Chronographia

 μὲν παρακοιμώμενος οἷον ἀθλητὴς καὶ ἀγω νιστὴς, ὁ δὲ βασιλεὺς Βασίλειος θεωρὸς, οὐχ ὅπως ἐκεῖνον στεφανώσειεν, ἀλλ' ὡς αὐτὸς δραμεῖται καὶ ἀγωνίσηται

 λοχίσεσι καὶ ταῖς ἐκ παρα τάξεως ἀγωνίαις ἐθὰς, τὰς δὲ διὰ χειρὸς πράξεις δραστι κώτερος ἐκείνου καὶ γενναιότερος· ὁ γάρ τοι πληγὴν παρ' ἐκείνου δεξάμ

 χάρακος ἐξελάσαντες, ἄρδην ἅπαντας ἀνῃρήκασιν· ἀναζευγνύντες δὲ, ὥσπερ ἐκ ταὐτοῦ συνθήματος τῆς ψυχῆς, πρὸς φυγὴν ἐτρέψαντο ἑαυτούς· ἐδεδοίκεσαν γὰρ α

 ἰσομέτρους ὥσπερ ὑπὸ κανόνα τὸ μέγεθος, ξίφει καθωπλισμένους τὴν δεξιὰν καὶ τὴν ὁρμὴν ἀνυποστάτους τυγχάνοντας, τούτους δὴ μεθ' ἑαυτοῦ ὑφ' ἑνὶ κινήσας

 1.20 Ἐντεῦθεν οὐ τέλος τῷ Βασιλείῳ ἡ μετάστασις γίνεται τῶν κακῶν, ἀλλ' ἀρχὴ καὶ ὑπόθεσις· εὐθὺς γὰρ ἀναλύσας ταῖς ἐννοίαις ὁ βασιλεὺς ἐς τὴν πρώτην α

 ἐκείνῳ φυγάδες τε ἐγένοντο καὶ αὖθις ἀνέζευξαν, ἐφ' ἑαυτῶν διαταξάμενοι καὶ ὥσπερ ἀπερρωγὸς μέρος εἰς ἰσοστάσιον τῷ Φωκᾷ τάξιν ἀποκληρωθέντες, ἀντ' ἐκ

 τοὺς πόδας τοῦ φοινικοβαφοῦς πεδίλου ἐγύ μνωσεν, ἀλλ' ὥσπερ μέρος τῆς τυραννίδος ἑαυτῷ ἐπαφεὶς προσῄει τῷ βασιλεῖ· ὁ δέ γε Βασίλειος, καὶ πόρρωθεν ἰδὼ

 ὑπηγόρευε, καὶ δεινὸν οὐδὲν ὁ λόγος εἶχεν, οὐδὲ περίεργον. 1.31 Ἀπὸ τοίνυν ὑπερηφάνου καὶ βασκάνου τύχης τὴν βασιλείαν καταβιβάσας, οὐ μόνον λείαν ἑαυ

 ἡγεῖτο τὴν μὴ ἀπερρωγυῖαν σύνταξιν, καὶ τούτῳ μόνῳ ἀτρέπτους τὰς τῶν Ῥωμαίων ἐνόμιζε φάλαγγας. Βαρυνομένων δὲ τῶν στρατιωτῶν τὴν ἐφοδείαν τῆς μάχης κα

 αὐτοκράτορας γεγενῆσθαι· ἀπὸ μὲν γὰρ γεννήσεως ἄχρις εἰκοστοῦ χρόνου τῆς ἡλικίας αὐτοῦ τῷ τε πατρὶ καὶ τῷ Φωκᾷ Νικηφόρῳ καὶ τῷ μετ' ἐκεῖνον Ἰωάννῃ τῷ

 ἐκ πρώτης ἡλικίας τῶν παιδογόνων ἀφελὼν μορίων κατευναστῆρας καὶ θαλαμηπόλους ἐκέκτητο· ἦσαν δὲ οὗτοι οὔτε τῆς εὐγενοῦς, οὔτε τῆς ἐλευθέρας τύχης, ἀλλ

 ἀποναρκοῦντες, σημείοις τισὶ τὸ πλῆ θος τῶν τε ἐννοιῶν καὶ τῶν λέξεων ἀπεσήμαινον. 2.7 Εὐμεγέθης δὲ ὢν τὸ σῶμα, ὡς εἰς ἔννατον πόδα ἀνεστηκέναι, ἔτι κ

 ἀνδρὶ) ἐπὶ τὰ βασίλεια πρὸς τὸ τοῦ βασιλέως κῆδος ἀνα λαμβάνεται· καὶ ἡ καλλίστη τῶν τοῦ Κωνσταντίνου θυγα τέρων ὁμοῦ τε ὀπτάνεται τούτῳ καὶ εἰς βασιλ

