέχρι τοῦ νῦν. Οὔπω τοσοῦτον ταπεινοφρονήσεις, ὅσο

 ΚΗʹ. Ἔστω ταῦτα, φησὶ, περὶ τῶν ἐπιζητούντων τὸ βάπτισμα. Τί δ' ἂν εἴποις περὶ τῶν ἔτι νηπίων, καὶ μήτε τῆς ζημίας ἐπαισθανομένων, μήτε τῆς χάριτος ἢ

 ΚΘʹ. Ἀλλὰ Χριστὸς, φησὶ, τριακονταέτης βαπτίζεται, καὶ ταῦτα Θεὸς ὤν: καὶ σὺ κελεύεις ἐπισπεύδειν τὸ βάπτισμα Θεὸν εἰπὼν, λέλυκας τὸ ζητούμενον. Ὁ μὲ

 Λʹ. Σοὶ δὲ τίς ἀνάγκη, τοῖς ὑπὲρ σὲ ὑποδείγμασιν ἑπομένῳ, κακῶς βουλεύεσθαι: ἐπεὶ καὶ ἄλλα πολλὰ τῶν τηνικαῦτα ἱστορουμένων ἑτέρως ἢ ὡς τὰ νῦν ἔχοντα

 ΛΑʹ. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, τοὺς μὲν τοιούτους λόγους χαίρειν ἐάσατε: αὐτοὶ δὲ τῷ ἀγαθῷ προσπηδήσατε, καὶ διπλοῦν ἀγῶνα ἀγωνιεῖσθε: τὸν μὲν προκαθαί

 ΛΒʹ. Γενέσθω σοι τὸ λουτρὸν, μὴ τοῦ σώματος μόνον, ἀλλὰ καὶ τῆς εἰκόνος: μὴ τῶν ἁμαρτημάτων ἔκπλυσις μόνον, ἀλλὰ καὶ τοῦ τρόπου διόρθωσις: μὴ τὸν προλ

 ΛΓʹ. Τί οὖν φημι, καὶ τίς ὁ ἐμὸς λόγος χθὲς ἦσθα Χαναναία ψυχὴ, καὶ διὰ τῆς ἁμαρτίας συγκύπτουσα: σήμερον ἀνωρθώθης ὑπὸ τοῦ Λόγου. Μὴ συγκύψῃς πάλιν,

 ΛΔʹ. Εἰ λέπραν ἔβρυες τέως τὴν ἄμορφον πονηρίαν, ἀπεξέσθης δὲ τῆς κακῆς ὕλης, καὶ τὴν εἰκόνα σώαν ἀπέλαβες, δεῖξον ἐμοὶ τῷ ἱερεῖ σου τὴν κάθαρσιν, ἵνα

 ΛΕʹ. Γενήσεται δὲ πῶς Ἀεὶ τῆς παραβολῆς ἐκείνης μέμνησο, καὶ σεαυτῷ βοηθήσεις ἄριστά τε καὶ τελεώτατα. Ἐξῆλθεν ἀπὸ σοῦ τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα

 Λ#2ʹ. Πάλιν ὑπομνήσω σε τῶν φωτισμῶν, καὶ πολλάκις ἐκ τῶν θείων λογίων τούτους ἀναλεγόμενος. Αὐτός τε γὰρ ἡδίων ἔσομαι τῇ τούτων μνήμῃ, (τί γὰρ φωτὸς

 ΛΖʹ. Ὥσπερ δὲ πῦρ οἶδα διπλοῦν, οὕτω καὶ φῶς τὸ μὲν, τὴν τοῦ ἡγεμονικοῦ λαμπάδα, κατευθῦνον ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα: τὸ δὲ, ἀπατηλὸν καὶ περίεργον

 ΛΗʹ. Πᾶν μέλος καθαρισθῶμεν, ἀδελφοὶ, πᾶσαν ἁγνίσωμεν αἴσθησιν: μηδὲν ἀτελὲς ἡμῖν ἔστω, μηδὲ τῆς πρώτης γενέσεως, μηδὲν ἀφώτιστον καταλείπωμεν. Φωτισθ

 ΛΘʹ. Καὶ πρὸς τοῖς εἰρημένοις ἔτι καλὸν, τὴν κεφαλὴν καθαιρομένους, ὡς καθαίρεται κεφαλὴ, τὸ τῶν αἰσθήσεων ἐργαστήριον, κρατεῖν τὴν Χριστοῦ κεφαλὴν, ἐ

