ΛΟΓΟΣ Μʹ. Εἰς τὸ ἅγιον βάπτισμα.

 Αʹ. Χθὲς τῇ λαμπρᾷ τῶν Φώτων ἡμέρᾳ πανηγυρίσαντες (καὶ γὰρ ἔπρεπε χαρμόσυνα θέσθαι τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ πολλῷ μᾶλλον ἢ γαμήλια, καὶ γενέθλια

 Βʹ. Τρισσὴν γέννησιν ἡμῖν οἶδεν ὁ Λόγος: τὴν ἐκ σωμάτων, τὴν ἐκ βαπτίσματος, καὶ τὴν ἐξ ἀναστάσεως. Τούτων δὲ, ἡ μὲν νυκτερινή τέ ἐστι, καὶ δούλη, καὶ

 Γʹ. Περὶ μὲν δὴ τῶν δύο γεννήσεων, τῆς πρώτης τέ φημι, καὶ τῆς τελευταίας, φιλοσοφεῖν, οὐ τοῦ παρόντος καιροῦ: περὶ δὲ τῆς μέσης, καὶ τῆς νῦν ἡμῖν ἀνα

 Δʹ. Καλεῖται δὲ, ὥσπερ Χριστὸς ὁ τούτου δοτὴρ, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, οὕτω δὲ καὶ τὸ δώρημα: εἴτε διὰ τὸ περιχαρὲς τοῦ πράγματος τοῦτο παθόντ

 Εʹ. Θεὸς μέν ἐστι φῶς τὸ ἀκρότατον, καὶ ἀπρόσιτον, καὶ ἄῤῥητον, οὔτε νῷ καταληπτὸν, οὔτε λόγῳ ῥητὸν, πάσης φωτιστικὸν λογικῆς φύσεως. Τοῦτο ἐν νοητοῖς

 #2ʹ. Φῶς μὲν ἦν καὶ ἡ τῷ πρωτογόνῳ δοθεῖσα πρωτόγονος ἐντολὴ (ἐπειδὴ, Λύχνος ἐντολὴ νόμου καὶ φῶς: καὶ διότι, Φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς), εἰ

 Ζʹ. Ἐπειδὴ γὰρ τὸ μὲν μηδὲν ἁμαρτεῖν ἐστι Θεοῦ, καὶ τῆς πρώτης καὶ ἀσυνθέτου φύσεως: ἁπλότης γὰρ εἰρηναία καὶ ἀστασίαστος: θαῤῥῶ δὲ εἰπεῖν, ὅτι καὶ τῆ

 Ηʹ. Διττῶν δὲ ὄντων ἡμῶν, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ τῆς μὲν ὁρατῆς, τῆς δὲ ἀοράτου φύσεως: διττὴ καὶ ἡ κάθαρσις, δι' ὕδατός τέ φημι καὶ Πνεύματος

 Θʹ. Δεινὸν γὰρ ἀντὶ ἰατρείας ἀπονωτέρας, τὴν ἐπιπονωτέραν ἐργάσασθαι, καὶ ἀποῤῥίψαντας χάριν οἴκτου χρεωστεῖν κόλασιν, καὶ ἀντιμετρεῖν ἁμαρτίᾳ διόρθωσ

 Ιʹ. Ἐάν σοι προσβάλῃ μετὰ τὸ βάπτισμα ὁ τοῦ φωτὸς διώκτης καὶ πειραστὴς (προσβαλεῖ δέ: καὶ γὰρ, καὶ τῷ Λόγῳ, καὶ Θεῷ μου προσέβαλε διὰ τὸ κάλυμμα, τῷ

 ΙΑʹ. Βαπτισθῶμεν οὖν, ἵνα νικήσωμεν: μετάσχωμεν καθαρσίων ὑδάτων, ὑσσώπου ῥυπτικωτέρων, αἵματος νομικοῦ καθαρωτέρων, σποδοῦ δαμάλεως ἱερωτέρων, ῥαντιζ

 ΙΒʹ. Τί πυρετὸν ἀναμένεις εὐεργέτην, ἀλλ' οὐ Θεόν Τί καιρὸν, ἀλλ' οὐ λογισμόν Τί φίλον ἐπίβουλον, ἀλλ' οὐ πόθον σωτήριον Τί μὴ τὴν ἐξουσίαν, ἀλλὰ τ