 ἦν, ἀλλ' ἀληθεστάτη κατάληψις, μέγα τι ἐλυσιτέλησε <ἂν> τῷ παντί. ὅθεν οὐδὲν πλέον τῶν ἐγχειρήσεων ἔδρασε, μᾶλλον μὲν οὖν ταῖς ἐλπίσιν ὑψώσας τὰ πράγμ

 ποιήσειε, μᾶλλον δὲ εἰ πολλαπλασιάσειε τὸ Ῥωμαϊκὸν σύνταγμα, μηδενὶ ἂν φορητὸς γενέσθαι, τοσούτῳ ἐπιὼν πλήθει ἰδίῳ τε καὶ συμμα χικῷ. Ἀλλὰ καὶ τῶν τὰ

 τὸν αὐτοκράτορα. 3.10 Οἳ μὲν οὖν ἀτάκτως ἔθεον, οἱ δὲ πολέμιοι θεαταὶ μόνον τῆς παραλόγου νίκης ἐγίγνοντο, ἐξεστηκότες ὡσανεὶ ἐπὶ τοῖς σὺν οὐδενὶ λόγῳ

 οἱ τῶν χρημάτων μετωχετεύοντο ποταμοί. Ὅτι δὲ τοῦτό ἐστιν ὁ λόγος δηλώσει σαφέστερον. 3.13 ∆ιεσπουδάζετο τούτῳ δὴ τῷ βασιλεῖ τὸ δοκεῖν εὐσεβεῖν· καὶ ἦ

 ἀσχημάτιστον, δι' ὧν ἕτερός τις ἡμῖν ἔνδον οἰκοδομεῖται νεὼς εὐπρόσδεκτος Κυρίῳ καὶ εὐαπόδεκτος; Ἀλλ' ἐκεῖνος φιλοσοφεῖν μὲν ᾔδει ἐν τοῖς ζητήμασιν, κ

 λαμπρὸς καὶ ὡς ἀληθῶς μιλτοπάρῃος. Τοῦτον ὁ ἀδελφὸς τῷ βασιλεῖ τῇ βασιλίδι συγκαθημένῳ, οὕτω δόξαν ἐκείνῳ, εἰσήνεγκεν ὀφθησόμενον· καὶ ἐπειδὴ ἄμφω εἰσ

 καὶ τὰ μὲν εἶδεν αὐτοῖς ὄμμασι, τὰ δὲ ἠκηκόει, ὁ δὲ καὶ αὖθις ὥσπερ ἑκὼν ἐπέμυέ τε τοὺς ὀφθαλμοὺς καὶ τοὺς ὤτων πόρους ἀπέφραττεν· ἀμέλει καὶ συγκαθεύ

 τε ὕπνος ἄκροις αὐτοῦ τοῖς ὄμμασιν ἐφιζάνων ταχέως ἀφίπτατο, καὶ πάντα συνεπεπτώκει αὐτῷ τὰ δυσχερῆ, ἤθους τραχύτης, γνώμη δυσάρεστος, θυμὸς καὶ ὀργὴ

 τῆς τελευτῆς εἰληφυῖα διὰ τῆς ὄψεως. Ὁ δὲ βαρύ τι στενάξας καὶ βύθιον, τῇδε κἀκεῖσε περιεβλέπετο, φωνῆσαι μὲν μὴ δυνάμενος, σχήμασι δὲ καὶ νεύμασι δηλ

 ἀπῄεσαν ἅπαντες τὰ εἰκότα τὸν ἀποδε δημηκότα βασιλέα τιμήσοντες· μέρος δὲ τῶν τῆς κλίνης προηγουμένων καὶ ὁ τοῦ νέου βασιλέως ἀδελφὸς Ἰωάννης ὁ ἐκτομί

 πολυειδὲς τῆς προνοίας διέγνω, καὶ ὁπόσον μέρος τῶν περιστάσεων αἱ περὶ τὰ πράγματα φροντίδες τῷ ὡς ἀληθῶς συλλέγουσιν βασιλεῖ, ὅλως ἀθρόος μετήλλακτο

 ἐκφοβῶν, μέχρι τῆς θέας ἐλύπει· οἱ γὰρ πλεῖστοι τὸ εἶδος αὐτοῦ πεφρικότες τῶν πονηρῶν ἀπείχοντο πράξεων. Καὶ ἦν ἐντεῦθεν προπύρ γιον ὡς ἀληθῶς τοῦ βασ

 ἐκείνους καθιστᾶν ὧν ἐπεπράγεισαν οὐκ ἐβούλετο, περικαλύπτων δὲ τὰς ἀδίκους αὐτῶν πράξεις, ἐλευθερίαν ἔτι μᾶλλον ταῖς γνώμαις αὐτῶν ἐμνηστεύετο, ὡς οὐ