 Μʹ. Τί δὲ ἡ ὀσφύς Τί δὲ οἱ νεφροί Μηδὲ γὰρ τοῦτο παρέλθωμεν. Ἁπτέσθω καὶ τούτων ἡ κάθαρσις: ἔστωσαν ἡμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ ἀνεσταλμέναι δ

 ΜΑʹ. Ἐπὶ πᾶσι, καὶ πρὸ πάντων, φύλασσέ μοι τὴν καλὴν παρακαταθήκην, ᾗ ζῶ καὶ πολιτεύομαι, ἣν καὶ συνέκδημον λάβοιμι, μεθ' ἧς καὶ ἀλγεινὰ πάντα φέρω, κ

 ΜΒʹ. Φοβῇ σὺ γέννησιν, ἵνα μή τι πάθῃ Θεὸς, ὁ μὴ πάσχων Ἐγὼ φοβοῦμαι τὴν κτίσιν, ἵνα μὴ Θεὸν ἀπολέσω διὰ τῆς ὕβρεως, καὶ τῆς ἀδίκου κατατομῆς, ἢ τὸν

 ΜΓʹ. Θέλω τὸν Πατέρα μείζω εἰπεῖν, ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι, τοῖς ἴσοις ἐστὶ, καὶ τὸ εἶναι. Τοῦτο γὰρ παρὰ πάντων δοθήσεται. Καὶ δέδοικα τὴν ἀρχὴν, μὴ

 ΜΔʹ. Τί μοι δεῖ μακροτέρων λόγων Διδασκαλίας γὰρ ὁ καιρὸς, οὐκ ἀντιλογίας. Μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, μετὰ ταύτης βαπτισθή

 ΜΕʹ. Ἀλλ' οὔπω τύπος οὐδεὶς ἐν τῇ σῇ ψυχῇ, οὔτε χείρονος γράμματος, οὐδὲ βελτίονος: σήμερον δέ σε γραφῆναι δεήσει, καὶ παρ' ἡμῶν τυπωθῆναι πρὸς τελειό

 Μ#2ʹ. Πλὴν ἐκεῖνο εὐαγγελίζομαί σοι. Ἡ στάσις, ἣν αὐτίκα στήσῃ μετὰ τὸ βάπτισμα πρὸ τοῦ μεγάλου βήματος, τῆς ἐκεῖθεν δόξης ἐστὶ προχάραγμα. Ἡ ψαλμῳδία

XI.  Let us then be baptized that we may win the victory; let us partake of the cleansing waters, more purifying than hyssop, purer than the legal blood, more sacred than the ashes of the heifer sprinkling the unclean,35    Heb. x. 4. and providing a temporary cleansing of the body, but not a complete taking away of sin; for if once purged, why should they need further purification?  Let us be baptized today, that we suffer not violence36    There is here an untranslatable play upon words. to-morrow; and let us not put off the blessing as if it were an injury, nor wait till we get more wicked that more may be forgiven us; and let us not become sellers and traffickers of Christ, lest we become more heavily burdened than we are able to bear, that we be not sunk with all hands37    Again a play upon words.  Βαπτἰζεσθαι is sometimes used in the sense of to be drowned.  The word primarily means to Immerse, and this of course, when applied to a ship, is to sink her.  The practice of immersion in Holy Baptism was undoubtedly universal in the primitive ages, except where in cases of necessity persons were baptized in sickness, or in prison under sentence of death; and in such cases this “Clinic” Baptism, though recognized as valid, and therefore not to be repeated, was viewed as irregular, and disqualified its recipient from subsequently receiving Holy Orders.  Affusion was gradually allowed, probably for climatic reasons, to become the prevailing practice of the West, though immersion predominated as late as the Twelfth Century.  It is, however, a remarkable fact that the Didache, a Manual of instruction which some date within the lifetime of the Apostles, and nearly all are agreed in placing not later than the early years of the Second Century, expressly permits affusion, without any hint of irregularity, or mention of any circumstance of necessity except scarcity of water. and make shipwreck of the Gift, and lose all because we expected too much.  While thou art still master of thy thoughts run to the Gift.  While thou art not yet sick in body or in mind, nor seemest so to those who are with thee (though thou art really of sound mind); while thy good is not yet in the power of others, but thou thyself art still master of it; while thy tongue is not stammering or parched, or (to say no more) deprived of the power of pronouncing the sacramental words; while thou canst still be made one of the faithful, not conjecturally but confessedly; and canst still receive not pity but congratulation; while the Gift is still clear to thee, and there is no doubt about it; while the grace can reach the depth of thy soul, and it is not merely thy body that is washed for burial; and before tears surround thee announcing thy decease—and even these restrained perhaps for thy sake—and thy wife and children would delay thy departure, and are listening for thy dying words; before the physician is powerless to help thee, and is giving thee but hours to live—hours which are not his to give—and is balancing thy salvation with the nod of his head, and discoursing learnedly on thy disease after thou art dead, or making his charges heavier by withdrawals, or hinting at despair; before there is a struggle between the man who would baptize thee and the man who seeks thy money, the one striving that thou mayest receive thy Viaticum, the other that he may be inscribed in thy Will as heir—and there is no time for both.

