1

 2

 3

 4

 5

 6

 7

1

In illud: Messis quidem multa

ΟΜΙΛΙΑ Ιʹ. 63.515

Τοῦ αὐτοῦ ὁμιλία, ῥηθεῖσα ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ τοῦ Ἀποστόλου, ἐπισκόπου ὀλίγα προομιλήσαν τος, εἰς τὸ, Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ

ἐργάται ὀλίγοι.

αʹ. Εἴδετε τὸν γέροντα καὶ νέον, γέροντα μὲν τῷ σώ ματι, νέον δὲ τῷ φρονήματι; εἴδετε πολιὰν ἀκμάζουσαν 63.516 καὶ γήρως τόνον σφριγῶντα; Τοιαῦτα γὰρ τὰ παρ' ἡμῖν, ἀπ' ἐναντίας τοῖς ἔξωθεν. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν πραγμάτων τὸ γῆρας ἄχρηστον· οἷον, ὁ στρατιώτης εἰς ταύτην ἐλθὼν τὴν ἡλικίαν, οὐ δύναται τεῖναι τόξον, οὐ βέλος ἀφεῖναι, οὔτε δόρυ σεῖσαι, οὔτε ἵππον ἀναβῆναι, 63.517 οὔτε τείχεσι προσβαλεῖν, οὔτε ἄλλο τοιοῦτον οὐδὲν ἐργά σασθαι δύναται· καὶ ὁ κυβερνήτης δὲ, ὅταν αὐτῷ τὸν τόνον τῆς σαρκὸς χαλάσῃ τὸ γῆρας, οὐ σχοινία τεῖναι, οὐχ ἱστία ἀναπετάσαι, οὐ μεταχειρίσασθαι κώπην, οὐ μεταθεῖναι οἴακας, οὐ μαχέσασθαι κύμασιν, οὐκ ἄλλο τι τῶν τοιούτων δυνήσεται.

Πάλιν ὁ γηπόνος ἐν τούτῳ τῆς ἡλικίας ὢν, οὐ ζεῦξαι βοῦς, οὐκ ἄροτρον ἑλκύσαι, οὐκ ἀναῤῥῆξαι καὶ ἀνατεμεῖν αὔλακας, οὐ θεραπεῦσαι δέν δρον, οὐ χορῷ θεριζόντων ἑαυτὸν ἐγκαθίσαι, οὐκ ἄλλο τι τῶν τοιούτων πράττειν ἰσχύσει· ἀλλ' ἕκαστος τού των οἴκοι κάθηται, τὴν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχων, καὶ ἀνάγκῃ μεγάλῃ καὶ ἀπαραιτήτῳ, τῷ γήρᾳ, πεπεδη μένος. Ἀλλ' οὐχ ὁ τῆς Ἐκκλησίας διδάσκαλος οὕτως· ἀλλὰ τότε μάλιστα ἀγωνιεῖται, καὶ λόγων ἅψεται, καὶ διδασκαλίαν προθήσει, καὶ λαὸν ῥυθμίσαι πειράσεται. Τὸ γὰρ γῆρας ἐν μὲν τοῖς ἄλλοις ἄχρηστον, ἐν δὲ τῇ Ἐκκλησίᾳ καὶ τοῖς τῆς ἀρετῆς πόνοις χρησιμώτατον. Ἐπεὶ καὶ ὁ μακάριος Ἀβραὰμ τὸ μέγιστον ἆθλον τότε ἤρατο, ὅτε ταύτην ἦγε τὴν ἡλικίαν· τότε γὰρ, τότε τῆς φύσεως τὴν τυραννίδα κατέλυσε, καὶ τὸν παῖδα κατέσφα ξεν· ἔσφαξε γὰρ, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ γνώμῃ· εἰ καὶ μὴ τῷ τέλει, ἀλλὰ τῇ προθέσει· εἰ καὶ μὴ τῷ ἔργῳ, ἀλλὰ τῇ διανοίᾳ· τότε τῶν ἰδίων σπλάγχνων γέ γονεν ἱερεὺς, καὶ ἐξ αὐτῆς σχεδὸν τῆς φύσεως ἑαυτὸν μετοικίσας, καὶ πρὸς τὸν οὐρανὸν μεθορμισάμενος, τὸ θαυμαστὸν ἐκεῖνο καὶ παράδοξον ἔργον ἤνυσε. Καὶ Παῦ λος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ἐν βαθυτάτῃ πολιᾷ πρὸς τοὺς θαυμαστοὺς ἐκείνους ἀγῶνας ἀπεδύετο, καὶ δεσμὰ καὶ ἁλύσεις καὶ δεσμωτήρια ἐν γεγηρακότι τῷ σώματι μετὰ πολλῆς ἔφερε τῆς εὐτονίας· καὶ τοῦτο δη λῶν αὐτὸς ἔλεγεν· Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ.

Καὶ ταῦτα λέγω, οὐχὶ τὴν νεότητα ἀτιμάζων· ἐπεὶ καὶ οἱ τὴν κάμινον κατα πατήσαντες παῖδες, νέοι σφόδρα καὶ μειράκια ἦσαν κο μιδῇ, καὶ ὁ τὴν προφητείαν δεξάμενος Ἱερεμίας· καὶ ∆ανιὴλ δὲ, ὅτε τοὺς λέοντας ἐχαλίνου, καὶ διὰ τὴν ἄφα τον αὐτοῦ παῤῥησίαν τὰ ἀπόῤῥητα ἐκεῖνα τῶν τοῦ βα σιλέως ὀνειράτων εἰς μέσον ἐξῆγε καὶ δῆλα ἐποίει τῷ θεασαμένῳ, σφόδρα νέος ἦν· καὶ οὐδὲν ἡ νεότης ἐμπόδιον γέγονε πρὸς τὴν ἀρετὴν τοῦ ἀνδρός. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν, ὅπερ ἔφθην εἰπὼν, καὶ γῆρας ἔξωρον καὶ νεό της ἄωρος μέγιστα κωλύματα γένοιτ' ἄν· ἐπὶ δὲ τῶν παλαισμάτων τῆς ἀρετῆς οὐκ ἔτι, ἀλλ' ἑνὸς χρεία, γνώ μης μόνον καὶ ψυχῆς παρεσκευασμένης, καὶ οὔτε νεότης ἄχρηστος, οὔτε γῆρας ἀνεπιτήδειον, ἀλλ' ἐν ἑκατέρᾳ τῇ ἡλικίᾳ ὥριμον ἴδοι τις ἂν βρύοντα τὸν καρπὸν, μόνον, ὅπερ ἔφθην εἰπὼν, εἰ ψυχήν τις ἂν ἔχοι νήφουσαν καὶ φιλοσοφεῖν ἐπισταμένην, καὶ διὰ τῆς πολλῆς ἀρετῆς τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπωμένην. Μὴ τοίνυν μηδεὶς προ βαλέσθω μήτε νεότητα μήτε γῆρας εἰς ἀπολογίαν ῥᾳθυ μίας· ἐπεὶ καὶ νῦν πολλοὶ παρ' ἡμῖν νέοι τὸ πνευματι κὸν τοῦτο