ΛΟΓΟΣ Μʹ. Εἰς τὸ ἅγιον βάπτισμα.

 Αʹ. Χθὲς τῇ λαμπρᾷ τῶν Φώτων ἡμέρᾳ πανηγυρίσαντες (καὶ γὰρ ἔπρεπε χαρμόσυνα θέσθαι τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ πολλῷ μᾶλλον ἢ γαμήλια, καὶ γενέθλια

 Βʹ. Τρισσὴν γέννησιν ἡμῖν οἶδεν ὁ Λόγος: τὴν ἐκ σωμάτων, τὴν ἐκ βαπτίσματος, καὶ τὴν ἐξ ἀναστάσεως. Τούτων δὲ, ἡ μὲν νυκτερινή τέ ἐστι, καὶ δούλη, καὶ

 Γʹ. Περὶ μὲν δὴ τῶν δύο γεννήσεων, τῆς πρώτης τέ φημι, καὶ τῆς τελευταίας, φιλοσοφεῖν, οὐ τοῦ παρόντος καιροῦ: περὶ δὲ τῆς μέσης, καὶ τῆς νῦν ἡμῖν ἀνα

 Δʹ. Καλεῖται δὲ, ὥσπερ Χριστὸς ὁ τούτου δοτὴρ, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, οὕτω δὲ καὶ τὸ δώρημα: εἴτε διὰ τὸ περιχαρὲς τοῦ πράγματος τοῦτο παθόντ

 Εʹ. Θεὸς μέν ἐστι φῶς τὸ ἀκρότατον, καὶ ἀπρόσιτον, καὶ ἄῤῥητον, οὔτε νῷ καταληπτὸν, οὔτε λόγῳ ῥητὸν, πάσης φωτιστικὸν λογικῆς φύσεως. Τοῦτο ἐν νοητοῖς

 #2ʹ. Φῶς μὲν ἦν καὶ ἡ τῷ πρωτογόνῳ δοθεῖσα πρωτόγονος ἐντολὴ (ἐπειδὴ, Λύχνος ἐντολὴ νόμου καὶ φῶς: καὶ διότι, Φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς), εἰ

 Ζʹ. Ἐπειδὴ γὰρ τὸ μὲν μηδὲν ἁμαρτεῖν ἐστι Θεοῦ, καὶ τῆς πρώτης καὶ ἀσυνθέτου φύσεως: ἁπλότης γὰρ εἰρηναία καὶ ἀστασίαστος: θαῤῥῶ δὲ εἰπεῖν, ὅτι καὶ τῆ

 Ηʹ. Διττῶν δὲ ὄντων ἡμῶν, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς, τῆς δὲ ἀοράτου φύσεως: διττὴ καὶ ἡ κάθαρσις, δι' ὕδατός τέ φημι καὶ Πνεύματος

 Θʹ. Δεινὸν γὰρ ἀντὶ ἰατρείας ἀπονωτέρας, τὴν ἐπιπονωτέραν ἐργάσασθαι, καὶ ἀποῤῥίψαντας χάριν οἴκτου χρεωστεῖν κόλασιν, καὶ ἀντιμετρεῖν ἁμαρτίᾳ διόρθωσ

 Ιʹ. Ἐάν σοι προσβάλῃ μετὰ τὸ βάπτισμα ὁ τοῦ φωτὸς διώκτης καὶ πειραστὴς (προσβαλεῖ δέ: καὶ γὰρ, καὶ τῷ Λόγῳ, καὶ Θεῷ μου προσέβαλε διὰ τὸ κάλυμμα, τῷ

 ΙΑʹ. Βαπτισθῶμεν οὖν, ἵνα νικήσωμεν: μετάσχωμεν καθαρσίων ὑδάτων, ὑσσώπου ῥυπτικωτέρων, αἵματος νομικοῦ καθαρωτέρων, σποδοῦ δαμάλεως ἱερωτέρων, ῥαντιζ