ΙΑʹ. Βαπτισθῶμεν οὖν, ἵνα νικήσωμεν: μετάσχωμεν καθαρσίων ὑδάτων, ὑσσώπου ῥυπτικωτέρων, αἵματος νομικοῦ καθαρωτέρων, σποδοῦ δαμάλεως ἱερωτέρων, ῥαντιζούσης τοὺς κεκοινωμένους, καὶ πρόσκαιρον ἐχούσης σώματος κάθαρσιν, οὐ παντελῆ τῆς ἁμαρτίας ἀναίρεσιν. Τί γὰρ ἔδει καθαίρεσθαι τοὺς ἅπαξ κεκαθαρμένους; Βαπτισθῶμεν σήμερον, ἵνα μὴ αὔριον βιασθῶμεν. Καὶ μὴ ἀναβαλώμεθα τὴν εὐεργεσίαν, ὡς ἀδικίαν: μηδὲ ἀναμείνωμεν πλεῖον γενέσθαι κακοὶ, ἵνα πλεῖον συγχωρηθῶμεν: μηδὲ γενώμεθα Χριστοκάπηλοι καὶ Χριστέμποροι: μηδὲ φορτισθῶμεν πλέον ἢ δυνάμεθα φέρειν, ἵνα μὴ αὐτάνδρῳ τῇ νηὶ βαπτισθῶμεν, καὶ τὸ χάρισμα ναυαγήσωμεν, ἀνθ' ὧν τὸ πλεῖον ἠλπίσαμεν, τὸ πᾶν ἀπολέσαντες. Ἕως ἔτι τῶν λογισμῶν κύριος εἶ πρόσδραμε τῷ δωρήματι: ἕως οὔπω νοσεῖς καὶ τὸ σῶμα καὶ τὴν διάνοιαν, ἢ δοκεῖς οὕτω τοῖς παροῦσι, κἂν σωφρονῇς: ἕως οὐκ ἐπ' ἄλλοις κεῖται τὸ σὸν ἀγαθὸν, ἀλλ' αὐτὸς εἶ τούτου κύριος: ἕως οὐ παράφορος ἡ γλῶσσα, οὐδὲ κατεψυγμένη, οὐδὲ ζημιοῦται, ἵνα μὴ πλεῖόν τι λέγω, τὰ τῆς μυσταγωγίας ῥήματα: ἕως δύνασαι γενέσθαι πιστὸς, οὐκ εἰκαζόμενος, ἀλλ' ὁμολογούμενος: οὐκ ἐλεούμενος, ἀλλὰ μακαριζόμενος: ἕως δῆλόν σοι τὸ δῶρον, ἀλλ' οὐκ ἀμφίβολον: καὶ τοῦ βάθους ἡ χάρις ἅπτεται, ἀλλ' οὐ τὸ σῶμα ἐπιτάφια λούεται: ἕως οὐ δάκρυα περὶ σὲ τῆς ἐξόδου μηνύματα, καὶ ταῦτα εἰς σὴν χάριν τυχὸν ἐπεχόμενα, καὶ γυνὴ, καὶ παῖδες τὴν ἐκδημίαν μεθέλκοντες, καὶ ζητοῦντες ἐξόδια ῥήματα: ἕως οὐκ ἰατρὸς ἄτεχνος περὶ σὲ, ὥρας σοι χαριζόμενος, ὧν οὐκ ἔστι κύριος, καὶ νεύματι ταλαντεύων τὴν σωτηρίαν, καὶ φιλοσοφῶν περὶ τῆς νόσου μετὰ τὸν θάνατον, ἢ τοὺς μισθοὺς βαρύνων ταῖς ὑποχωρήσεσιν, ἢ τὴν ἀπόγνωσιν αἰνιττόμενος: ἕως οὐ μάχη βαπτιστοῦ καὶ χρηματιστοῦ, τοῦ μὲν, ὅπως ἐφοδιάσῃ φιλονεικοῦντος, τοῦ δὲ, ὅπως γραφῇ κληρονόμος, ἀμφότερα τοῦ καιροῦ μὴ συγχωροῦντος.