1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

Oratio in diem natalem Christi

ΓΡΗΓΟΡΙΟΥΕΠΙΣΚΟΠΟΥΝΥΣΣΗΣΕΙΣΤΟΓΕΝΕΘΛΙΟΝΤΟΥΣΩΤΗΡΟΣ

1128 Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγί, φησιν ὁ ∆αβὶδ,ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν. τὰ δὲ τῆς θεοπνεύστουδιδασκαλία+ς προστάγματα νόμος πάντως ἐστὶτοῖς ἀκούουσιν. οὐκοῦν ἐπειδὴ πάρεστιν ἡ εὔσημοςἡμέρα τῆς ἑορτῆς ἡμῶν, πληρώσωμεν καὶ ἡμεῖςτὸν νόμον σαλπιγκταὶ τῆς ἱερομηνίας γενόμενοι.ἡ δὲ νομικὴ σάλπιγξ, καθὼς κελεύει νοεῖν ὁ ἀπόστολος,ὁ λόγος ἐστί. φησὶ γὰρ μὴ ἄδηλον δεῖν γενέσθαι τὸντῆς σάλπιγγος ἦχον, ἀλλὰ διεσταλμένον τοῖς φθόγγοιςπρὸς τὴν τῶν ἀκουόντων σαφήνειαν. οὐκοῦν ἠχήσωμενκαὶ ἡμεῖς, ἀδελφοὶ, λαμπράν τινα ἠχὴν καὶἐξάκουστον οὐδὲν τῆς κερατίνης ἀτιμοτέραν.καὶ γὰρ καὶ ὁ νόμος ὁ ἐν τοῖς τῆς σκιᾶς τύποιςπροδιαζωγραφῶν τὴν ἀλήθειαν ἐν τῇ σκηνοπηγίᾳ τὸνἐκ τῶν σαλπίγγων ἦχον ἐνομοθέτησε. καὶ ἡ παροῦσα τῆς ἑορτῆς ὑπόθεσις τὸ τῆς ἀληθινῆς σκηνοπηγίας ἐστὶμυστήριον. ἐν ταύτῃ γὰρ σκηνοπηγεῖται τὸ ἀνθρώπινονσκήνωμα τῷ δι' ἡμᾶς ἐνδυσαμένῳ τὸν ἄνθρωπον.ἐν ταύτῃ τὰ διαπεπτωκότα ἡμῶν ὑπὸ τοῦ θανάτουσκηνώματα πάλιν συμπήγνυται ὑπὸ τοῦ ἐξ ἀρχῆς τὸ οἰκητήριον ἡμῶν οἰκοδομήσαντος. εἴπωμεν καὶἡμεῖς τὸ τῆς ψαλμῳδίας τῷ μεγαλοφώνῳ ∆αβὶδσυγχορεύοντες, ὅτι εὐλογημένος ὁ ἐρχόμενος ἐνὀνόματι κυρίου. πῶς ἐρχόμενος; οὐ καθάπερ διὰπλοίου τινὸς ἢ ὀχήματος, διὰ δὲ τῆς παρθενικῆςἀφθορίας ἐπὶ τὸν ἀνθρώπινον βίον διαπεράσας.οὕτως ὁ θεὸς ἡμῶν, οὕτως ὁ κύριος ἐπέφανεν ἡμῖνεἰς τὸ συστήσασθαι τὴν ἑορτὴν ταύτην ἐν τοῖςπυκάζουσιν ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.

Πάντως δὲ οὐκ ἀγνοοῦμεν, ἀδελφοὶ, τὸ ἐν τοῖς εἰρημένοιςμυστήριον, ὅτι πᾶσα ἡ κτίσις ἔν τι τοῦ δεσπότου τῆςκτίσεώς ἐστιν ἀνάκτορον. ἀλλ' ἐπειδὴ τῆς ἁμαρτίαςἐπεισελθούσης ἐφράγη τῶν τῇ κακίᾳ κεκρατημένων1129 τὰ στόματα καὶ κατεσιγάσθη φωνὴ ἀγαλλιάσεωςκαὶ διεσπάσθη τῶν ἑορταζόντων ἡ συμφωνία τῆςἀνθρωπίνης κτίσεως οὐ συνεορταζούσης τῇ ὑπερκοσμίῳ φύσει, -διὰ τοῦτο ἦλθον αἱ τῶν προφητῶν καὶἀποστόλων σάλπιγγες, ἃς κερατίνας ὁ νόμος φησὶ διὰτὸ εἶναι αὐτῶν τὴν κατασκευὴν ἐκ τοῦ ἀληθινοῦμονοκέρωτος, αἱ κατὰ τὴν τοῦ πνεύματος δύναμινσύντονον τὸν τῆς ἀληθείας ἤχησαν λόγον, ἵνα τῆςἀκοῆς τῶν ὑπὸ τῆς ἁμαρτίας ἐμπεφραγμένων διανοιχθείσηςμία γένηται σύμφωνος ἑορτὴ διὰ τοῦ πυκασμοῦτῆς σκηνοπηγίας τῆς κάτω κτίσεως πρὸς τὰςἐξεχούσας καὶ προβεβλημένας περὶ τὸ ἄνω θυσιαστήριονδυνάμεις συνεπηχούσης. τὰ γὰρ κέρατα τοῦ νοητοῦθυσιαστηρίου αἱ προβεβλημέναι τε καὶ ἐξέχουσαιτῆς νοερᾶς φύσεως δυνάμεις εἰσὶν ἀρχαί τεκαὶ ἐξουσίαι καὶ θρόνοι καὶ κυριότητες, πρὸς ἃς τῇκοινωνίᾳ τῆς ἑορτῆς συνάπτεται διὰ τῆς κατὰ τὴνἀνάστασιν σκηνοπηγίας ἡ ἀνθρωπίνη φύσις τῇἀνακαινώσει τῶν σωμάτων πυκαζομένη.

Τὸ γὰρ πυκάζεσθαι ἴσον ἐστὶ τῷ κοσμεῖσθαι ἡ περιβάλλεσθαι,καθὼς ἑρμηνεύουσιν οἱ ταῦτα γινώσκοντες. ∆εῦτε τοίνυν πρὸς τὴν πνευματικὴν χορείαν τὰς ψυχὰς ἡμῶνδιεγείραντες ἔξαρχον καὶ καθηγεμόνα καὶ κορυφαῖοντῆς χοροστασίας ἡμῶν τὸν ∆αβὶδ προστησώμεθα καὶ εἴπωμενμετ' ἐκείνου τὴν γλυκεῖαν φωνὴν ἐκείνην, ἣν φθάσαντεςὑμνῳδήσαμεν. καὶ πάλιν αὐτὴν ἀναλάβωμεν, ὅτι αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθακαὶ εὐφρανθῶμεν ἐν αὐτῇ, -ἐν ᾗ μειοῦσθαι τὸ σκότοςἄρχεται καὶ τὰ τῆς νυκτὸς μέτρα τῷ πλεονάζοντιτῆς ἀκτῖνος συνωθεῖται πρὸς ἔκλειψιν. οὐ συντυχικήτις, ἀδελφοί, γέγονε κατὰ τὸ αὐτόματον ἡ τοιαύτηπερὶ τὴν ἑορτὴν οἰκονομία τὸ νῦν ἐπιφανῆναι τῇ ἀνθρωπίνῃ ζωῇ τὴν θείαν ζωήν. ἀλλά τι μυστήριονδιὰ τῶν φαινομένων τοῖς διορατικωτέροις διηγεῖταιἡ