 ΙΓʹ. Τρεῖς γὰρ οἶδα τάξεις τῶν σωζομένων, δουλείαν, μισθαρνίαν, υἱότητα. Εἰ δοῦλος εἶ, τὰς πληγὰς φοβήθητι: εἰ μισθωτὸς, πρὸς τὸ λαβεῖν βλέπε μόνον. Ε

 ΙΔʹ. Σπεῖρε μὲν ὅτε καιρὸς, καὶ συγκόμιζε, καὶ λύε τὰς ἀποθήκας, ὅτε τούτου καιρὸς, καὶ φύτευε καθ' ὥραν, καὶ κειρέσθω σοι βότρυς ὥριμος, καὶ ἀνάγου θ

 ΙΕʹ. Εἰ δὲ προκαταλάβοις σεαυτὸν τῇ σφραγῖδι, καὶ τὸ μέλλον ἀσφαλίσαιο τῷ καλλίστῳ τῶν βοηθημάτων καὶ στεῤῥοτάτῳ, σημειωθεὶς καὶ ψυχὴν καὶ σῶμα, τῷ χρ

 Ι#2ʹ. Ἀλλὰ φοβῇ, μὴ διαφθείρῃς τὸ χάρισμα, καὶ διὰ τοῦτο ἀναβάλλῃ τὴν κάθαρσιν, ὡς δευτέραν οὐκ ἔχων Τί δαί Οὐ φοβῇ, μὴ διώκτῃ καιρῷ κινδυνεύσῃς, κα

 ΙΖʹ. Νέος εἶ Στῆθι κατὰ τῶν παθῶν μετὰ τῆς συμμαχίας, εἰς Θεοῦ παράταξιν ἀριθμήθητι, ἀρίστευσον κατὰ τοῦ Γολιὰθ, λάβε τὰς χιλιάδας, ἢ τὰς μυριάδας. Ο

 ΙΗʹ. Τί ἔτι Παρθενίαν ἀσκεῖς Τῇ καθάρσει σφραγίσθητι: ταύτην ποίησαι τοῦ βίου κοινωνὸν, καὶ συνόμιλον: αὕτη ῥυθμιζέτω σοι, καὶ βίον, καὶ λόγον, πᾶν

 ΙΘʹ. Ἀλλ' ἐν μέσῳ στρέφῃ, καὶ μολύνῃ τοῖς δημοσίοις: καὶ δεινὸν, εἴ σοι δαπανηθήσεσθαι τὸ φιλάνθρωπον Ἁπλοῦς ὁ λόγος: Εἰ μὲν οἷόν τε, φύγε καὶ τὴν ἀγ

 Κʹ. Ἀλλὰ τί μοι πλέον, φησὶ, προκατασχεθέντι διὰ τοῦ βαπτίσματος, καὶ τὸ τερπνὸν τοῦ ζῇν ἐμαυτῷ διὰ τοῦ τάχους ἀποκλείσαντι, ἐνὸν ἐφεῖναι ταῖς ἡδοναῖς

 ΚΑʹ. Εἰ δὲ καὶ τὴν τοῦ λουτροῦ δύναμιν ἡ παραβολὴ σκιογραφεῖ, κατὰ τὴν σὴν ἐξήγησιν: τί κωλύσειε καὶ προεισελθόντα, καὶ καυσωθέντα, μὴ βασκαίνειν τοῖς

 ΚΒʹ. Τί δαί Οὐχὶ φιλάνθρωπον, φησὶ, τὸ Θεῖον Καὶ γνωστικὸν γὰρ ἐννοιῶν, δοκιμάζει τε τὴν ἔφεσιν, καὶ ἀντὶ βαπτίσματος, ποιεῖται τὴν ὁρμὴν τοῦ βαπτίσ

 ΚΓʹ. Ὥστε καὶ τῶν ἀποτυγχανόντων, οἱ μὲν εἰσὶ παντελῶς κτηνώδεις, ἢ θηριώδεις, ὡς ἂν ἀνοίας ἢ πονηρίας ἔχωσιν: οἷς μετὰ τῶν ἄλλων κακῶν, οὐδὲ τὸ χάρισ

 ΚΔʹ. Τοιγαροῦν, ἐπειδὴ τούτων ἠκούσατε τῶν φωνῶν, Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, διαμαρτόντα τῆς χάριτος.