 ἀλλ' ἐλευθέρα τούτῳ ἀπεδίδοτο ἡ διάνοια. Πεζῇ δέ ποτε προϊόντι ἢ ἱππαζομένῳ φυλακή τις προσῆν κυκλόθεν, καὶ περιτραπέντα ἀσφαλῶς κυκλωσάμενοι ἐθερά πε

 γημένον τέως ἀφείσθω». Ὁ δὲ τοῦ λόγου δραξάμενος· «Μὴ οἴου, φησὶν, ὦ βασιλεῦ, ὅτι τὰς τῶν πολλῶν ἔλαθες ἀκοὰς, ἢ τούς γε ὀφθαλμοὺς αὐτοὺς, ὅτι καὶ προ

 αὐτοκράτωρ, οὐκ οἶδ' εἴτε μετάμελος εὐθὺς ἐγεγόνει περὶ τῶν πεπραγμένων, εἴτε ἄλλως πως περὶ τὸν ἀνεψιὸν διετίθετο, οὔτε ὡς καίσαρι προσεῖχεν, οὔτε πα

 λεληθὼς εἰδωλοποιῶν, καὶ οἷον προχαράττων ὅπερ ὕστερον ἐγνώκει ποιήσασθαι, παντὸς μὲν τοῦ γένους κατέτρεχεν, ἀνελεῖν δὲ ξύμπαντας τοὺς αὐτῷ χαρισαμένο

 προσπλα σθέντων τῇ ψυχῇ μολυσμάτων ἀπαλλαγήσεσθαι ἐβουλεύετο. 4.33 Φασὶ γοῦν τινες τῶν μὴ πάνυ πρὸς τὸ ἐκείνου γένος εὐμενῶς ἐχόντων, ἀλλ' ἐκ διαθέσεω

 ὁμοῦ τε τὸ σχῆμα καὶ τὸν τρόπον μεταβαλοῦσαι καὶ στρατευθεῖσαι Θεῷ νεολαία εἰς κατάλογον ἀρετῶν. 4.37 Καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἑαυτῷ τὴν σωτηρίαν ὁ

 ὀσφύος προσμαρτυρήσας ἑαυτῷ, ἀλλ' οἷον παραβλάστημα τῆς ἐκεῖθεν ῥίζης ἢ πλάσας ἢ ἀποδείξας, πείθει τε εὐφυῶς, καὶ ἐπὶ τῆς ἀσπίδος ἄραντες τὴν ἀρχὴν αὐ

 ἐπιρρωνύντος, ἀνέβαινέ τε τὸν ἵππον καὶ τῆς ἕδρας εἴχετο καρτερῶς καὶ τῷ χαλινῷ τοῦτον ἐρρύθμιζε δεξιῶς, εἶτα δὲ εἵπετο συνδέων τὰ τμήματα, καὶ θαῦμα

 ἀλλήλοις καταλλάττουσι, κἀντεῦθεν ὁμο διαίτω μὲν ἤστην, ἀλλήλοιν δὲ διελεγέσθην, πλὴν ἅτερος τὸν ἄλλον ὑπώπτευεν. 4.49 Ἀλλὰ φθάνει τὴν τοῦ ∆ολιάνου ὁ

 δέρας Χριστοῦ, τήν τε καλύπτραν τῆς κεφαλῆς ἀφελόμενοι τὴν τοῦ σωτηρίου περικεφαλαίαν ἐπι τιθέασιν· εἶτα δὴ καὶ τῷ σταυρῷ καθοπλίσαντες στήθη τε καὶ μ

 κρείττονος τὴν φρόνησιν ἀδελφοῦ γενναῖόν τι ἐκείνους ἢ περὶ τῆς βασιλείας ἐνθυμηθῆναι ἢ περὶ τῆς τοῦ κοινοῦ καταστάσεως, ὅθεν οὐδέν τι ὅτι μὴ συνῆσαν

 παρήλλαττε, νῦν μὲν τὴν τούτου γνώμην οὐκ ἀνα μένων ἐν ταῖς βασιλικαῖς πράξεσιν, νῦν δ' ἄλλο τι ποιῶν καὶ λέγων οἷς ἐκεῖνον μὴ ὑπενεγκεῖν ἠπίστατο. 5.

