1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

In illud: Sufficit tibi gratia mea

Εἰς τὸ, "Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται."

59.507

αʹ. Ὅτε τὸν παναρμόνιον τουτονὶ κόσμον ἐξ ἀρχῆς ἔπλαττεν ὁ Θεὸς, θαύματα ἐπὶ θαύμασιν εἰργάσατο, οὐ νόμῳ φύσεως δουλεύων, ἀλλ' ἐξουσίᾳ δυνάμεως πάντα τεκταινόμενος. Οἷόν τι λέγω· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Εἶδες τάξιν καὶ ἀκολουθίαν; Πρότερον τὸν ὄροφον, καὶ τότε τὸ ἔδαφος. Ὅπερ γὰρ εἶπον, οὐ νόμῳ φύσεως ἐδούλευεν, οὐδὲ τάξει τέχνης, ἀλλ' ἐξουσίᾳ δυνάμεως. Εἱστήκει ἡ στέγη, καὶ τὸ ἔδαφος οὐκ ἐφαίνετο· ἡ γὰρ δύναμις τοῦ ἐργαζομένου πάντα διεκράτει. Ἐρώτησον τὸν αἱρετικόν· Εἰπέ μοι, πῶς ἡ στέγη ἐγένετο, καὶ τὸ ἔδαφος οὐχ ὑπέκειτο; εἰπέ μοι τὸν λογισμὸν, εἰπέ μοι τὸν τρόπον. Ἀλλὰ σιγᾷς, καὶ πίστει σεαυτῷ παραχωρεῖς.

Ποίας ἄξιος εἶ συγγνώμης, τὰ μὲν κοσμικὰ καὶ ἐπίγεια τῇ πίστει σεαυτῷ παραχωρῶν, τὰ δὲ θεῖα καὶ ἐπουράνια περιεργαζόμενος καὶ πολυπραγμονῶν; Ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν· ἐποίησε τὴν γῆν ἔδαφος, καὶ ὕδατα αὐτῇ ὑπέθηκεν. Εἶδες θεμέλιον τοῦ οἰκοδομήματος; Ἄνωθεν γῆ, καὶ κάτωθεν ὕδατα. Καίτοι γε οἱ οἰκοδόμοι ἑτέρως ἐργάζονται· ἐξαντλοῦσι τὰ ὕδατα, καὶ τότε τὸν θεμέλιον καταβάλλονται. Ὁ δὲ Θεὸς ἐπάνω τῶν ὑδάτων ἔθηκε τὸν θεμέλιον, ἵνα μὴ τὴν δύναμιν τοῦ θεμελίου, ἀλλὰ τὴν ἐξ 59.508 ουσίαν τοῦ ἐργαζομένου θαυμάσῃς. Ἀλλ' ὅπερ ἔλεγον, προσέχετε μετὰ ἀκριβείας· φιλοσόφων γὰρ ἅπτομαι λόγων. Ὅτε δὲ τὸν παναρμόνιον τουτονὶ κόσμον εἰργάζετο, τὰ μὲν ἄλλα πάντα ἀπὸ μοναδικῆς ἐποίησεν οὐσίας. Κἂν ἀσαφὴς ᾖ ὁ λόγος, ποιήσω αὐτὸν σαφέστερον, ἐὰν προσέχητε· Τὰ μὲν ἄλλα πάντα ἀπὸ μοναδικῆς ἐποίησεν οὐσίας, τὰ ἄνω καὶ τὰ κάτω (καὶ γὰρ κόσμος ἐκεῖνος, καὶ κόσμος οὗτος· δύο οὗτοι κόσμοι)· ἀλλ' ἕκαστος τῶν γενομένων, ἀπὸ μοναδικῆς οὖν οὐσίας. Οἷόν τι λέγω· Τὰ ἄνω πάντα ἀσώματα, τὰ κάτω πάντα σώματα, τὰ ἄνω νοερὰ, τὰ κάτω αἰσθητά· τὰ ἄνω ἀόρατα, τὰ κάτω ὁρατά. Πάντα σώματα τὰ κάτω, καὶ οὐρανὸς, καὶ ἥλιος, καὶ σελήνη, καὶ γῆ, καὶ θάλαττα, καὶ δένδρα, καὶ φυτὰ, καὶ βόες, καὶ πρόβατα, καὶ ἵπποι· πάντα ὁρώμενα, πάντα αἰσθητὰ, πάντα σώματα, πάντα ἁφῇ ὑποβαλλόμενα, καὶ ὄψει ὁρώμενα. Τὰ ἄνω πάντα ἀόρατα, νοερὰ, ἄγγελοι, ἀρχάγγελοι, θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι, δυνάμεις, τὰ Χερουβὶμ, τὰ Σεραφίμ. Οὔτε ἐκεῖνα ὁρατὰ, οὔτε ταῦτα ἀόρατα· οὔτε ἐκεῖνα σώματα, οὔτε ταῦτα ἀσώματα, ἀλλὰ καὶ ταῦτα σώματα, καὶ ἐκεῖνα ἀσώματα· πάντα ἐκ μοναδικῆς ἐγένετο οὐσίας, καὶ τὰ κάτω, καὶ τὰ ἄνω· καὶ τὰ μὲν ἀπὸ σωμάτων, τὰ δὲ 59.509 ἐξ ἀσωμάτων, τὰ μὲν σώματα, τὰ δὲ ἀσώματα. Μόνος ὁ ἄνθρωπος ἐκ διπλῆς ἐγένετο οὐσίας, τῆς μὲν βελτίονος, τῆς δὲ χείρονος, ψυχῆς τε καὶ σώματος· ἡ μὲν γάρ ἐστιν ἀόρατος καὶ νοερὰ, ἡ ψυχή· τὸ δὲ σῶμα αἰσθητὸν καὶ ὁρατόν. Τίνος οὖν ἕνεκεν οἱ μὲν δύο κόσμοι οὗτοι ἀπὸ μοναδικῆς ἐγένοντο οὐσίας, καὶ οὔτε ἄνω σώματα, οὔτε κάτω ἀσώματα· ἄνθρωπος δὲ μόνος ἀπὸ ἀσωμάτου καὶ σώματος συνέστηκεν; Ἀκούσατε τὴν αἰτίαν, καὶ μάθετε τοῦ ἐργαζομένου τὴν σοφίαν. Ἐπειδὴ γὰρ δύο κόσμοι ἦσαν οὗτοι τῇ οὐσίᾳ διεστηκότες, ὁ μὲν ἀσώματος, ὁ δὲ ἐνσώματος· ὁ μὲν ἀόρατος, ὁ δὲ ὁρατός· ὁ μὲν νοερὸς ὁ ἄνω, ὁ δὲ αἰσθητὸς ὁ κάτω· ἵνα μὴ ἡ διαφορὰ τῶν ἔργων διαφόρους δημιουργοὺς εἰσαγάγῃ, καὶ μὴ λέγηται, ὅτι ἄλλος τὰ ἄνω ἐποίησε, καὶ ἄλλος τὰ κάτω, διπλοῦν ζῶον ἐν τῷ κόσμῳ ἔθηκεν ἀνακηρύττειν καὶ τῶν ἄνω καὶ τῶν κάτω τὴν δημιουργίαν.