ΛΟΓΟΣ ΜΕʹ. Εἰς τὸ ἅγιον Πάσχα.

 Αʹ. Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, φησὶν ὁ θαυμάσιος Ἀββακούμ. Κἀγὼ μετ' αὐτοῦ σήμερον, τῆς δεδομένης μοι παρὰ τοῦ Πνεύματος ἐξουσίας καὶ θεωρίας, καὶ

 Βʹ. Πάσχα Κυρίου, Πάσχα, καὶ πάλιν ἐρῶ Πάσχα, τιμῇ τῆς Τριάδος. Αὕτη ἑορτῶν ἡμῖν ἑορτὴ, καὶ πανήγυρις πανηγύρεων, τοσοῦτον ὑπεραίρουσα πάσας, οὐ τὰς ἀ

 Γʹ. Θεὸς ἦν μὲν ἀεὶ, καὶ ἔστι, καὶ ἔσται: μᾶλλον δὲ, ἔστιν ἀεί. Τὸ γὰρ ἦν, καὶ ἔσται, τοῦ καθ' ἡμᾶς χρόνου τμήματα, καὶ τῆς ῥευστῆς φύσεως: ὁ δὲ ὢν ἀε

 Δʹ. Διχῆ δὲ τοῦ ἀπείρου θεωρουμένου, κατά τε ἀρχὴν καὶ τέλος (τὸ γὰρ ὑπὲρ ταῦτα, καὶ μὴ ἐν τούτοις, ἄπειρον), ὅταν μὲν εἰς τὸν ἄνω βυθὸν ὁ νοῦς ἀποβλέ

 Εʹ. Ἐπεὶ δὲ οὐκ ἤρκει τῇ ἀγαθότητι τοῦτο, τὸ κινεῖσθαι μόνον τῇ ἑαυτῆς θεωρίᾳ, ἀλλ' ἔδει χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεῦσαι, ὡς πλείονα εἶναι τὰ εὐεργετούμ

 #2ʹ. Οὕτω μὲν οὖν ὁ νοητὸς αὐτῷ καὶ διὰ ταῦτα ὑπέστη κόσμος, ὡς ἐμὲ γοῦν περὶ τούτων φιλοσοφῆσαι, μικρῷ λόγῳ τὰ μεγάλα σταθμώμενον. Ἐπεὶ δὲ τὰ πρῶτα κ

 Ζʹ. Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις, οὕτως ἀπ' ἀλλήλων διακριθέντα, τῶν ἰδίων ὅρων ἐντὸς εἱστήκεισαν, καὶ τὸ τοῦ δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς ἔ

 Ηʹ. Τοῦτον ἔθετο μὲν ἐν τῷ παραδείσῳ, ὅστις ποτὲ ἦν ὁ παράδεισος οὗτος, τῷ αὐτεξουσίῳ τιμήσας, ἵν' ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντο

 Θʹ. Πολλοῖς δὲ παιδευθεὶς πρότερον ἀντὶ πολλῶν τῶν ἁμαρτημάτων, ὧν ἡ τῆς κακίας ῥίζα ἐβλάστησε, κατὰ διαφόρους αἰτίας καὶ χρόνους, λόγῳ, νόμῳ, προφήτα

 Ιʹ. Ἀλλὰ τί τούτων ἡμῖν, τάχα ἂν εἴποι τις τῶν λίαν φιλεόρτων καὶ θερμοτέρων Κέντει τὸν πῶλον περὶ τὴν νύσσαν: τὰ τῆς ἑορτῆς ἡμῖν φιλοσόφει, καὶ οἷς

 ΙΑʹ. Πάντα μὲν οὖν τὸν νόμον, σκιὰν εἶναι τῶν μελλόντων καὶ νοουμένων, ὁ θεῖος Ἀπόστολος πρὸ ἡμῶν ἀπεφήνατο. Καὶ ὁ χρηματίσας πρὸ τούτου τῷ Μωϋσεῖ Θεὸ

