ΛΟΓΟΣ Μʹ. Εἰς τὸ ἅγιον βάπτισμα.

 Αʹ. Χθὲς τῇ λαμπρᾷ τῶν Φώτων ἡμέρᾳ πανηγυρίσαντες (καὶ γὰρ ἔπρεπε χαρμόσυνα θέσθαι τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ πολλῷ μᾶλλον ἢ γαμήλια, καὶ γενέθλια

 Βʹ. Τρισσὴν γέννησιν ἡμῖν οἶδεν ὁ Λόγος: τὴν ἐκ σωμάτων, τὴν ἐκ βαπτίσματος, καὶ τὴν ἐξ ἀναστάσεως. Τούτων δὲ, ἡ μὲν νυκτερινή τέ ἐστι, καὶ δούλη, καὶ

 Γʹ. Περὶ μὲν δὴ τῶν δύο γεννήσεων, τῆς πρώτης τέ φημι, καὶ τῆς τελευταίας, φιλοσοφεῖν, οὐ τοῦ παρόντος καιροῦ: περὶ δὲ τῆς μέσης, καὶ τῆς νῦν ἡμῖν ἀνα

 Δʹ. Καλεῖται δὲ, ὥσπερ Χριστὸς ὁ τούτου δοτὴρ, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, οὕτω δὲ καὶ τὸ δώρημα: εἴτε διὰ τὸ περιχαρὲς τοῦ πράγματος τοῦτο παθόντ

 Εʹ. Θεὸς μέν ἐστι φῶς τὸ ἀκρότατον, καὶ ἀπρόσιτον, καὶ ἄῤῥητον, οὔτε νῷ καταληπτὸν, οὔτε λόγῳ ῥητὸν, πάσης φωτιστικὸν λογικῆς φύσεως. Τοῦτο ἐν νοητοῖς

 #2ʹ. Φῶς μὲν ἦν καὶ ἡ τῷ πρωτογόνῳ δοθεῖσα πρωτόγονος ἐντολὴ (ἐπειδὴ, Λύχνος ἐντολὴ νόμου καὶ φῶς: καὶ διότι, Φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς), εἰ

 Ζʹ. Ἐπειδὴ γὰρ τὸ μὲν μηδὲν ἁμαρτεῖν ἐστι Θεοῦ, καὶ τῆς πρώτης καὶ ἀσυνθέτου φύσεως: ἁπλότης γὰρ εἰρηναία καὶ ἀστασίαστος: θαῤῥῶ δὲ εἰπεῖν, ὅτι καὶ τῆ

 Ηʹ. Διττῶν δὲ ὄντων ἡμῶν, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς, τῆς δὲ ἀοράτου φύσεως: διττὴ καὶ ἡ κάθαρσις, δι' ὕδατός τέ φημι καὶ Πνεύματος

 Θʹ. Δεινὸν γὰρ ἀντὶ ἰατρείας ἀπονωτέρας, τὴν ἐπιπονωτέραν ἐργάσασθαι, καὶ ἀποῤῥίψαντας χάριν οἴκτου χρεωστεῖν κόλασιν, καὶ ἀντιμετρεῖν ἁμαρτίᾳ διόρθωσ

 Ιʹ. Ἐάν σοι προσβάλῃ μετὰ τὸ βάπτισμα ὁ τοῦ φωτὸς διώκτης καὶ πειραστὴς (προσβαλεῖ δέ: καὶ γὰρ, καὶ τῷ Λόγῳ, καὶ Θεῷ μου προσέβαλε διὰ τὸ κάλυμμα, τῷ

 ΙΑʹ. Βαπτισθῶμεν οὖν, ἵνα νικήσωμεν: μετάσχωμεν καθαρσίων ὑδάτων, ὑσσώπου ῥυπτικωτέρων, αἵματος νομικοῦ καθαρωτέρων, σποδοῦ δαμάλεως ἱερωτέρων, ῥαντιζ