 ΚΕʹ. Βραδὺς ἴσθι πρὸς κακουργίαν, ὦ οὗτος, ταχὺς δὲ πρὸς σωτηρίαν, ἐμοὶ πειθόμενος: ἴσον γάρ ἐστι κακὸν, ἑτοιμότης τε πρὸς τὸ χεῖρον, καὶ μέλλησις πρὸ

 Κ2ʹ. Μηδὲν ἐπεχέτω σε τοῦ πρόσω: μηδὲν ἀνθελκέτω σου τὴν προθυμίαν. Ἕως σφοδρὸς ὁ πόθος, λαβοῦ τοῦ ποθουμένου: ἕως θερμὸς ὁ σίδηρος, τῷ ψυχρῷ στομωθήτ

 ΚΖʹ. Μὴ ἀπαξιώσῃς συμβαπτισθῆναι πένητι, πλούσιος ὢν, ὁ εὐπατρίδης τῷ δυσγενεῖ, ὁ δεσπότης τῷ δούλῳ μέχρι τοῦ νῦν. Οὔπω τοσοῦτον ταπεινοφρονήσεις, ὅσο

 ΚΗʹ. Ἔστω ταῦτα, φησὶ, περὶ τῶν ἐπιζητούντων τὸ βάπτισμα. Τί δ' ἂν εἴποις περὶ τῶν ἔτι νηπίων, καὶ μήτε τῆς ζημίας ἐπαισθανομένων, μήτε τῆς χάριτος ἢ

 ΚΘʹ. Ἀλλὰ Χριστὸς, φησὶ, τριακονταέτης βαπτίζεται, καὶ ταῦτα Θεὸς ὤν: καὶ σὺ κελεύεις ἐπισπεύδειν τὸ βάπτισμα Θεὸν εἰπὼν, λέλυκας τὸ ζητούμενον. Ὁ μὲ

 Λʹ. Σοὶ δὲ τίς ἀνάγκη, τοῖς ὑπὲρ σὲ ὑποδείγμασιν ἑπομένῳ, κακῶς βουλεύεσθαι: ἐπεὶ καὶ ἄλλα πολλὰ τῶν τηνικαῦτα ἱστορουμένων ἑτέρως ἢ ὡς τὰ νῦν ἔχοντα

 ΛΑʹ. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, τοὺς μὲν τοιούτους λόγους χαίρειν ἐάσατε: αὐτοὶ δὲ τῷ ἀγαθῷ προσπηδήσατε, καὶ διπλοῦν ἀγῶνα ἀγωνιεῖσθε: τὸν μὲν προκαθαί

 ΛΒʹ. Γενέσθω σοι τὸ λουτρὸν, μὴ τοῦ σώματος μόνον, ἀλλὰ καὶ τῆς εἰκόνος: μὴ τῶν ἁμαρτημάτων ἔκπλυσις μόνον, ἀλλὰ καὶ τοῦ τρόπου διόρθωσις: μὴ τὸν προλ

 ΛΓʹ. Τί οὖν φημι, καὶ τίς ὁ ἐμὸς λόγος χθὲς ἦσθα Χαναναία ψυχὴ, καὶ διὰ τῆς ἁμαρτίας συγκύπτουσα: σήμερον ἀνωρθώθης ὑπὸ τοῦ Λόγου. Μὴ συγκύψῃς πάλιν,

 ΛΔʹ. Εἰ λέπραν ἔβρυες τέως τὴν ἄμορφον πονηρίαν, ἀπεξέσθης δὲ τῆς κακῆς ὕλης, καὶ τὴν εἰκόνα σώαν ἀπέλαβες, δεῖξον ἐμοὶ τῷ ἱερεῖ σου τὴν κάθαρσιν, ἵνα

 ΛΕʹ. Γενήσεται δὲ πῶς Ἀεὶ τῆς παραβολῆς ἐκείνης μέμνησο, καὶ σεαυτῷ βοηθήσεις ἄριστά τε καὶ τελεώτατα. Ἐξῆλθεν ἀπὸ σοῦ τὸ ἀκάθαρτον καὶ ὑλικὸν πνεῦμα