 πρᾶγμα εἰς μῖσος αὐτὸν καὶ ὀργὴν ἀνερρίπιζεν. Ἐντεῦθεν μῖσος αὐτῷ κατὰ τοῦ γένους παντὸς ὑπετύφετο· διαλύειν δὲ αὐτοὺς εὐθὺς οὐκ ἐπεχείρησεν, ἔτι δεδι

 καταδεηθήσεσθαι τούτου καὶ προσλιπαρήσεσθαι, καὶ μετενεγκεῖν θᾶττον εἰς τὰς βασιλείους αὐλάς. Ἀναχωρή σαντι δὲ οἷ ἥ τε οἰκεία δορυφορία εἵπετο, καὶ πο

 διηκόνει. 5.16 Ἀλλὰ τὰ μὲν βουλεύματα οὕτω ἐπιτελῆ καθ εστήκει, τὸν δ' ἀπόλεκτον δῆμον τῆς Πόλεως καὶ ὅσοι τῆς ἀγοραίου τύρβης ἢ τῶν βαναύσων τεχνῶν ᾠ

 ἡμέτερα· ἀλλὰ τοῦτο μὲν ὡς πλείους τὰς ἀντιρρήσεις ἔχον ἐξ ἑκατέρου, ἀνακι νείσθω εἰς ἕτερον ἔλεγχον. 5.20 Ὁ γοῦν τηνικαῦτα βασιλεύων, τὸ τῆς πράξεως

 προσωποποιεῖται δὲ τὴν πρᾶξιν καὶ εἰσάγει σκηνὴν, καὶ τῇ συγκλήτῳ βουλῇ ἀνακαλύπτει δῆθεν τὰ παρ' ἐκείνης κατ' αὐτοῦ μελετώμενα, καὶ ὡς ὑπώπτευε μὲν κ

 γυναικωνίτιδος ἔξω τεθέαται, δημοσίᾳ τε προϊούσας καὶ βοώσας τε καὶ κοπτομένας καὶ δεινὸν ἀπολοφυρομένας ἐπὶ τῷ πάθει τῆς βασιλίδος, αἱ δὲ λοιπαὶ Μαιν

 δὲ ἤδη λαμπρὰ ἡ ἀποστασία ἐγένετο, καὶ ὁ δῆμος κατὰ λόχους συνῄεσαν, καὶ ἀξιόλογος ἡ παρεμ βολὴ ἐγεγόνει, τότε δὴ δεινῶς τε ἐστρέφετο τὴν ψυχὴν καὶ ἅτ

 οὐκ ἐκοινώνει, διαφερόντως δ' ἐτετίμητο, καὶ τῆς ἐν τοῖς βασιλείοις μετά γε τὴν ἀδελφὴν μετεῖχε λαμπρότητος· ἐπεὶ δὲ οὐκ αὔταρκες ἡ συγγένεια οὐδὲ τὸ

 Πόλει, εὐθὺς αἴρεται πᾶσα ψυχὴ μέχρι τούτου πεφοβημένη καὶ φρίτ τουσα· καὶ οἱ μὲν σῶστρα Θεῷ ἀνετίθουν, οἱ δὲ ἀνευφήμουν τὴν βασιλίδα, τὸ δ' ὅσον δημῶ

 5.43 Ὁ μὲν οὖν νωβελλίσιμος τοιούτῳ με λόγῳ ἠμείψατο· ὁ δὲ τυραννεύσας ἠρέμα τὴν κεφαλὴν ἐπισείσας καὶ μόγις που καὶ δάκρυον τῶν ὀφθαλμῶν ἐπαφεὶς· «Ἀλ

 ἐξάγουσιν ἄξοντες· οὔπω δὲ πολλὴν προϊοῦσιν ὁδὸν ὑπαντιάζουσιν αὐτοῖς οἷς ἐντέταλτο ἐναποσβέσαι τούτοις τὰ ὄμματα. Καὶ δήλην τὴν ψῆφον πεποιηκότες, οἳ

 προσκαλεῖται καὶ κοινωνὸν τοῦ κράτους ποιεῖται. Καὶ ἡ μὲν οὕτως· ἡ δέ γε Θεοδώρα οὐ πάντη τὴν πρὸς τὴν ἀδελφὴν αἰδῶ ἀποτίθησιν, οὐδὲ τὸ πρεσβεῖον ἀφαι

 καὶ τὴν χεῖρα πρὸς ἄμφω ἡτοίμαστο κατὰ τὸ ἴσον ὀξύτατα, θάνατον φημὶ καὶ ζωὴν, καὶ ἐῴκει κατὰ τοῦτο τὸ μέρος κύμασι θαλαττίοις καὶ ἀπαιωροῦσι τὴν ναῦν

 6.9 Τοῖς μὲν οὖν πολλοῖς δοκεῖ νῦν πρῶτον τὰ πέριξ ἡμῶν ἔθνη ἐπὶ τὰ Ῥωμαίων κεχύσθαι ὅρια ἀθρόον καὶ παρ' ἐλπίδα ἐπεισκωμάσαντα, ἐμοὶ δὲ τότε τὸ δωμάτ