 ΙΒʹ. Ὅμως δὲ μέσην χωροῦντες ἡμεῖς τῶν τε πάντη παχυτέρων τὴν διάνοιαν, καὶ τῶν ἄγαν θεωρητικῶν τε καὶ ἀνηγμένων, ἵνα μήτε παντελῶς ἀργοὶ καὶ ἀκίνητοι

 ΙΓʹ. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα, εἱσῆλθεν ὁ γραπτὸς νόμος, συνάγων ἡμᾶς εἰς Χριστὸν, καὶ οὗτος τῶν θυσιῶν ὁ λόγος, ὡς ὁ ἐμὸς λόγος. Ὡς ἂν δὲ τὸ τῆς σο

 ΙΔʹ. Τί ἔτι Μὴν μὲν εἰσάγεται πρῶτος, μᾶλλον δὲ, ἀρχὴ μηνῶν: εἴτε τις τοῦτο παρ' Ἑβραίοις ὢν ἀπ' ἀρχῆς, εἴτε ὕστερον ἐντεῦθεν γενόμενος, καὶ παρὰ τοῦ

 ΙΕʹ. Ἐντεῦθεν ἡ ἱερὰ νὺξ, καὶ τοῦ παρόντος βίου τῆς κεχυμένης, τῆσδε νυκτὸς ἀντίπαλος, καθ' ἣν τὸ πρωτόγονον λύεται σκότος, καὶ εἰς φῶς ἅπαντα, καὶ τά

 Ι#2ʹ. Καὶ οἱ μὲν θρηνείτωσαν: ἡμῖν δὲ ὁ ἀμνὸς βρωθήσεται: τὸ πρὸς ἑσπέραν μὲν, ὅτι ἐπὶ συντελείᾳ τῶν αἰώνων τὸ Χριστοῦ πάθος: ἐπεὶ καὶ κοινωνεῖ τοῦ μυ

 ΙΖʹ. Ἄξιον δὲ μηδὲ τὸν τῆς βρώσεως τρόπον παραδραμεῖν, ὅτι μηδὲ ὁ νόμος, ἄχρι καὶ τούτου, τὴν θεωρίαν φιλοπονῶν ἐν τῷ γράμματι. Ἀναλώσομεν γὰρ τὸ θῦμα

 ΙΗʹ. Ὀσφὺς δὲ, τοῖς μὲν ἀλόγοις, ἄνετος ἔστω καὶ ἄδετος: οὐδὲ γὰρ λόγον ἔχουσι, τὸν κρατοῦντα τῶν ἡδονῶν: οὔπω λέγω, ὅτι κἀκεῖνα ὅρον οἶδε τῆς φυσικῆς

 ΙΘʹ. Τὰ δὲ ὑποδήματα, ὁ μὲν τῆς ἁγίας γῆς καὶ θεοστιβοῦς ψαύειν μέλλων, ὑπολυέσθω, καθὰ καὶ Μωϋσῆς ἐκεῖνος ἐπὶ τοῦ ὄρους, ἵνα μηδὲν νεκρὸν φέρῃ, μηδὲ

 Κʹ. Τί φῄς Οὕτω ταῦτα ἔδοξεν, Αἴγυπτον ἐξελθεῖν, τὴν σιδηρᾶν κάμινον, καταλιπεῖν σε τὴν ἐκεῖσε πολυθεΐαν, καὶ ὑπὸ Μωϋσέως ἀχθῆναι, καὶ τῆς ἐκείνου νο

 ΚΑʹ. Εἰ μέν τις εἶ Ῥαχὴλ, ἢ Λεία, ψυχὴ πατριαρχικὴ καὶ μεγάλη, καὶ τὰ εἴδωλα κλέψον, ἅπερ ἂν εὕρῃς, τοῦ σοῦ πατρὸς, οὐχ ἵνα φυλάξῃς, ἀλλ' ἵν' ἀφανίσῃς