 ΙΒʹ. Τί πυρετὸν ἀναμένεις εὐεργέτην, ἀλλ' οὐ Θεόν Τί καιρὸν, ἀλλ' οὐ λογισμόν Τί φίλον ἐπίβουλον, ἀλλ' οὐ πόθον σωτήριον Τί μὴ τὴν ἐξουσίαν, ἀλλὰ τ

 ΙΓʹ. Τρεῖς γὰρ οἶδα τάξεις τῶν σωζομένων, δουλείαν, μισθαρνίαν, υἱότητα. Εἰ δοῦλος εἶ, τὰς πληγὰς φοβήθητι: εἰ μισθωτὸς, πρὸς τὸ λαβεῖν βλέπε μόνον. Ε

 ΙΔʹ. Σπεῖρε μὲν ὅτε καιρὸς, καὶ συγκόμιζε, καὶ λύε τὰς ἀποθήκας, ὅτε τούτου καιρὸς, καὶ φύτευε καθ' ὥραν, καὶ κειρέσθω σοι βότρυς ὥριμος, καὶ ἀνάγου θ

 ΙΕʹ. Εἰ δὲ προκαταλάβοις σεαυτὸν τῇ σφραγῖδι, καὶ τὸ μέλλον ἀσφαλίσαιο τῷ καλλίστῳ τῶν βοηθημάτων καὶ στεῤῥοτάτῳ, σημειωθεὶς καὶ ψυχὴν καὶ σῶμα, τῷ χρ

 Ι#2ʹ. Ἀλλὰ φοβῇ, μὴ διαφθείρῃς τὸ χάρισμα, καὶ διὰ τοῦτο ἀναβάλλῃ τὴν κάθαρσιν, ὡς δευτέραν οὐκ ἔχων Τί δαί Οὐ φοβῇ, μὴ διώκτῃ καιρῷ κινδυνεύσῃς, κα

 ΙΖʹ. Νέος εἶ Στῆθι κατὰ τῶν παθῶν μετὰ τῆς συμμαχίας, εἰς Θεοῦ παράταξιν ἀριθμήθητι, ἀρίστευσον κατὰ τοῦ Γολιὰθ, λάβε τὰς χιλιάδας, ἢ τὰς μυριάδας. Ο

 ΙΗʹ. Τί ἔτι Παρθενίαν ἀσκεῖς Τῇ καθάρσει σφραγίσθητι: ταύτην ποίησαι τοῦ βίου κοινωνὸν, καὶ συνόμιλον: αὕτη ῥυθμιζέτω σοι, καὶ βίον, καὶ λόγον, πᾶν

 ΙΘʹ. Ἀλλ' ἐν μέσῳ στρέφῃ, καὶ μολύνῃ τοῖς δημοσίοις: καὶ δεινὸν, εἴ σοι δαπανηθήσεσθαι τὸ φιλάνθρωπον Ἁπλοῦς ὁ λόγος: Εἰ μὲν οἷόν τε, φύγε καὶ τὴν ἀγ

 Κʹ. Ἀλλὰ τί μοι πλέον, φησὶ, προκατασχεθέντι διὰ τοῦ βαπτίσματος, καὶ τὸ τερπνὸν τοῦ ζῇν ἐμαυτῷ διὰ τοῦ τάχους ἀποκλείσαντι, ἐνὸν ἐφεῖναι ταῖς ἡδοναῖς

 ΚΑʹ. Εἰ δὲ καὶ τὴν τοῦ λουτροῦ δύναμιν ἡ παραβολὴ σκιογραφεῖ, κατὰ τὴν σὴν ἐξήγησιν: τί κωλύσειε καὶ προεισελθόντα, καὶ καυσωθέντα, μὴ βασκαίνειν τοῖς

 ΚΒʹ. Τί δαί Οὐχὶ φιλάνθρωπον, φησὶ, τὸ Θεῖον Καὶ γνωστικὸν γὰρ ἐννοιῶν, δοκιμάζει τε τὴν ἔφεσιν, καὶ ἀντὶ βαπτίσματος, ποιεῖται τὴν ὁρμὴν τοῦ βαπτίσ

 ΚΓʹ. Ὥστε καὶ τῶν ἀποτυγχανόντων, οἱ μὲν εἰσὶ παντελῶς κτηνώδεις, ἢ θηριώδεις, ὡς ἂν ἀνοίας ἢ πονηρίας ἔχωσιν: οἷς μετὰ τῶν ἄλλων κακῶν, οὐδὲ τὸ χάρισ

 ΚΔʹ. Τοιγαροῦν, ἐπειδὴ τούτων ἠκούσατε τῶν φωνῶν, Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, διαμαρτόντα τῆς χάριτος.