 μὲν οὖν Ῥωμανὸς, οὐ πάνυ ζηλότυπος ὢν, καὶ πρὸς τὴν τοιαύτην φήμην λασιό κωφος γέγονεν· ὁ δέ γε Μιχαὴλ μεθιστᾷ τοῦτον τῶν βασι λείων, καὶ σχήματι σεμν

 Μιχαὴλ, ὃς δὴ μετὰ Ῥωμανὸν εἰς τὸ κράτος ἀναβεβήκει· ἔνθεν τοι καὶ βασιλεύσας οὐδ' οὕτω τὸ κατ' ἐκείνου ἀφῆκε ζηλότυπον, ἀλλὰ τὰ μὲν πρῶτα εὐμενῶς εἶδ

 ὑπερβὰς δι' ἃς αἰτίας ἐρῶ τὰ πεπραγ μένα τισὶν, ἢ μεταβάλλων ἑτέρως, οὐχ ἱστορίαν ποιῶν, ἀλλὰ πλάττων ὥσπερ ἐπὶ σκηνῆς πράγματα ᾤμην ἁλώσεσθαι, ἢ τὸ ἀ

 ἀνάλωτος, ἀλλ' ὁ χαρακτὴρ ἑκάστῳ ἀπὸ τοῦ πλείονος, πῶς ἂν ἐξειπεῖν αἰσχυνθείην εἴ τι μὴ καὶ τούτῳ δικαίως καὶ προσηκόντως εἴργασται; 6.27 Οἱ μὲν οὖν π

 ὑπερηφάνους μετενεγκὼν ἀρχάς· τοῦτο μὲν οὖν τηνικαῦτα τελετὰς καὶ πανηγύρεις ἀπέτεκε, καὶ ἡ Πόλις ξύμπασα μετεώριστο, ὡς φιλοτιμοτάτου βασι λέως ἐπιστ

 μὲν λόγοις τὴν γλῶτταν πλάσασθαι πρὸς εὐπρέπειαν, καὶ φιλο σοφίᾳ καθᾶραι τὸν νοῦν, τοὺς μὲν ῥητορικοὺς λόγους οὐ πάλαι ἠκριβωκὼς, ὥστε καὶ διελεῖν δύν

 καχλάζει μόνον τῷ μεγάλῳ τῶν λέξεων ῥεύματι, καὶ περὶ τὴν συνθήκην τῶν τοῦ λόγου μορίων στρέφεται, καί τινας λόγους ἀναπτύξεων τῶν πολιτικῶν ὑποθέσεων

 συνεκφαίνονται, ταῖς δὲ τά τε ἄλλα ἐξήμβλωται καὶ οὐδὲ τὰ περὶ τὸν λόγον αὐταῖς εὖ διωργάνωται. 6.45 Ἐπιμαρτύρεται γοῦν ἐμοὶ ὅτι μοι ἡ γλῶττα κἀν ταῖς

 προηγησαμένης, προσκεκρούκει ταύταις εὐθὺς, εἰ μὴ καὶ οὕτω τῇ ὁμευνέτιδι ἔδοξεν, εἴτε ἀποκρυψαμένῃ τὸ ζηλό τυπον, εἴτε διὰ τὴν ἡλικίαν τοῦτο ἀφαιρεθεί

 6.55 Προσεποιεῖτο γοῦν ἑκάστοτε ὅ τι δήποτε τῶν οἰκοδομουμένων, καὶ τοῦ μηνὸς πολλάκις ἀπῄει, πρόφασιν μὲν ὀψόμενός τι τῶν γιγνομένων, τὸ δ' ἀληθὲς τῇ

 διηγουμένην δὲ ἀδιήγητοι χάριτες περιέθεον. Ἐμὲ γοῦν ᾕρει ἐπανερωτῶσα πολλάκις μύθους ἑλληνικοὺς, καὶ αὐτὴ προστιθεῖσα εἴ τινος τῶν ἀκριβούντων περὶ τ

 αὐτῆς ὑπανήπτετο, καὶ τῶν ἀμφιπόλων ἑκάστη ἡ μὲν τὰ μεγέθη τῶν ἀρωμάτων διῄρει, ἡ δὲ ταῦτα συνέπλαττεν, ἡ δ' ἄλλο τι τοιοῦτον εἰργάζετο· τοῦ μὲν οὖν χ

 γενησομένην, ἀλλ' ὅμως ἐτρύφα τοῖς λογισμοῖς· τὸ δὲ ἐκείνῳ τε τὰς ἐνθυμήσεις κἀκείνῃ τὰς ἐλπίδας διέτεμε, καὶ νόσος ἀθρόον αἱρεῖ πρὸς πᾶσαν παρα σκευὴ