 ΚΒʹ. Ἔστι τοίνυν ἐξετάσαι πρᾶγμα καὶ δόγμα, τοῖς μὲν πολλοῖς παρορώμενον, ἐμοὶ δὲ, καὶ λίαν ἐξεταζόμενον. Τίνι γὰρ τὸ ὑπὲρ ἡμῶν αἷμα, καὶ περὶ τίνος ἐ

 ΚΓʹ. Μεταληψόμεθα δὲ τοῦ Πάσχα, νῦν μὲν τυπικῶς ἔτι, καὶ εἰ τοῦ παλαιοῦ γυμνότερον (τὸ γὰρ νομικὸν Πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν ἀμυδρότερος):

 ΚΔʹ. Ἂν Σίμων ἦς Κυρηναῖος, τὸν σταυρὸν ἆρον, καὶ ἀκολούθησον. Ἂν συσταυρωθῇς ὡς λῃστὴς, ὡς εὐγνώμων τὸν Θεὸν γνώρισον: εἰ κἀκεῖνος μετὰ ἀνόμων ἐλογίσ

 ΚΕʹ. Κἂν εἰς οὐρανοὺς ἀνίῃ, συνάνελθε: γενοῦ μετὰ τῶν παραπεμπόντων ἀγγέλων, ἢ τῶν δεχομένων. Ἀρθῆναι ταῖς πύλαις διακέλευσαι, ὑψηλοτέραις γενέσθαι, ἵ

 Κ#2ʹ. Πρὸς ταῦτα τί φασιν ἡμῖν οἱ συκοφάνται, οἱ πικροὶ τῆς Θεότητος λογισταὶ, οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σο

 ΚΖʹ. Ἀπεστάλη μὲν, ἀλλ' ὡς ἄνθρωπος: διπλοῦς γὰρ ἦν: ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσε, νόμῳ φύσεως. Εἰ δὲ καὶ

 ΚΗʹ. Νῦν δὲ ἀναγκαῖον ἡμῖν οὕτω κεφαλαιῶσαι τὸν λόγον: Γεγόναμεν, ἵν' εὖ πάθωμεν: εὖ πεπόνθαμεν, ἐπειδὴ γεγόναμεν. Τὸν παράδεισον ἐπιστεύθημεν, ἵνα τρ

 ΚΘʹ. Πολλὰ μὲν δὴ τοῦ τότε καιροῦ τὰ θαύματα: Θεὸς σταυρούμενος, ἥλιος σκοτιζόμενος, καὶ πάλιν ἀναφλεγόμενος (ἔδει γὰρ τῷ Κτίστῃ συμπαθεῖν καὶ τὰ κτίσ

 Λʹ. Ἀλλ', ὦ Πάσχα, τὸ μέγα καὶ ἱερὸν, καὶ παντὸς τοῦ κόσμου καθάρσιον! ὡς γὰρ ἐμψύχῳ σοι διαλέξομαι. Ὦ Λόγε Θεοῦ, καὶ φῶς, καὶ ζωὴ, καὶ σοφία, καὶ δύν