 ΚΕʹ. Βραδὺς ἴσθι πρὸς κακουργίαν, ὦ οὗτος, ταχὺς δὲ πρὸς σωτηρίαν, ἐμοὶ πειθόμενος: ἴσον γάρ ἐστι κακὸν, ἑτοιμότης τε πρὸς τὸ χεῖρον, καὶ μέλλησις πρὸ

 Κ2ʹ. Μηδὲν ἐπεχέτω σε τοῦ πρόσω: μηδὲν ἀνθελκέτω σου τὴν προθυμίαν. Ἕως σφοδρὸς ὁ πόθος, λαβοῦ τοῦ ποθουμένου: ἕως θερμὸς ὁ σίδηρος, τῷ ψυχρῷ στομωθήτ

 ΚΖʹ. Μὴ ἀπαξιώσῃς συμβαπτισθῆναι πένητι, πλούσιος ὢν, ὁ εὐπατρίδης τῷ δυσγενεῖ, ὁ δεσπότης τῷ δούλῳ μέχρι τοῦ νῦν. Οὔπω τοσοῦτον ταπεινοφρονήσεις, ὅσο

 ΚΗʹ. Ἔστω ταῦτα, φησὶ, περὶ τῶν ἐπιζητούντων τὸ βάπτισμα. Τί δ' ἂν εἴποις περὶ τῶν ἔτι νηπίων, καὶ μήτε τῆς ζημίας ἐπαισθανομένων, μήτε τῆς χάριτος ἢ

 ΚΘʹ. Ἀλλὰ Χριστὸς, φησὶ, τριακονταέτης βαπτίζεται, καὶ ταῦτα Θεὸς ὤν: καὶ σὺ κελεύεις ἐπισπεύδειν τὸ βάπτισμα Θεὸν εἰπὼν, λέλυκας τὸ ζητούμενον. Ὁ μὲ

 Λʹ. Σοὶ δὲ τίς ἀνάγκη, τοῖς ὑπὲρ σὲ ὑποδείγμασιν ἑπομένῳ, κακῶς βουλεύεσθαι: ἐπεὶ καὶ ἄλλα πολλὰ τῶν τηνικαῦτα ἱστορουμένων ἑτέρως ἢ ὡς τὰ νῦν ἔχοντα

 ΛΑʹ. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, τοὺς μὲν τοιούτους λόγους χαίρειν ἐάσατε: αὐτοὶ δὲ τῷ ἀγαθῷ προσπηδήσατε, καὶ διπλοῦν ἀγῶνα ἀγωνιεῖσθε: τὸν μὲν προκαθαί

 ΛΒʹ. Γενέσθω σοι τὸ λουτρὸν, μὴ τοῦ σώματος μόνον, ἀλλὰ καὶ τῆς εἰκόνος: μὴ τῶν ἁμαρτημάτων ἔκπλυσις μόνον, ἀλλὰ καὶ τοῦ τρόπου διόρθωσις: μὴ τὸν προλ

 ΛΓʹ. Τί οὖν φημι, καὶ τίς ὁ ἐμὸς λόγος χθὲς ἦσθα Χαναναία ψυχὴ, καὶ διὰ τῆς ἁμαρτίας συγκύπτουσα: σήμερον ἀνωρθώθης ὑπὸ τοῦ Λόγου. Μὴ συγκύψῃς πάλιν,