 πρᾶξιν λεπτολογεῖν ἀφίημι νῦν, μέσην δὲ ὁδὸν βαδίζειν προῄρημαι τῶν τε ἀρχαιολογησάντων τὰς τῆς πρεσβυτέρας Ῥώμης ἡγεμονίας τε καὶ πράξεις καὶ τῶν εἰω

 καὶ ἐκ πλαγείς. 6.78 Ἐπεὶ δὲ τὴν Ἰταλίαν ἀποσεσυλήμεθα καὶ τὸ σεμνότατον τῆς ἀρχῆς ἀφῃρήμεθα μέρος, πέμπει τοῦτον ὁ δεύτερος Μιχαὴλ πολεμήσοντα μὲν το

 6.83 Τὰ μὲν οὖν περὶ ἐκεῖνον τοιαῦτα· ὁ δέ γε αὐτοκράτωρ, ἐπειδὴ καὶ τὴν τοῦ πρέσβεως ἐμεμαθήκει ἀναί ρεσιν, καὶ τὴν τοῦ τυραννοῦντος ἀπόνοιαν, στράτε

 ἀπαλλαγεὶς κύματος καὶ βραχύ τι ἐξαναπνεύσας, τῷ μὲν Θεῷ εὐχαριστηρίους ἀνα πέμπει φωνὰς, τὴν δέ γε κεφαλὴν ἐν μετεώρῳ τοῦ μεγάλου θεάτρου πήγνυσιν, ὡ

 κἀκεῖνος βραχύν τινα χρόνον ἐπιβιώσας τῇ βασιλείᾳ μετήλλακτο, καὶ εἰς ἄσημόν τινα τὸν Μιχαὴλ τὸ κράτος μετέπεσεν, ἐπ' αὐτὸν καὶ δὴ τὰς οἰκείας δυνά με

 κάτωθεν διατιτρᾶν ἐπεχείρουν· οἱ δ' ἄνωθεν ἔβαλλον λίθοις τε καὶ κοπίσιν· ὡς δὲ καὶ τὸ πῦρ ἠκόντιστο ἐπ' αὐτοὺς, καὶ ἤδη τοὺς ὀφθαλμοὺς συνεχύθησαν, ο

 ἐκείνη ἀκλόνητος, οὐ φυσικοῖς ἐστη ριγμένη τοῖς ἕρμασιν, ἀλλὰ στερρότητι λογισμοῦ καὶ κρίσει βελτίονι. Ἀλλὰ τοῦτο δὴ τὸ μέρος οὔπω δὴ ἐν τῇ κατ' ἐμὲ κ

 ὑπερορίαν τούτῳ κατεσκευάκει. 6.101 Ἀλλὰ καὶ ἀποδεδημηκότι τῷ ἀνδρὶ ἡ φήμη αὖθις συνείπετο· μᾶλλον δὲ ταύτην οἱ πλείους ἀφορμὴν κατηγο ρίας προσειληφό

 τιμωρήσασθαι· διὰ ταῦτα πρὶν ἢ κατει λῆφθαι τούτους, προκαταλαβεῖν ἐκεῖνον ἔργον ἐτίθεντο. 6.104 Συλλεγέντες οὖν ἀθρόον καὶ παρ' ἐλπίδα, καὶ εἰς ταὐτὸ

 6.107 Τοῦτο μὲν οὕτως εἶχε, καὶ ὁ τύραννος πνεύμα τος δίκην διαδραμὼν μετὰ παντὸς τοῦ στρατεύματος αὐτοῦ που πρὸ τῆς Πόλεως ἐναυλίζεται, καὶ ἦν τὸ γιγ

 τοῦντες καὶ κατορχούμενοι. Ὁ δ' ἐπειδὴ τούτων τὰ μὲν ἑώρα, τὰ δὲ ἤκουεν, εἱστήκειν δ' ἐγὼ πλησίον αὐτῷ, τὰ μὲν ἐν δεινῷ τῶν λεγομένων ποιούμενος, τὰ δ

 ὅσοι πρὸς τῷ βασιλεῖ ἑστῶτες ἐτύγχανον· ᾤοντο γὰρ αὐτίκα τὸν τύραν νον εἰσιέναι καὶ πάντας διαφθαρήσεσθαι. 6.114 Καὶ εἴ τις τοὺς τῆς προνοίας λόγους ἐ

 σκοποῦ ἀπερριπτοῦντο ἐντός· τηνικαῦτα δὲ εὐτονώτερον οἱ ἀνθέλ κοντες τὸ μηχάνημα, τὴν σφενδόνην ἀντανακλάσαντες, λίθον τινὰ τῶν ἁδροτέρων κατ' αὐτοῦ τ