 ΙΒʹ. Τί πυρετὸν ἀναμένεις εὐεργέτην, ἀλλ' οὐ Θεόν Τί καιρὸν, ἀλλ' οὐ λογισμόν Τί φίλον ἐπίβουλον, ἀλλ' οὐ πόθον σωτήριον Τί μὴ τὴν ἐξουσίαν, ἀλλὰ τ

 ΙΓʹ. Τρεῖς γὰρ οἶδα τάξεις τῶν σωζομένων, δουλείαν, μισθαρνίαν, υἱότητα. Εἰ δοῦλος εἶ, τὰς πληγὰς φοβήθητι: εἰ μισθωτὸς, πρὸς τὸ λαβεῖν βλέπε μόνον. Ε

 ΙΔʹ. Σπεῖρε μὲν ὅτε καιρὸς, καὶ συγκόμιζε, καὶ λύε τὰς ἀποθήκας, ὅτε τούτου καιρὸς, καὶ φύτευε καθ' ὥραν, καὶ κειρέσθω σοι βότρυς ὥριμος, καὶ ἀνάγου θ

 ΙΕʹ. Εἰ δὲ προκαταλάβοις σεαυτὸν τῇ σφραγῖδι, καὶ τὸ μέλλον ἀσφαλίσαιο τῷ καλλίστῳ τῶν βοηθημάτων καὶ στεῤῥοτάτῳ, σημειωθεὶς καὶ ψυχὴν καὶ σῶμα, τῷ χρ

 Ι#2ʹ. Ἀλλὰ φοβῇ, μὴ διαφθείρῃς τὸ χάρισμα, καὶ διὰ τοῦτο ἀναβάλλῃ τὴν κάθαρσιν, ὡς δευτέραν οὐκ ἔχων Τί δαί Οὐ φοβῇ, μὴ διώκτῃ καιρῷ κινδυνεύσῃς, κα

 ΙΖʹ. Νέος εἶ Στῆθι κατὰ τῶν παθῶν μετὰ τῆς συμμαχίας, εἰς Θεοῦ παράταξιν ἀριθμήθητι, ἀρίστευσον κατὰ τοῦ Γολιὰθ, λάβε τὰς χιλιάδας, ἢ τὰς μυριάδας. Ο

 ΙΗʹ. Τί ἔτι Παρθενίαν ἀσκεῖς Τῇ καθάρσει σφραγίσθητι: ταύτην ποίησαι τοῦ βίου κοινωνὸν, καὶ συνόμιλον: αὕτη ῥυθμιζέτω σοι, καὶ βίον, καὶ λόγον, πᾶν

 ΙΘʹ. Ἀλλ' ἐν μέσῳ στρέφῃ, καὶ μολύνῃ τοῖς δημοσίοις: καὶ δεινὸν, εἴ σοι δαπανηθήσεσθαι τὸ φιλάνθρωπον Ἁπλοῦς ὁ λόγος: Εἰ μὲν οἷόν τε, φύγε καὶ τὴν ἀγ

 Κʹ. Ἀλλὰ τί μοι πλέον, φησὶ, προκατασχεθέντι διὰ τοῦ βαπτίσματος, καὶ τὸ τερπνὸν τοῦ ζῇν ἐμαυτῷ διὰ τοῦ τάχους ἀποκλείσαντι, ἐνὸν ἐφεῖναι ταῖς ἡδοναῖς

 ΚΑʹ. Εἰ δὲ καὶ τὴν τοῦ λουτροῦ δύναμιν ἡ παραβολὴ σκιογραφεῖ, κατὰ τὴν σὴν ἐξήγησιν: τί κωλύσειε καὶ προεισελθόντα, καὶ καυσωθέντα, μὴ βασκαίνειν τοῖς

 ΚΒʹ. Τί δαί Οὐχὶ φιλάνθρωπον, φησὶ, τὸ Θεῖον Καὶ γνωστικὸν γὰρ ἐννοιῶν, δοκιμάζει τε τὴν ἔφεσιν, καὶ ἀντὶ βαπτίσματος, ποιεῖται τὴν ὁρμὴν τοῦ βαπτίσ

 ΚΓʹ. Ὥστε καὶ τῶν ἀποτυγχανόντων, οἱ μὲν εἰσὶ παντελῶς κτηνώδεις, ἢ θηριώδεις, ὡς ἂν ἀνοίας ἢ πονηρίας ἔχωσιν: οἷς μετὰ τῶν ἄλλων κακῶν, οὐδὲ τὸ χάρισ

 ΚΔʹ. Τοιγαροῦν, ἐπειδὴ τούτων ἠκούσατε τῶν φωνῶν, Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, διαμαρτόντα τῆς χάριτος.