 ΛΔʹ. Εἰ λέπραν ἔβρυες τέως τὴν ἄμορφον πονηρίαν, ἀπεξέσθης δὲ τῆς κακῆς ὕλης, καὶ τὴν εἰκόνα σώαν ἀπέλαβες, δεῖξον ἐμοὶ τῷ ἱερεῖ σου τὴν κάθαρσιν, ἵνα

 ΛΕʹ. Γενήσεται δὲ πῶς Ἀεὶ τῆς παραβολῆς ἐκείνης μέμνησο, καὶ σεαυτῷ βοηθήσεις ἄριστά τε καὶ τελεώτατα. Ἐξῆλθεν ἀπὸ σοῦ τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα

 Λ#2ʹ. Πάλιν ὑπομνήσω σε τῶν φωτισμῶν, καὶ πολλάκις ἐκ τῶν θείων λογίων τούτους ἀναλεγόμενος. Αὐτός τε γὰρ ἡδίων ἔσομαι τῇ τούτων μνήμῃ, (τί γὰρ φωτὸς

 ΛΖʹ. Ὥσπερ δὲ πῦρ οἶδα διπλοῦν, οὕτω καὶ φῶς τὸ μὲν, τὴν τοῦ ἡγεμονικοῦ λαμπάδα, κατευθῦνον ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα: τὸ δὲ, ἀπατηλὸν καὶ περίεργον

 ΛΗʹ. Πᾶν μέλος καθαρισθῶμεν, ἀδελφοὶ, πᾶσαν ἁγνίσωμεν αἴσθησιν: μηδὲν ἀτελὲς ἡμῖν ἔστω, μηδὲ τῆς πρώτης γενέσεως, μηδὲν ἀφώτιστον καταλείπωμεν. Φωτισθ

 ΛΘʹ. Καὶ πρὸς τοῖς εἰρημένοις ἔτι καλὸν, τὴν κεφαλὴν καθαιρομένους, ὡς καθαίρεται κεφαλὴ, τὸ τῶν αἰσθήσεων ἐργαστήριον, κρατεῖν τὴν Χριστοῦ κεφαλὴν, ἐ

 Μʹ. Τί δὲ ἡ ὀσφύς Τί δὲ οἱ νεφροί Μηδὲ γὰρ τοῦτο παρέλθωμεν. Ἁπτέσθω καὶ τούτων ἡ κάθαρσις: ἔστωσαν ἡμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ ἀνεσταλμέναι δ

 ΜΑʹ. Ἐπὶ πᾶσι, καὶ πρὸ πάντων, φύλασσέ μοι τὴν καλὴν παρακαταθήκην, ᾗ ζῶ καὶ πολιτεύομαι, ἣν καὶ συνέκδημον λάβοιμι, μεθ' ἧς καὶ ἀλγεινὰ πάντα φέρω, κ

 ΜΒʹ. Φοβῇ σὺ γέννησιν, ἵνα μή τι πάθῃ Θεὸς, ὁ μὴ πάσχων Ἐγὼ φοβοῦμαι τὴν κτίσιν, ἵνα μὴ Θεὸν ἀπολέσω διὰ τῆς ὕβρεως, καὶ τῆς ἀδίκου κατατομῆς, ἢ τὸν

 ΜΓʹ. Θέλω τὸν Πατέρα μείζω εἰπεῖν, ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι, τοῖς ἴσοις ἐστὶ, καὶ τὸ εἶναι. Τοῦτο γὰρ παρὰ πάντων δοθήσεται. Καὶ δέδοικα τὴν ἀρχὴν, μὴ

 ΜΔʹ. Τί μοι δεῖ μακροτέρων λόγων Διδασκαλίας γὰρ ὁ καιρὸς, οὐκ ἀντιλογίας. Μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, μετὰ ταύτης βαπτισθή

 ΜΕʹ. Ἀλλ' οὔπω τύπος οὐδεὶς ἐν τῇ σῇ ψυχῇ, οὔτε χείρονος γράμματος, οὐδὲ βελτίονος: σήμερον δέ σε γραφῆναι δεήσει, καὶ παρ' ἡμῶν τυπωθῆναι πρὸς τελειό