 θέμενος τὴν ἐπὶ τοῖς ὅρκοις πίστιν οὐ διεψεύσατο. Οἱ μὲν οὖν ἔς τι τῶν ἱερῶν ἀδύτων καταπε φεύγασι, καὶ τὰ ξίφη σπασάμενοι ἠπείλουν ἀποκτενεῖν ἑαυτοὺς

 κεφαλὴν ἡλιῶσαν ἀπέδειξε καὶ πυρσὴν, τὸ δ' ὅσον ἐν στήθεσι καὶ γαστρὶ ἄχρι ποδῶν καὶ τοῖς ἀντιθέτοις μέρεσιν, τῆς ἀκραιφνεστάτης λευκότητος ὁπόσα δὴ μ

 6.130 Ἐγὼ δὲ καὶ ξυγγράφων τοῦτον ἔτι τὸν ἄνδρα ὑπερεκπέπληγμαι, ὅπως τηνικαῦτα ἐξήρκει τοσαύταις περιωδυνίαις βαλλόμενος· πάρεσις γὰρ ἐπὶ παρέσει τοῦ

 τος διέφθαρτο, καὶ ὁ βουλόμενός ἐστι δημοποίητος. Ἀμέλει πλείους ἂν εὕροι τις παρ' ἡμῖν σισυροφόρους τὴν στολὴν μεταλλάξαντας· ἄρχουσι γοῦν πολλάκις ἡ

 ἐφ' ὅσον κεχώρηκε, καὶ ὅπως ἀτυχήσας ὁ βασιλεὺς παρ' ἐλπίδας αὖθις εὐτύχηκεν. Ἱλα ρὰν εἶχεν ὁ αὐτοκράτωρ πρὸς πᾶσαν παιδιὰν τὴν ψυχὴν καὶ ἐβούλετο ψυχ

 ἀπαγγελλόμενος τῷ εὑρήματι.» Ἀπῄει γοῦν αὐτίκα ταῖς συγκειμέναις χρησόμενος ἡδοναῖς· καὶ ἐπειδὴ τέλος εἶχεν αὐτῷ τὰ συσσίτια, ἧκεν ἑσπέρας ἀσθμαίνων κ

 κολάκων γὰρ οὐκ ὀλίγη μερὶς αὐτῷ παρετρέφετο, καί τις <τῶν> παρ' αὐτῷ κορυφαίων ὅλον ἐκεῖνον εἰσποιησάμενος, τὰ πρῶτα τῶν μισθοφόρων ἐτύγχανεν ὤν. 6.1

 συμπόσιον ἐπὶ τούτοις τοῦ συνήθους λαμπρότερον, καὶ ἑστιάτωρ μὲν ὁ αὐτοκράτωρ καὶ συμποσίαρχος, τὰ δὲ πρῶτα τῶν δαιτυμόνων αὐτὸς οὗτος ὁ δραματουργὸς

 ὅλαι τῶν παρ' ἡμῖν τιμίων καὶ οἷς πάλαι τὸ τῶν Ῥωμαίων ἐζηλοῦτο βασίλειον. 6.154 Ἐγὼ δὲ καὶ τότε μὲν ἐθρήνουν ὁρῶν τὰ πάντα οὕτω διατυφόμενα, καὶ νῦν

 λόγῳ ἐξεχύθη τὰ ὄμματα. 6.158 Φιλοτιμοτάτη δὲ γενομένη πασῶν γυναικῶν, καὶ διὰ τοῦτο πάντα συνδιαφθείρουσα, ὅτι μὴ μέτρον εἶχε ταύτῃ τὸ καλὸν, ὁμοῦ τε

 γλώττης ἐκκρέμασθαι; 6.162 Ἀλλ' οὐκ οἶδ' ὅπως καὶ τὴν τῆς ἱστορίας διαφυλάξω ἀλήθειαν, κἀκείνῳ τὸ εἰκὸς σέβας ἀπομερίσο μαι· ἡ δέ γε τῆς ἐμῆς ἀκριβεία

 ποιήσομαι ἐκφανὲς, ὅπερ ἐν μέσῳ τοῖς λόγοις κείμενον καὶ ἀμφίβολον ὂν τοῖς τε ἐπαινοῦσι καὶ ψέγουσιν, ἐγὼ τῶν ἄλλων ἐξαίρω ὁπόσα αὐτῷ τὴν κρείττονα ὑπ