 ΚΕʹ. Βραδὺς ἴσθι πρὸς κακουργίαν, ὦ οὗτος, ταχὺς δὲ πρὸς σωτηρίαν, ἐμοὶ πειθόμενος: ἴσον γάρ ἐστι κακὸν, ἑτοιμότης τε πρὸς τὸ χεῖρον, καὶ μέλλησις πρὸ

 Κ2ʹ. Μηδὲν ἐπεχέτω σε τοῦ πρόσω: μηδὲν ἀνθελκέτω σου τὴν προθυμίαν. Ἕως σφοδρὸς ὁ πόθος, λαβοῦ τοῦ ποθουμένου: ἕως θερμὸς ὁ σίδηρος, τῷ ψυχρῷ στομωθήτ

 ΚΖʹ. Μὴ ἀπαξιώσῃς συμβαπτισθῆναι πένητι, πλούσιος ὢν, ὁ εὐπατρίδης τῷ δυσγενεῖ, ὁ δεσπότης τῷ δούλῳ μέχρι τοῦ νῦν. Οὔπω τοσοῦτον ταπεινοφρονήσεις, ὅσο

 ΚΗʹ. Ἔστω ταῦτα, φησὶ, περὶ τῶν ἐπιζητούντων τὸ βάπτισμα. Τί δ' ἂν εἴποις περὶ τῶν ἔτι νηπίων, καὶ μήτε τῆς ζημίας ἐπαισθανομένων, μήτε τῆς χάριτος ἢ

 ΚΘʹ. Ἀλλὰ Χριστὸς, φησὶ, τριακονταέτης βαπτίζεται, καὶ ταῦτα Θεὸς ὤν: καὶ σὺ κελεύεις ἐπισπεύδειν τὸ βάπτισμα Θεὸν εἰπὼν, λέλυκας τὸ ζητούμενον. Ὁ μὲ

 Λʹ. Σοὶ δὲ τίς ἀνάγκη, τοῖς ὑπὲρ σὲ ὑποδείγμασιν ἑπομένῳ, κακῶς βουλεύεσθαι: ἐπεὶ καὶ ἄλλα πολλὰ τῶν τηνικαῦτα ἱστορουμένων ἑτέρως ἢ ὡς τὰ νῦν ἔχοντα

 ΛΑʹ. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, τοὺς μὲν τοιούτους λόγους χαίρειν ἐάσατε: αὐτοὶ δὲ τῷ ἀγαθῷ προσπηδήσατε, καὶ διπλοῦν ἀγῶνα ἀγωνιεῖσθε: τὸν μὲν προκαθαί

 ΛΒʹ. Γενέσθω σοι τὸ λουτρὸν, μὴ τοῦ σώματος μόνον, ἀλλὰ καὶ τῆς εἰκόνος: μὴ τῶν ἁμαρτημάτων ἔκπλυσις μόνον, ἀλλὰ καὶ τοῦ τρόπου διόρθωσις: μὴ τὸν προλ

 ΛΓʹ. Τί οὖν φημι, καὶ τίς ὁ ἐμὸς λόγος χθὲς ἦσθα Χαναναία ψυχὴ, καὶ διὰ τῆς ἁμαρτίας συγκύπτουσα: σήμερον ἀνωρθώθης ὑπὸ τοῦ Λόγου. Μὴ συγκύψῃς πάλιν,