 Μ#2ʹ. Πλὴν ἐκεῖνο εὐαγγελίζομαί σοι. Ἡ στάσις, ἣν αὐτίκα στήσῃ μετὰ τὸ βάπτισμα πρὸ τοῦ μεγάλου βήματος, τῆς ἐκεῖθεν δόξης ἐστὶ προχάραγμα. Ἡ ψαλμῳδία

XXVII.  Do not disdain to be baptized with a poor man, if you are rich; or if you are noble, with one who is lowborn; or if you are a master, with one who is up to the present time your slave.  Not even so will you be humbling yourself as Christ, unto Whom you are baptized today, Who for your sake took upon Himself even the form of a slave.  From the day of your new birth all the old marks were effaced, and Christ was put upon all in one form.  Do not disdain to confess your sins, knowing how John baptized, that by present shame you may escape from future shame (for this too is a part of the future punishment); and prove that you really hate sin by making a shew of it openly, and triumphing over it as worthy of contempt.  Do not reject the medicine of exorcism, nor refuse it because of its length.  This too is a touchstone of your right disposition for grace.  What labour have you to do compared with that of the Queen of Ethiopia,81    1 Kings x. 1. who arose and came from the utmost part of the earth to see the wisdom of Solomon?  And behold a Greater than Solomon is here82    Matt. xii. 42. in the judgment of those who reason maturely.  Do not hesitate either at length of journey, or distance by sea; or fire, if this too lies before you; or of any other, small or great, of the hindrances that you may attain to the gift.  But if without any labour and trouble at all you may obtain that which you desire, what folly it is to put off the gift:  “Ho, every one that thirsteth, come ye to the waters,”83    Isa. lv. 1. Esaias invites you, “and he that hath no money, come buy wine and milk, without money and without price.”  O swiftness of His mercy:  O easiness of the Covenant:  This blessing may be bought by you merely for willing it; He accepts the very desire as a great price; He thirsts to be thirsted for; He gives to drink to all who desire to drink; He takes it as a kindness to be asked for the kindness; He is ready and liberal; He gives with more pleasure than others receive.84    Acts xx. 35.  Only let us not be condemned for frivolity by asking for little, and for what is unworthy of the Giver.  Blessed is he from whom Jesus asks drink, as He did from that Samaritan woman, and gives a well of water springing up unto eternal life.85    John iv. 7.  Blessed is he that soweth beside all waters, and upon every soul, tomorrow to be ploughed and watered, which today the ox and the ass tread, while it is dry and without water,86    Isa. xxxii. 20. and oppressed with unreason.  And blessed is he who, though he be a “valley of rushes,”87    Joel iii. 18; The Hebrew word rendered “rushes” by the LXX is in our Hebrew text Shittim—acacia trees. is watered out of the House of the Lord; for he is made fruitbearing instead of rushbearing, and produces that which is for the food of man, not that which is rough and unprofitable.  And for the sake of this we must be very careful not to miss the Grace.