 Λ#2ʹ. Πάλιν ὑπομνήσω σε τῶν φωτισμῶν, καὶ πολλάκις ἐκ τῶν θείων λογίων τούτους ἀναλεγόμενος. Αὐτός τε γὰρ ἡδίων ἔσομαι τῇ τούτων μνήμῃ, (τί γὰρ φωτὸς

 ΛΖʹ. Ὥσπερ δὲ πῦρ οἶδα διπλοῦν, οὕτω καὶ φῶς τὸ μὲν, τὴν τοῦ ἡγεμονικοῦ λαμπάδα, κατευθῦνον ἡμῖν τὰ κατὰ Θεὸν διαβήματα: τὸ δὲ, ἀπατηλὸν καὶ περίεργον

 ΛΗʹ. Πᾶν μέλος καθαρισθῶμεν, ἀδελφοὶ, πᾶσαν ἁγνίσωμεν αἴσθησιν: μηδὲν ἀτελὲς ἡμῖν ἔστω, μηδὲ τῆς πρώτης γενέσεως, μηδὲν ἀφώτιστον καταλείπωμεν. Φωτισθ

 ΛΘʹ. Καὶ πρὸς τοῖς εἰρημένοις ἔτι καλὸν, τὴν κεφαλὴν καθαιρομένους, ὡς καθαίρεται κεφαλὴ, τὸ τῶν αἰσθήσεων ἐργαστήριον, κρατεῖν τὴν Χριστοῦ κεφαλὴν, ἐ

 Μʹ. Τί δὲ ἡ ὀσφύς Τί δὲ οἱ νεφροί Μηδὲ γὰρ τοῦτο παρέλθωμεν. Ἁπτέσθω καὶ τούτων ἡ κάθαρσις: ἔστωσαν ἡμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ ἀνεσταλμέναι δ

 ΜΑʹ. Ἐπὶ πᾶσι, καὶ πρὸ πάντων, φύλασσέ μοι τὴν καλὴν παρακαταθήκην, ᾗ ζῶ καὶ πολιτεύομαι, ἣν καὶ συνέκδημον λάβοιμι, μεθ' ἧς καὶ ἀλγεινὰ πάντα φέρω, κ

 ΜΒʹ. Φοβῇ σὺ γέννησιν, ἵνα μή τι πάθῃ Θεὸς, ὁ μὴ πάσχων Ἐγὼ φοβοῦμαι τὴν κτίσιν, ἵνα μὴ Θεὸν ἀπολέσω διὰ τῆς ὕβρεως, καὶ τῆς ἀδίκου κατατομῆς, ἢ τὸν

 ΜΓʹ. Θέλω τὸν Πατέρα μείζω εἰπεῖν, ἐξ οὗ καὶ τὸ ἴσοις εἶναι, τοῖς ἴσοις ἐστὶ, καὶ τὸ εἶναι. Τοῦτο γὰρ παρὰ πάντων δοθήσεται. Καὶ δέδοικα τὴν ἀρχὴν, μὴ

 ΜΔʹ. Τί μοι δεῖ μακροτέρων λόγων Διδασκαλίας γὰρ ὁ καιρὸς, οὐκ ἀντιλογίας. Μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, μετὰ ταύτης βαπτισθή

 ΜΕʹ. Ἀλλ' οὔπω τύπος οὐδεὶς ἐν τῇ σῇ ψυχῇ, οὔτε χείρονος γράμματος, οὐδὲ βελτίονος: σήμερον δέ σε γραφῆναι δεήσει, καὶ παρ' ἡμῶν τυπωθῆναι πρὸς τελειό

 Μ#2ʹ. Πλὴν ἐκεῖνο εὐαγγελίζομαί σοι. Ἡ στάσις, ἣν αὐτίκα στήσῃ μετὰ τὸ βάπτισμα πρὸ τοῦ μεγάλου βήματος, τῆς ἐκεῖθεν δόξης ἐστὶ προχάραγμα. Ἡ ψαλμῳδία