 ΛΔʹ. Εἰ λέπραν ἔβρυες τέως τὴν ἄμορφον πονηρίαν, ἀπεξέσθης δὲ τῆς κακῆς ὕλης, καὶ τὴν εἰκόνα σώαν ἀπέλαβες, δεῖξον ἐμοὶ τῷ ἱερεῖ σου τὴν κάθαρσιν, ἵνα

 ΛΕʹ. Γενήσεται δὲ πῶς Ἀεὶ τῆς παραβολῆς ἐκείνης μέμνησο, καὶ σεαυτῷ βοηθήσεις ἄριστά τε καὶ τελεώτατα. Ἐξῆλθεν ἀπὸ σοῦ τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα

 Λ#2ʹ. Πάλιν ὑπομνήσω σε τῶν φωτισμῶν, καὶ πολλάκις ἐκ τῶν θείων λογίων τούτους ἀναλεγόμενος. Αὐτός τε γὰρ ἡδίων ἔσομαι τῇ τούτων μνήμῃ, (τί γὰρ φωτὸς

 ΛΖʹ. Ὥσπερ δὲ πῦρ οἶδα διπλοῦν, οὕτω καὶ φῶς τὸ μὲν, τὴν τοῦ ἡγεμονικοῦ λαμπάδα, κατευθῦνον ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα: τὸ δὲ, ἀπατηλὸν καὶ περίεργον

 ΛΗʹ. Πᾶν μέλος καθαρισθῶμεν, ἀδελφοὶ, πᾶσαν ἁγνίσωμεν αἴσθησιν: μηδὲν ἀτελὲς ἡμῖν ἔστω, μηδὲ τῆς πρώτης γενέσεως, μηδὲν ἀφώτιστον καταλείπωμεν. Φωτισθ

 ΛΘʹ. Καὶ πρὸς τοῖς εἰρημένοις ἔτι καλὸν, τὴν κεφαλὴν καθαιρομένους, ὡς καθαίρεται κεφαλὴ, τὸ τῶν αἰσθήσεων ἐργαστήριον, κρατεῖν τὴν Χριστοῦ κεφαλὴν, ἐ

 Μʹ. Τί δὲ ἡ ὀσφύς Τί δὲ οἱ νεφροί Μηδὲ γὰρ τοῦτο παρέλθωμεν. Ἁπτέσθω καὶ τούτων ἡ κάθαρσις: ἔστωσαν ἡμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ ἀνεσταλμέναι δ

 ΜΑʹ. Ἐπὶ πᾶσι, καὶ πρὸ πάντων, φύλασσέ μοι τὴν καλὴν παρακαταθήκην, ᾗ ζῶ καὶ πολιτεύομαι, ἣν καὶ συνέκδημον λάβοιμι, μεθ' ἧς καὶ ἀλγεινὰ πάντα φέρω, κ

 ΜΒʹ. Φοβῇ σὺ γέννησιν, ἵνα μή τι πάθῃ Θεὸς, ὁ μὴ πάσχων Ἐγὼ φοβοῦμαι τὴν κτίσιν, ἵνα μὴ Θεὸν ἀπολέσω διὰ τῆς ὕβρεως, καὶ τῆς ἀδίκου κατατομῆς, ἢ τὸν

 ΜΓʹ. Θέλω τὸν Πατέρα μείζω εἰπεῖν, ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι, τοῖς ἴσοις ἐστὶ, καὶ τὸ εἶναι. Τοῦτο γὰρ παρὰ πάντων δοθήσεται. Καὶ δέδοικα τὴν ἀρχὴν, μὴ

 ΜΔʹ. Τί μοι δεῖ μακροτέρων λόγων Διδασκαλίας γὰρ ὁ καιρὸς, οὐκ ἀντιλογίας. Μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, μετὰ ταύτης βαπτισθή

 ΜΕʹ. Ἀλλ' οὔπω τύπος οὐδεὶς ἐν τῇ σῇ ψυχῇ, οὔτε χείρονος γράμματος, οὐδὲ βελτίονος: σήμερον δέ σε γραφῆναι δεήσει, καὶ παρ' ἡμῶν τυπωθῆναι πρὸς τελειό