ΚΖʹ. Μὴ ἀπαξιώσῃς συμβαπτισθῆναι πένητι, πλούσιος ὢν, ὁ εὐπατρίδης τῷ δυσγενεῖ, ὁ δεσπότης τῷ δούλῳ μέχρι τοῦ νῦν. Οὔπω τοσοῦτον ταπεινοφρονήσεις, ὅσον Χριστὸς, ᾧ σὺ βαπτίζῃ σήμερον, ὃς διὰ σὲ καὶ δούλου μορφὴν ἐδέξατο. Ἀφ' ἧς ἡμέρας μεταποιῇ, πάντες εἶξαν οἱ παλαιοὶ χαρακτῆρες: μιᾷ μορφῇ πᾶσι Χριστὸς ἐπιτέθειται. Μὴ ἀπαξιώσῃς ἐξαγορεῦσαί σου τὴν ἁμαρτίαν, εἰδὼς ὅπως Ἰωάννης ἐβάπτισεν, ἵνα τὴν ἐκεῖθεν αἰσχύνην τῇ ἐνταῦθα φύγῃς (ἐπειδὴ μέρος καὶ τοῦτο τῆς ἐκεῖσε κολάσεως), καὶ δείξῃς, ὅτι τὴν ἁμαρτίαν ὄντως μεμίσηκας, παραδειγματίσας αὐτὴν καὶ θριαμβεύσας, ὡς ἀξίαν ὕβρεως. Μὴ διαπτύσῃς ἐξορκισμοῦ θεραπείαν, μηδὲ πρὸς τὸ μῆκος ταύτης ἀπαγορεύσῃς. Βάσανός ἐστι καὶ αὕτη τῆς περὶ τὸ χάρισμα γνησιότητος. Τί τοσοῦτον πονήσεις, οἷον ἡ τῶν Αἰθιόπων βασίλισσα, ἐκ τῶν περάτων τῆς γῆς ἀπαναστᾶσα, ἵνα ἴδῃ τὴν σοφίαν Σολομῶντος; Καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε, παρὰ τοῖς τελείως λογιζομένοις. Μὴ κατοκνήσῃς, μὴ ὁδοῦ μῆκος, μὴ μέτρα θαλάσσης, μὴ πῦρ, εἰ καὶ τοῦτο πρόκειται, μὴ ἄλλο μηδὲν, ἢ μικρὸν, ἢ μεῖζον τῶν κωλυμάτων, ὥστε τυχεῖν τοῦ χαρίσματος. Εἰ δέ σοι μηδὲν πονήσαντι, μηδὲ πραγματευσαμένῳ, τυχεῖν ἔξεστι τοῦ ποθουμένου, πόσης εὐηθείας τὴν δωρεὰν ἀναβάλλεσθαι; Οἱ διψῶντες, φησὶ, πορεύεσθε ἐφ' ὕδωρ (Ἡσαΐας διακελεύεταί σοι): καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίεσθε οἶνον, ἄνευ ἀργυρίου τιμῆς. Ὢ τοῦ τάχους τῆς φιλανθρωπίας! Ὢ τῆς εὐκολίας τοῦ συναλλάγματος! Ὤνιόν σοι τοῦτο τοῦ θελῆσαι μόνον τὸ ἀγαθόν: αὐτὴν τὴν ὁρμὴν ἀντὶ τοῦ μεγάλου τιμήματος δέχεται. Διψᾷ τὸ διψᾶσθαι: ποτίζει τοὺς πιεῖν ἐθέλοντας: εὐεργετεῖται, τὴν εὐεργεσίαν αἰτούμενος: πρόχειρός ἐστι μεγαλόδωρος: δίδωσιν ἥδιον, ἢ λαμβάνουσιν ἕτεροι. Μόνον μὴ μικρολογίαν καταγνωσθῶμεν τοῦ μικρὰ αἰτεῖν, καὶ τοῦ διδόντος ἀνάξια. Μακάριος, ὃν αἰτεῖ πόμα Χριστὸς, ὡς τὴν Σαμαρεῖτιν ἐκείνην, Καὶ δίδωσι πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, καὶ πᾶσαν ψυχὴν, αὔριον ἀρουμένην καὶ ἀρδομένην, ἣν βοῦς καὶ ὄνος πατεῖ σήμερον, χέρσον τε οὖσαν καὶ ἄνυδρον, καὶ ἀλογίᾳ πιεζομένην. Μακάριος, ὃς κἂν χειμάῤῥους ᾖ σχοίνων, ἐξ οἴκου Κυρίου ποτίζεται, καὶ γίνεται σιτοφόρος ἀντὶ σχοινοφόρου, καὶ γεωργεῖ τροφὴν ἀνθρωπίνην, ἀλλ' οὐ τραχεῖάν τε καὶ ἀνόνητον. Ὑπὲρ οὗ πᾶσαν εἰσενεκτέον σπουδὴν, ὥστε μὴ διαμαρτεῖν τῆς κοινῆς χάριτος.