XLV.  But not yet perhaps is there formed upon your soul any writing good or bad; and you want to be written upon today, and formed by us unto perfection.  Let us go within the cloud.  Give me the tables of your heart; I will be your Moses, though this be a bold thing to say; I will write on them with the finger of God a new Decalogue.190    Exod. xxxviii. 28.  I will write on them a shorter method of salvation.  And if there be any heretical or unreasoning beast, let him remain below, or he will run the risk of being stoned by the Word of truth.  I will baptize you and make you a disciple in the Name of the Father and of the Son and of the Holy Ghost;191    Ib. xix. 13. and These Three have One common name, the Godhead.  And you shall know, both by appearances192    Matt. xxviii. 19. and by words that you reject all ungodliness, and are united to all the Godhead.  Believe that all that is in the world, both all that is seen and all that is unseen, was made out of nothing by God, and is governed by the Providence of its Creator, and will receive a change to a better state.  Believe that evil has no substance or kingdom, either unoriginate or self-existent or created by God; but that it is our work, and the evil one’s, and came upon us through our heedlessness, but not from our Creator.  Believe that the Son of God, the Eternal Word, Who was begotten of the Father before all time and without body, was in these latter days for your sake made also Son of Man, born of the Virgin Mary ineffably and stainlessly (for nothing can be stained where God is, and by which salvation comes), in His own Person at once entire Man and perfect God, for the sake of the entire sufferer, that He may bestow salvation on your whole being, having destroyed the whole condemnation of your sins:  impassible in His Godhead, passible in that which He assumed; as much Man for your sake as you are made God for His.  Believe that for us sinners He was led to death; was crucified and buried, so far as to taste of death; and that He rose again the third day, and ascended into heaven, that He might take you with Him who were lying low; and that He will come again with His glorious Presence to judge the quick and the dead; no longer flesh, nor yet without a body, according to the laws which He alone knows of a more godlike body, that He may be seen by those who pierced Him,193    Rev. i. 7. and on the other hand may remain as God without carnality.  Receive besides this the Resurrection, the Judgment and the Reward according to the righteous scales of God; and believe that this will be Light to those whose mind is purified (that is, God—seen and known) proportionate to their degree of purity, which we call the Kingdom of heaven; but to those who suffer from blindness of their ruling faculty, darkness, that is estrangement from God, proportionate to their blindness here.  Then, in the tenth place, work that which is good upon this foundation of dogma; for faith without works is dead,194    James ii. 17. even as are works apart from faith.  This is all that may be divulged of the Sacrament, and that is not forbidden to the ear of the many.  The rest you shall learn within the Church by the grace of the Holy Trinity; and those matters you shall conceal within yourself, sealed and secure.