 Μ#2ʹ. Πλὴν ἐκεῖνο εὐαγγελίζομαί σοι. Ἡ στάσις, ἣν αὐτίκα στήσῃ μετὰ τὸ βάπτισμα πρὸ τοῦ μεγάλου βήματος, τῆς ἐκεῖθεν δόξης ἐστὶ προχάραγμα. Ἡ ψαλμῳδία

XXIV.  Therefore since you have heard these words, come forward to it, and be enlightened, and your faces shall not be ashamed61    Ps. xxxiv. 5. through missing the Grace.  Receive then the Enlightenment in due season, that darkness pursue you not, and catch you, and sever you from the Illumining.  The night cometh when no man can work62    John xii. 35. after our departure hence.  The one is the voice of David, the other of the True Light which lighteth every man that cometh into the world.63    Ib. i. 4.  And consider how Solomon reproves you who are too idle or lethargic, saying, How long wilt thou sleep, O sluggard,64    Prov. vi. 9. and when wilt thou arise out of thy sleep?  You rely upon this or that, and “pretend pretences in sins;”65    Ps. cxli. 4. am waiting for Epiphany; I prefer Easter; I will wait for Pentecost.66    The Festivals of Easter and Pentecost were set apart as early as the Second Century for the solemn administration of Holy Baptism; and S. Siricius Bishop of Rome about the time of S. Gregory of Nazianzus, states that all the Churches agreed in keeping these exclusively.  But this is a mistake (though Van Espen says (II., c. i., tit. 2, c. 4) that S. Siricius acknowledges the existence of the different custom, but condemns it, and gives reference to ad. Himerum Tarraconensem, c. 2), for there is evidence that in many Churches the Epiphany also was thus observed, and in some Christmas also.  But Tertullian (De Bapt.) says that no time is unsuitable.  In the Western Church, however, Papal decrees, Conciliar Canons, and Imperial Capitularies from the VIth to the XIIIth. Centuries abound, limiting the administration, except in cases of sickness, to the two seasons of Easter and Pentecost, on the Vigils of which it is still provided for in the Missals.  No doubt it was felt to be a very useful limitation, when most persons who were presented for Baptism were adults, and required preparation.  When this ceased to be the case the rule gradually became obsolete, and has long ceased to be observed.  It is better to be baptized with Christ, to rise with Christ on the Day of His Resurrection,67    Matt. xxiv. 50. to honour the Manifestation of the Spirit.  And what then?  The end will come suddenly in a day for which thou lookest not, and in an hour that thou art not aware of; and then you will have for a companion lack of grace; and you will be famished in the midst of all those riches of goodness, though you ought to reap the opposite fruit from the opposite course, a harvest by diligence, and refreshment from the font, like the thirsty hart68    Ps. xlii. 1. that runs in haste to the spring, and quenches the labour of his race by water; and not to be in Ishmael’s case, dried up for want of water,69    Gen. xix. 15. sqq. or as the fable has it, punished by thirst in the midst of a spring.70    The allusion is to the well known story of Tantalus, whose punishment in hell was said to be that, being tormented with hunger and thirst, he was condemned to stand for ever in water up to his lips, but to be unable to drink, and to have a tree laden with luscious fruit within easy reach, but to be unable to gather of it.  It is a sad thing to let the market day go by and then to seek for work.  It is a sad thing to let the Manna pass and then to long for food.  It is a sad thing to take a counsel too late, and to become sensible of the loss only when it is impossible to repair it; that is, after our departure hence, and the bitter closing of the acts of each man’s life, and the punishment of sinners, and the glory of the purified.  Therefore do not delay in coming to grace, but hasten, lest the robber outstrip you, lest the adulterer pass you by, lest the insatiate be satisfied before you, lest the murderer seize the blessing first, or the publican or the fornicator, or any of these violent ones who take the Kingdom of heaven by force.71    Matt. xi. 12.  For it suffers violence willingly, and is tyrannized over through goodness.