XVIII.  And let the loins of the unreasoning animals be unbound and loose, for they have not the gift of reason which can overcome pleasure (it is not needful to say that even they know the limit of natural movement).  But let that part of your being which is the seat of passion, and which neighs,37    Jer. v. 8. as Holy Scripture calls it, when sweeping away this shameful passion, be restrained by a girdle of continence, so that you may eat the Passover purely, having mortified your members which are upon the earth,38    Col. iii. 5. and copying the girdle39    Matt. iii. 4. of John, the Hermit and Forerunner and great Herald of the Truth.  Another girdle I know, the soldierly and manly one, I mean, from which the Euzoni of Syria and certain Monozoni40    The expression is often used in the LXX. to represent the word דודג, translated A Band, especially in 2 Kings. take their name.  And it is in respect of this too that God saith in an oracle to Job, “Nay, but gird up thy loins like a man, and give a manly answer.”41    Job xxxviii. 3.  With this also holy David boasts that he is girded with strength from God,42    Ps. xviii. 32. and speaks of God Himself as clothed with strength43    Ib. xciii. 1. and girded about with power—against the ungodly of course—though perhaps some may prefer to see in this a declaration of the abundance of His power, and, as it were, its restraint, just as also He clothes Himself with Light as with a garment.44    Ib. civ. 2.  For who shall endure His unrestrained power and light?  Do I enquire what there is common to the loins and to truth?  What then is the meaning to S. Paul of the expression, “Stand, therefore, having your loins girt about with truth?”45    Eph. v. 14.  Is it perhaps that contemplation is to restrain concupiscence, and not to allow it to be carried in another direction?  For that which is disposed to love in a particular direction will not have the same power towards other pleasures.

ΙΗʹ. Ὀσφὺς δὲ, τοῖς μὲν ἀλόγοις, ἄνετος ἔστω καὶ ἄδετος: οὐδὲ γὰρ λόγον ἔχουσι, τὸν κρατοῦντα τῶν ἡδονῶν: οὔπω λέγω, ὅτι κἀκεῖνα ὅρον οἶδε τῆς φυσικῆς κινήσεως: σοὶ καὶ ἀναστελλέσθω ζώνῃ καὶ σωφροσύνῃ τὸ ἐπιθυμητικὸν καὶ χρεμετιστικὸν (ὡς ἡ θεία φησὶ Γραφὴ, τὸ τοῦ πάθους αἰσχρὸν διασύρουσα), ἵνα καθαρῶς ἐσθίῃς τὸ Πάσχα, νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τὴν Ἰωάννου ζώνην μιμούμενος, τοῦ ἐρημικοῦ, καὶ προδρόμου, καὶ μεγάλου τῆς ἀληθείας κήρυκος. Οἶδα καὶ ζώνην ἄλλην, τὴν στρατιωτικὴν λέγω καὶ ἀνδρικὴν, καθ' ἣν Εὔζωνοι Συρίας καὶ Μονόζωνοί τινες ὀνομάζονται: καθ' ἣν καὶ τῷ Ἰὼβ χρηματίζων φησὶν ὁ Θεός: Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, καὶ δὸς ἀπόκρισιν ἀνδρικήν: ἣν καὶ ὁ θεῖος Δαβὶδ περιεζῶσθαι δύναμιν ἐκ Θεοῦ μεγαλαυχεῖ, καὶ τὸν Θεὸν αὐτὸν εἰσάγει ἐνδεδυμένον δύναμιν καὶ περιεζωσμένον, δηλαδὴ κατὰ τῶν ἀσεβῶν: εἰ μή τῳ φίλον, τὸ περιὸν τῆς δυνάμεως, καὶ οἷον ἀνεσταλμένον, οὕτω παραδηλοῦσθαι, καθὸ καὶ φῶς ἀναβάλλεται, ὡς ἱμάτιον. Τὸ γὰρ ἄσχετον αὐτοῦ τῆς δυνάμεως καὶ τοῦ φωτὸς τίς ὑποστήσεται; Ζητῶ, τί κοινὸν ὀσφύϊ καὶ ἀληθείᾳ; τί δαὶ τῷ ἁγίῳ Παύλῳ νοεῖται τὸ φάσκειν: Στῆτε οὖν περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ; Μήποτε ὡς τοῦ θεωρητικοῦ τὸ ἐπιθυμητικὸν περισφίγγοντος, καὶ οὐκ ἐῶντος ἀλλαχοῦ φέρεσθαι; Οὐ γὰρ ἐθέλει τὸ περί τι διακείμενον ἐρωτικῶς, πρὸς τὰς ἄλλας ἡδονὰς τὴν αὐτὴν ἔχειν δύναμιν.