ΜΕʹ. Ἀλλ' οὔπω τύπος οὐδεὶς ἐν τῇ σῇ ψυχῇ, οὔτε χείρονος γράμματος, οὐδὲ βελτίονος: σήμερον δέ σε γραφῆναι δεήσει, καὶ παρ' ἡμῶν τυπωθῆναι πρὸς τελειότητα; Εἴσω τῆς νεφέλης χωρήσωμεν: δός μοι τὰς πλάκας τῆς σῆς καρδίας: γίνομαί σοι Μωσῆς, εἰ καὶ τολμηρὸν εἰπεῖν: ἐγγράφω δακτύλῳ Θεοῦ νέαν δεκάλογον: ἐγγράφω σύντομον σωτηρίαν. Εἰ δέ τι θηρίον αἱρετικὸν καὶ ἀλόγιστον, κάτω μεινάτω: ἢ κινδυνεύσει λιθοβολούμενον τῷ λόγῳ τῆς ἀληθείας. Βαπτίσω σε μαθητεύων, εἰς ὄνομα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ὄνομα δὲ κοινὸν τῶν τριῶν ἓν, ἡ θεότης. Γνώσῃ καὶ τοῖς σχήμασι καὶ τοῖς ῥήμασιν, ὡς ὅλην ἀποπέμπῃ τὴν ἀθεΐαν, οὕτως ὅλῃ θεότητι συντασσόμενος. Πίστευε, τὸν σύμπαντα κόσμον, ὅσος τε ὁρατὸς, καὶ ὅσος ἀόρατος, ἐξ οὐκ ὄντων παρὰ Θεοῦ γενόμενον, καὶ προνοίᾳ τοῦ ποιήσαντος διοικούμενον, δέξασθαι τὴν εἰς τὸ κρεῖττον μεταβολήν. Πίστευε, μὴ οὐσίαν εἶναί τινα τοῦ κακοῦ, μήτε βασιλείαν, ἢ ἄναρχον, ἢ παρ' ἑαυτῆς ὑποστᾶσαν, ἢ παρὰ τοῦ Θεοῦ γενομένην, ἀλλ' ἡμέτερον ἔργον εἶναι τοῦτο καὶ τοῦ πονηροῦ, ἐκ τῆς ἀπροσεξίας ἐπεισελθὸν ἡμῖν, ἀλλ' οὐχὶ τοῦ κτίσαντος. Πίστευε, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν προαιώνιον Λόγον, τὸν γεννηθέντα ἐκ τοῦ Πατρὸς ἀχρόνως καὶ ἀσωμάτως, τοῦτον ἐπ' ἐσχάτων τῶν ἡμερῶν, γεγενῆσθαι διὰ σὲ καὶ Υἱὸν ἀνθρώπου, ἐκ τῆς Παρθένου προελθόντα Μαρίας, ἀῤῥήτως καὶ ἀρυπάρως (οὐδὲν γὰρ ῥυπαρὸν οὗ Θεὸς, καὶ δι' οὗ σωτηρία), ὅλον ἄνθρωπον, τὸν αὐτὸν καὶ Θεὸν, ὑπὲρ ὅλου τοῦ πεπονθότος, ἵνα ὅλῳ σοι τὴν σωτηρίαν χαρίσηται, ὅλον τὸ κατάκριμα λύσας τῆς ἁμαρτίας: ἀπαθῆ θεότητι, παθητὸν τῷ προσλήμματι: τοσοῦτον ἄνθρωπον διά σε, ὅσον σὺ γίνῃ δι' ἐκεῖνον Θεός: τοῦτον ὑπὲρ τῶν ἀνομιῶν ἦχθαι εἰς θάνατον, σταυρωθέντα τε καὶ ταφέντα, ὅσον θανάτου γεύσασθαι, καὶ ἀναστάντα τριήμερον, ἀνεληλυθέναι εἰς τοὺς οὐρανοὺς, ἵνα σε συναγάγῃ κάτω κείμενον: ἥξειν τε πάλιν μετὰ τῆς ἐνδόξου αὐτοῦ παρουσίας, κρίνοντα ζῶντας καὶ νεκρούς: οὐκ ἔτι μὲν σάρκα, οὐκ ἀσώματον δὲ, οἷς αὐτὸς οἶδε λόγοις, θεοειδεστέρου σώματος, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντησάντων, καὶ μείνῃ Θεὸς ἔξω παχύτητος. Δέχου πρὸς τούτοις ἀνάστασιν, κρίσιν, ἀνταπόδοσιν τοῖς δικαίοις τοῦ Θεοῦ σταθμοῖς. Ταύτην δὲ εἶναι φῶς τοῖς κεκαθαρμένοις τὴν διάνοιαν, τουτέστι Θεὸν ὁρώμενόν τε καὶ γινωσκόμενον, κατὰ τὴν ἀναλογίαν τῆς καθαρότητος, ὃ δὴ καὶ βασιλείαν οὐρανῶν ὀνομάζομεν: σκότος δὲ τοῖς τυφλώττουσι τὸ ἡγεμονικὸν, τουτέστιν ἀλλοτρίωσιν Θεοῦ κατὰ τὴν ἀναλογίαν τῆς ἐντεῦθεν ἀμβλυωπίας. Δέκατον, ἐργάζου τὸ ἀγαθὸν ἐπὶ τούτῳ τῷ θεμελίῳ τῶν δογμάτων: ἐπειδὴ, Πίστις χωρὶς ἔργων νεκρὰ, ὡς ἔργα δίχα πίστεως. Ἔχεις τοῦ μυστηρίου τὰ ἔκφορα, καὶ ταῖς τῶν πολλῶν ἀκοαῖς οὐκ ἀπόῤῥητα. Τὰ δὲ ἄλλα εἴσω μαθήσῃ, τῆς Τριάδος χαριζομένης, ἃ καὶ κρύψεις παρὰ σεαυτῷ σφραγῖδι κρατούμενα.