ΚΔʹ. Τοιγαροῦν, ἐπειδὴ τούτων ἠκούσατε τῶν φωνῶν, Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, διαμαρτόντα τῆς χάριτος. Καὶ δέξασθε τὸν φωτισμὸν ἕως καιρὸς, ἵνα μὴ σκοτία ὑμᾶς καταδιώξῃ, καὶ καταλάβῃ χωρίσασα τοῦ φωτίσματος: Ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάσασθαι, μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. Ἐκείνη Δαβὶδ ἡ φωνή: αὕτη τοῦ ἀληθινοῦ φωτὸς, τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Οἴεσθε δὲ καὶ τὸν Σολομῶντα πικρῶς ὑμῖν ὀνειδίζειν τοῖς ἀργοτέροις ἢ νωθεστέροις: Ἕως πότε, ὀκνηρὲ, κατάπεισαι, λέγοντα; Πότε δὲ ἐξ ὕπνου ἀναστήσῃ; Τὸ καὶ τὸ σκήπτῃ, καὶ προφασίζῃ προφάσεις ἐν ἁμαρτίαις. Μένω τὰ Φῶτα: τὸ Πάσχα μοι τιμιώτερον: τὴν Πεντηκοστὴν ἐκδέξομαι: Χριστῷ συμφωτισθῆναι βέλτιον: Χριστῷ συναναστῆναι κατὰ τὴν ἀναστάσιμον ἡμέραν: τοῦ Πνεύματος τιμῆσαι τὴν ἐπιφάνειαν. Εἶτα τί; Ἥξει τὸ τέλος ἐξαίφνης ἐν ἡμέρᾳ, ᾗ οὐ προσδοκᾷς, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκεις: εἶτα παραγίνεταί σοι, ὥσπερ κακὸς ὁδοιπόρος, ἡ πενία τῆς χάριτος, καὶ λιμώξεις ἐν τοσούτῳ πλούτῳ τῆς ἀγαθότητος: δέον τὰ ἐναντία τῷ ἐναντίῳ καρποῦσθαι, τῷ ἀόκνῳ τὸν ἄμητον, καὶ τῇ πηγῇ τὴν ἀνάψυξιν, ὥσπερ τὸν διψητικώτατον ἔλαφον, σπουδῇ ταῖς πηγαῖς προστρέχοντα, καὶ σβεννύντα τὸν τοῦ δρόμου κόπον τῷ ὕδατι: ἀλλὰ μὴ τὸ τοῦ Ἰσμαὴλ παθεῖν, ἀνυδρίᾳ ξηραίνεσθαι: ἢ τὸ τοῦ μύθου, ἐν μέσῃ πηγῇ δίψῃ κολάζεσθαι. Δεινὸν παρελθεῖν πανήγυριν, καὶ τηνικαῦτα τὴν πραγματείαν ἐπιζητεῖν. Δεινὸν τὸ μάννα παραδραμεῖν, καὶ τηνικαῦτα τροφῆς ἐφίεσθαι. Δεινὸν ὑστεροβουλία, καὶ τὸ τηνικαῦτα τῆς ζημίας αἰσθάνεσθαι, ὅτε οὐκ ἔστι λύσις ζημίας, μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν, καὶ τὸν πικρὸν συγκλεισμὸν τῶν ἑκάστῳ βεβιωμένων, καὶ τὴν τῶν ἁμαρτωλῶν κόλασιν, καὶ τὴν τῶν κεκαθαρμένων λαμπρότητα. Διὰ τοῦτο μὴ μέλλετε πρὸς τὴν χάριν: ἀλλ' ἐπείγεσθε, μὴ λῃστὴς ὑμᾶς προλάβῃ, μὴ μοιχὸς παραδράμῃ, μὴ ἄπληστος πλεονεκτήσῃ, μὴ φονεὺς προαρπάσῃ τὸ ἀγαθὸν, μὴ τελώνης, μὴ πόρνος, μή τις τῶν βιαστῶν τῆς βασιλείας καὶ ἁρπακτῶν. Βιάζεται γὰρ ἑκοῦσα, καὶ τυραννεῖται δι' ἀγαθότητα.