1

 2

 3

 4

 5

 6

 7

 8

1

Liber de definitionibus

ΤΟΥ ΑΥΤΟΥ, ΠΕΡΙ ΟΡΩΝ. Ὅροι διάφοροι κατὰ τὴν παράδοσιν καὶ πίστιν τῆς καθολικῆς Ἐκκλησίας, συλλεγέντες ἀπό τε Κλήμεντος καὶ ἑτέρων ὁσίων ἀνδρῶν καὶ μακαρίων Πατέρων· οὓς δεῖ πρὸ παντὸς ἑτέρου μαθήματος μετιέναι καὶ ἐνστηθίζειν, τὸν τῇ βοηθείᾳ τοῦ Θεοῦ προΐστασθαι τοῦ Λόγου τῆς ἀληθείας βουλόμενον, καὶ πάντα ἄνθρωπον ὀρθοδόξως φρονοῦντα, καὶ πίστιν πρὸς Θεὸν τὴν εἰλικρινῆ ἐσχηκότα. Πρὸς δὲ ἀκριβεστέραν παράδοσιν ἐκεῖνο εἰδέναι χρὴ, ὅτιπερ πᾶν τὸ οἱονοῦν ζήτημα ἢ ἐρώτημα τρεῖς τὰς ἐρωτήσεις καὶ ἐξετάσεις ἔχει· οἷον τί ἐστι τόδε πρᾶγμα, καὶ κατὰ τί εἴρηται τόδε, καὶ (ὁσαχῶς) νοεῖται τὸ ὄνομα τόδε. Καὶ ὅτε μὲν ἐρωτῶμεν, τί ἐστι τόδε; πρόδηλον, ὅτι τὸν ὅρον ζητοῦμεν τοῦ πράγματος· ὅταν δὲ λέγωμεν, κατὰ τί εἴρηται τόδε; τὴν ἐτυμολογίαν τοῦ ὀνόματος ἀπαιτοῦμεν. Ἡνίκα δὲ λέγομεν, ὁσαχῶς νοεῖται τὸ ὄνομα τόδε; πρόδηλον, ὅτι πόσα ζητοῦμεν τὰ σημαινόμενα τοῦ ὀνόματος. Ὁ γοῦν ἐκτὸς εἰδήσεως τῶν ὅρων δογματίζειν ἐπιχειρῶν οὐδὲν διαφέρει τυφλοῦ ὁδοιπόρου ὧδε κἀκεῖσε πλαζομένου. Εἰρητέον τοίνυν τῶν προειρημένων τρό πων τριχῶς ποιεῖσθαι τὴν ἐξέτασιν. Ὅρος τῶν ὅρων ἐστὶν ὁ πάντα μὲν ὁρίζων, αὐ τὸς δὲ ὑπ' οὐδενὸς ὁριζόμενος· ὥστε μόνος ὅρος τῶν ὅρων ἐστὶν ὁ Θεός. Ὅρος ἐστὶ λόγος σύντομος δηλω τικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Ὅροι δὲ λέγονται, ὡς ὁράσεις καὶ ὀφθαλμοὶ τῶν πραγμάτων τυγχάνοντες, καὶ ὡς διορίζοντες συντόμως τὴν τοῦ νοητοῦ δύναμιν. Καὶ γὰρ ὁ ἄνθρωπός ἐστιν οὐσία ἐκ σαρκὸς καὶ ψυχῆς, καὶ λόγου καὶ αἵματος, καὶ στοιχείων, καὶ ἑτέρων πλειόνων συνισταμένη. Ἡμεῖς δὲ περιορίζομεν ταῦτα, καὶ συντόμως λέγομεν διὰ τοῦ ὅρου, ὅτι Ὁ ἄνθρωπός ἐστι ζῶον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Λέγεται καὶ πάλιν τὸ ἐντελὲς ὄνομα τοῦ ἀνθρώπου ἀνορθοπεριπατητικόν. Συνέκοψαν δὲ οἱ ὀνοματοθέται τὴν πολυλεξίαν, καὶ ὠνόμασαν αὐτὸν ἄνθρωπον διὰ τὴν συντομολογίαν. Ἀνορθοπεριπατητικὸν δὲ λέγεται ὁ ἄνθρωπος, ἐπειδὴ τὰ ἄλογα ζῶα περιπατοῦντα, κλίνοντα τὴν κεφαλὴν βλέπουσι κάτω πρὸς τὴν γῆν· ὁ δὲ ἄνθρωπος περι πατῶν βλέπει καὶ θεωρεῖ τὰ ἄνω. Ἐν συγκοπῇ δὲ ὀνομάζεται ἄνθρωπος. Πάλιν ἄνθρωπος λέγεται, διὰ τὸ ἄνω ἀθρεῖν τὸν ὦπα· τοῦτ' ἔστι διὰ τὸ ἄνω θεω ρεῖν τῶν ὀφθαλμῶν ἡμῶν τὴν ἐνέργειαν. Ὁ γὰρ ὀφθαλμὸς καὶ ὁ νοῦς πάντοτε ἄνω ὁρᾷ. Καὶ τούτου χάριν εἴρηται ὅρος· ὅτι περιορίζει καὶ συγκόπτει τὴν πολυλεξίαν, καὶ ποιεῖ σύντομον τὴν μακρολογίαν. Πολλοὶ μὲν οὖν εἰσι καὶ ἀναρίθμητοι ὅροι περὶ παντὸς πράγματος. Ἐκ πολλῶν δὲ ὀλίγους τοὺς κυ 28.536 ριωτέρους ἐντάττομεν διὰ τὸ ῥᾴθυμον τῶν ἀνθρώ πων. Πλὴν τοῦτο γνωστέον καὶ πιστευτέον, ὅτι ὁ φιλο πόνως πράττων τοὺς ὅρους ῥήτορας καὶ δεινοὺς πολυ λόγους δυνήσεται εὐχερῶς ἐν ταῖς διαλέξεσιν ἐπιστο μίζειν. Ὅταν γὰρ ἐρωτηθεὶς, τί ἐστιν ὅρος; καὶ κατὰ τί εἴρηται ὅρος; καὶ ὁσαχῶς νοεῖται ὅρος; ἀπορήσει ὁ ἐξ ἐναντίας πρὸς ταῦτα, καὶ καταισχύνεται λοιπὸν ὡς μηδὲν ἐπιστάμενος. Τρία εἰσὶ κατ' οὐσίαν ἀνθρώποις ἀγνώριστα καὶ ἀόριστα, Θεὸς, ἄγγελος, καὶ ψυχὴ, μόνῳ Θεῷ κατ' οὐσίαν γνωριζόμενα. Τί ἐστιν ὁριστόν; καὶ τί ἀόριστον; καὶ τί δυσό ριστον; καὶ τί εὐόριστον; Ὁριστόν ἐστιν ἀνυπέρβα τος στάσις· οἷον ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ ἡ θάλασσα, ἡ τοὺς ὅρους αὐτῆς μὴ ὑπερβαίνουσα. Ἀόριστόν ἐστι τὸ μόνον ἄκτιστον, ὁ Θεός. ∆υσόριστόν ἐστι τὸ κτι στὸν καὶ ἀόριστον· οἷον ἄγγελος, ψυχὴ, καὶ δαίμων· ἢ δυσόριστόν ἐστι τὸ μὴ