De expeditione Persica
Εἰς Ἡράκλειον τὸν βασιλέα καὶ εἰς τοὺς Περσικοὺς πολέμους καὶ ὅτε ἐξήρχετο ἀπὸ τῆς Πόλεως
1 Ὦ τὰς ἀΰλους τῶν ἄνω στρατηγίας Τριὰς διευθύνουσα φωσφόρῳ λόγῳ πρὸς ἔμπυρόν τε καὶ πεπηγμένην στάσιν λόγῳ γὰρ αὐτῶν ἐκπυροῦσα τὰς φύσεις ὕλην ἄϋλον δεικνύειν ἐπίστασαιτοὺς οὐρανοὺς πληροῦσα καὶ τὸν αἰθέρα πυροῦσα καὶ σφίγγουσα τὴν οἰκουμένην, καὶ πανταχοῦ παροῦσα μὴ κινουμένη, καὶ μηδαμοῦ χωροῦσα καὶ χωρουμένη ὅπου δέησις ἐκ βάθους ἀνίπταται, δὸς τοῖς ἀμυδροῖς τῶν λογισμῶν ὀργάνοις σάλπιγγος ἦχον καὶ λαλοῦσαν ἀσπίδα. δίδαξον ἡμᾶς εὔστοχον κινεῖν ξίφος, γλῶσσαν κατ' ἐχθρῶν, ὅπλον ἠκονημένον· ἴθυνον ἡμᾶς ἔνθα τῆς ἐξουσίας τῆς σῆς ἔνεστι συγγράφειν τὰ θαύματα. σῷ γὰρ πεποιθὼς ὁ βασιλεὺς προστάγματι πρὸς τοὺς ἀγῶνας τῶν ἀθέσμων βαρβάρων ἑαυτὸν ἀντέταξεν, οἷς τὰ κτίσματα ὑπὲρ σὲ τὸν κτίσαντα προσκυνεῖν νόμος· οἷς γνήσιον μὲν ἀντέχεσθαι τῶν νόθων, νόθον δὲ πάντῃ προσβαλεῖν τοῖς γνησίοις· παρ' οἷς θεός τις ἀφρόνως νομίζεται ἔνοπλος ἵππος προσκυνούμενος μάτην, ὃς εἰς ἔλεγχον τοῦ πλάνου σεβάσματος νῦν προσκυνεῖται καὶ πάλιν μαστίζεται. ὦ καρδίας σύμπτωσις ἠθλιωμένη· πῶς τῷ παρ' αὐτῶν δυσσεβῶς τιμωμένῳ τιμὴν ὁμοῦ νέμουσι καὶ τιμωρίαν; καὶ τῆς μὲν οὐ μετέσχε προσκυνούμενος, τῇ δὲ προσαλγεῖ πυκνὰ μαστιγούμενος. ὕδωρ δὲ καὶ πῦρ, τὰς ἐναντίας φύσεις, θεοὺς παρεισάγουσιν ἀλληλοφθόρους, λύσιν σέβοντες πραγμάτων ἐναντίων.
ἀλλ', ὦ στρατηγὲ τῶν σοφῶν βουλευμάτων, μετ' εὐμενείας τοὺς ἐμοὺς δέχου λόγους· ἐλεύθεροι γάρ εἰσιν ἐκ θωπευμάτων, ἐκ σοῦ μαθόντες μὴ λαλεῖν ὑποκρίσεις. ὡς οὖν ἀληθὴς τῶν ἀληθῶν πραγμάτων κριτὴς φάνηθι τῆσδε τῆς στρατηγίας· γενοῦ δικαστὴς Κελτικοῦ Ῥήνου πλέον οἶμαι γὰρ οὐδὲν ἐξελέγξεις ὡς νόθον, γενοῦ δικαστής· ἀλλὰ συγγνώμην δίδου, ἐφ' οἷς δι' ἡμῶν ζημίαν ὑφίστασαι· τῶν γὰρ λογισμῶν τῶν ἐν ἡμῖν οἱ τόνοι ἐξασθενοῦσιν ἱστορεῖν σου τῶν πόνων τὰς ποικίλας γνώμας τε καὶ διαιρέσεις, καὶ τὴν διὰ πάντων ψυχικὴν εὐτολμίαν, ἣν τοῖς ἀγῶσιν εὐθέτως συνήρμοσας τὸν νοῦν πλατύνας ἐν στενώσει πραγμάτων. εἰ τὰς ἐπ' ἄκρον ἠρμένας εὐεξίας ἐσφαλμένας λέγουσιν οὐκ ἀπεικότως, κείσθω τὸ λοιπὸν ἐν κακοῖς τὰ Περσίδος, ἀντιστρόφως δὲ τῶν καθ' ἡμᾶς πραγμάτων τὰ δυσχερῆ τραπεῖεν εἰς εὐεξίαν· ἀεὶ γὰρ ἡ ῥέουσα τοῦ βίου χύσις ἀντιστροφάς τε καὶ μεταπτώσεις φέρει, ὅπως τὸ πάγιον πανταχοῦ σεσωσμένον μόνῳ φυλαχθῇ τῷ Θεῷ τῶν κτισμάτων. πάντας διατρέχουσιν οἱ ταχεῖς λόγοι τῇ λεπτότητι ζωγραφοῦντες τὰς φύσεις· ὅταν δὲ πειραθῶσι τοῦ πρὸς σὲ δρόμου, πόθῳ τρέχουσι καὶ βραδύνουσιν φόβῳ· καὶ πολλάκις σὲ ζωγραφήσαντες πάλιν γράφουσι, μὴ γράφοντες ἠκριβωμένως. Ὅμηρος, ὃν λέγουσι πηγὴν τῶν λόγων τὰς γὰρ λάλους ἐκεῖνος εὐρύνει φλέβας, καὶ τοὺς λογισμοὺς τῆς νεαζούσης φρενὸς βλύζων ἐπάρδει καὶ ποτίζων ἐκτρέφει, μένει τε πλήρης πολλάκις κενούμενος, τὰς αὐταδέλφους <γοῦν> ἀρετὰς καὶ συντρόφους διττοῖς μερίζει τῶν λόγων πονήμασι· πλὴν ἐξ ἀνάγκης· οὐ γὰρ ἥψατο χρόνου δείξαντος ἀνδρίας τε καὶ φρονήσεως καὶ τῶν σὺν αὐταῖς κοινὸν οἰκητήριον. ἀλλ' εἴπερ ηὐπόρησε τῆς σῆς εἰκόνος καὶ τὴν τελείαν εὗρεν, ὡς ἔδει, φύσιν, ἀφεὶς τὰ πολλὰ τῶν λόγων μυθεύματα, τὴν ψυχικὴν μόρφωσιν, ἣν ἔχεις, ὅλοις προσθεὶς ἐδείκνυ τῶν ἀρετῶν συνημμένων μίαν δι' ὑμῶν τετράμορφον εἰκόνα. εἰ Νέστορος γὰρ συλλαλοῦντος ἡδέως ἔργοις μελιττῶν ἐξομοιοῖ τὸ στόμα, πῶς οὐ πρὸς ἄκρον ἦλθε θαύματος βλέπων ἄϋλον ἐν σοὶ τῶν φρενῶν μελουργίαν ἐν τῷ γλυκασμῷ; τὸν