In annuntiationem sanctae virginis Mariae
Τοῦ ἐν ἁγίοις Πατρὸς ἠμῶν Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας Πόντου, τοῦ Θαυματουργοῦ, εἰς τὸν Εὐαγγελισμὸν τῆς ὑπεραγίας
θεοτόκου Παρθένου τῆς Μαρίας, λόγος πρῶτος.
Σήμερον ἀγγελικῇ παρατάξει ὑμνῳδίαι φαιδρύνον ται, καὶ τὸ φέγγος τῆς τοῦ Χριστοῦ παρουσίας τοῖς πιστοῖς καταλάμπεται. Σήμερον τὸ ἱλαρὸν ἡμῖν ἔαρ, Χριστὸς ὁ τῆς δικαιοσύνης ἥλιος φαιδρῷ τῷ φωτὶ ἡμᾶς περιέλαμψε, καὶ τὰς τῶν πιστῶν ἐννοίας ἐφώτισε. Σήμερον ὁ Ἀδὰμ ἀνακεκαίνισται [ἄλ. ἀνακέκληται], καὶ χορεύει μετ' ἀγγέλων εἰς οὐρανὸν ἀνιπτάμενος. Σήμερον σύμπασα τῆς οἰκουμένης γαῖα χαρὰν περιεβάλετο, ἐπειδὴ τοῦ ἁγίου Πνεύματος ἐπιφοίτησις εἰς ἀνθρώπους γέγονε. Σήμερον ἡ θεία χάρις, τῶν ἀοράτων ἡ ἐλπὶς διαλάμπει τὰ ὑπὲρ ἔννοιαν θαύματα, τὸ ἀπ' αἰῶνος ἀποκεκρυμμένον 10.1148 μυστήριον ἐμφανῶς ἡμῖν κατοπτεύουσα. Σήμερον ἀρετῆς ἀεννάου στέμματα πλέκονται. Σήμερον τὰς ἱερὰς τῶν φιληκόων καὶ φιλεορτῶν κεφαλὰς κατα στέψαι βουλόμενος ὁ Θεὸς, τοὺς ἐραστὰς τῆς ἀκλινοῦς πίστεως, ὡς κλητοὺς καὶ κληρονόμους κέκληκεν· καὶ ἡ ἄνω βασιλεία σπουδάζει καλοῦσα τοὺς οὐρανό φρονας, συνάψαι τῇ θείᾳ λειτουργίᾳ τῶν ἀσωμάτων χορῶν. Σήμερον τὸ τοῦ ∆αβὶδ πεπλήρωται λόγιον, τὸ λέγον· Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλ λιάσθω ἡ γῆ. Χαρήσονται [ἄλ. χαρήσεται] τὰ πεδία, καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ [ἄλ. πρὸ] προσώπου τοῦ Κυρίου, ὅτι ἔρχεται. Καὶ ὁ μὲν ∆αβὶδ ξύλα ἔλεγεν, ὁ δὲ τοῦ Κυρίου πρόδρομος, δένδρα ποιοῦντα καρποὺς ἀξίους τῆς μετανοίας, μᾶλλον δὲ τῆς τοῦ Κυρίου παρουσίας ἐκάλεσεν. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν χαρὰν τὴν ἀένναον πᾶσι τοῖς εἰς αὐτὸν πιστεύουσιν ἐπηγγείλατο. Φησὶ γάρ· Ὄψομαι ὑμᾶς, καὶ χαρήσεσθε· καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ' ὑμῶν. Σήμερον τὸ περιβόητον, καὶ ἄφραστον μυστήριον τῶν τὴν ἐλπίδα εἰς Χριστὸν ἐκουσίως [ἄλ. ὁσίως] ἐπεσφραγισμένων Χριστιανῶν ἐμφανῶς ἡμῖν καταγγέλλεται. Σήμερον Γαβριὴλ, ὁ τῷ Θεῷ παριστάμενος, πρὸς τὴν Παρ θένον ἁγνὴν παραγίνεται, τὸ, Χαῖρε κεχαριτωμένη, αὐτῇ εὐαγγελιζόμενος. Ἡ δὲ διελογίζετο, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος· ὁ δὲ ἄγγελος εὐθέως ὑπήγαγεν λέγων· Ὁ Κύριος μετὰ σοῦ, μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ· διὸ [ἄλ. ἰδοὺ] συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν· καὶ καλέσουσι [ἄλ. καλέσεις] τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον ∆αβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγ γελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γι νώσκω; ἆρα μένω ἔτι παρθένος; ἆρα μὴ τῆς παρ θενίας ἡ ἀξία προδίδοται; Ταῦτα διαποροῦσαν τὴν ἁγίαν Παρθένον, συντόμως ὁ ἄγγελος προφέρει τοῦ λόγου τὸ κεφάλαιον, λέγων· Πνεῦμα ἅγιον ἐπελεύ σεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει. σοι. ∆ιὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, κληθή σεται Υἱὸς Θεοῦ. Ὃ γάρ ἐστι, τοῦτο καὶ πάντως κληθήσεται. Πρεπόντως ἄρα τὴν ἁγίαν Μαριὰμ ἐκ πασῶν γενεῶν μόνην ἡ χάρις ἐκλέλεκται. Σοφὴ γὰρ ὄντως κατὰ πάντα ἐτύγχανεν· οὐκ ὁμοία [ἄλ. ὅμοιος] αὐτῇ ἐκ πασῶν γενεῶν τις γέγονεν πώποτε. Οὐχ ὡς ἡ πρώην [ἄλ. πρώτη] παρθένος Εὔα μόνη ἐν παρα δείσῳ χορεύουσα, χαύνῃ τῇ διανοίᾳ, ἀπεριέργως παρὰ τοῦ ἀρχεκάκου ὄφεως τὸν λόγον ἐδέξατο, καὶ οὕτως ἐφθάρη τὸ τῆς διανοίας φρόνημα [ἄλ. τῷ τῆς καρδίας φρονήματι]· καὶ δι' αὐτῆς ὁ δόλιος τὸν ἰὸν ἐκχέας, καὶ τὸν θάνατον συγκεράσας, εἰς πάντα τὸν κόσμον εἰσήγαγεν· καὶ διὰ τοῦτο πᾶς [ἄλ. ἅπας] ὁ μόχθος τῶν ἁγίων ἐγένετο· ἀλλ' ἐν μόνῃ