 κατέπτη, ἄγγελός τις ἢ θειοτέρα ψυχὴ, ἀνθρώπων εὐνομίας ἐφορῶσα καὶ ἐπιστρε φομένη τῶν πόλεων. -Ἀλλ' ἐγώ σοι ἐκεῖνος, ὁ αὐτοκράτωρ αὖθις εἰρήκει, καί

 κλέπτουσαι τὴν ἀλήθειαν. 6.177 Ἔχομαι γοῦν τῆς ἀληθοῦς ἱστορίας καὶ πόρρω τοῦ κύκλου τῶν ἐκείνου ταῦτα ποιοῦμαι καλῶν, ὥσπερ δὴ καὶ ἅπερ ἐπεπράχει μει

 μυσταγωγὸν καὶ μύστην καθίστη σιν, ὅπερ προϊὼν ὁ λόγος ἐρεῖ ἐντελέστερον. 6.182 Ταῦτα μὲν οὖν ἀμφίλογα τῷ αὐτοκράτορι καὶ ταῖς διαφόροις ὑπολήψεσι τῶν

 κέντρου ῥυεὶς ἀφθόνῳ τῷ ῥεύματι, πᾶσαν ἀδιαστάτως ἐπέδραμεν ἐπιφάνειαν· οἶκοί τε πέριξ περίδρομοι καὶ ἀμφίδρομοι, ἱππήλατα πάντα καὶ τοὺς ὀφθαλμοὺς οὐ

 αὐξήσωσιν, ἐπειδὴ μὴ ἀτρε μεῖν δύνανται, τῷ συνεχεῖ τῶν κινήσεων ἐπὶ τὸ κάταντες ὀλισθαίνουσι, τοῦτο δὴ αὐτὸς οὐκ ἔπασχε μὲν, ἔπραττε δὲ τοῖς φίλοις,

 ἐπέπληκτο δὲ τὴν ψυχὴν ὅτι αὐτίκα μέλλει στερηθήσεσθαι τοιοῦδε ἀνδρός. 6.196 Ἐμὲ γοῦν αὐτίκα τὸ γεγονὸς οὔτε καθεύδειν εἴα οὔτε ἀναπνεῖν, ἀλλ' οὐδὲ τὸ

 καὶ τὴν κρείττω προαρπάσας ζωήν. Ἐπεὶ δὲ τῆς ἡμέρου πειθοῦς ἀπεγνώκει, τὴν κερδαλῆν ἀφεὶς τὴν λεοντῆν ἐπενδύεται καί μοι ἐπανατείνει τὸ ῥόπαλον, ἐμπρῆ

 ἑαυτῷ ἐναντιοῦσθαι, μεταβαλλόμενος ἐκείνῳ καὶ συμπεριτρεπόμενος, σύγκειται δὲ ἀληθῶς, οὐ ῥητορικῶς, πρὸς ἐκεῖνον ἀφομοιούμενος καὶ συμπαθαινόμενος οἷο

 ταύτην τὴν τάξιν ἐπίστευεν, εἰδυῖα ὡς τάχιστα οὗτος περιτραπήσεται, βασκανίας ἀφορμὴ τοῖς ὁμεστίοις προκείμενος· ζητοῦσα δὲ τῶν ἀπὸ τῆς βουλῆς τὸν ἄρι

 χρημάτων ἀδώρητος· εἰ δέ τις τούτῳ συνεστιώμενος ἱλαρὸν ἐδείκνυ τὸ πρόσωπον καὶ «ἐπ' ὀνείαθ' ἕτοιμα χεῖρας ἴαλλε», τοῦτο δὴ τὸ τῆς ποιήσεως, τῶν τε πα

 ἀπόρρητον βούλοιτο ἢ ἄλλο τι ποιήσειν τῶν κεκρυμμένων, ἐμοὶ ἐκοινώνει τοῦ λόγου καὶ τοῦ βουλεύματος. 6 τηεοδ.14 Ἐπεὶ δ' οὖν ἀφικνούμην, ὥς μοι προστέτ

 διαπορθμεύοντες, ἀλλ' οἱ ἐκείνους τῷ μὲν σχήματι μιμούμενοι, ταῖς δὲ γνώ μαις ὑποκρινόμενοι· λέγω δὲ τοὺς καθ' ἡμᾶς Ναζιραίους, οἳ πρὸς τὸ θεῖον μεταπ

 σκήπτρων ἐπιλαμβάνονται, καὶ τούτοις πρῶτον καὶ τὴν φωνὴν καὶ τὴν ὄψιν διδόασιν· ὧν εὐθὺς ἐπισκιρτησάντων καὶ βωμολόχους ἀφέντων φωνὰς, καί τινας δημη

 ἀνεχώρησαν· ἑῷοι δὲ ὄντες καὶ ὡς ἀληθῶς πρόσαυγοι, ἐκ βραχέων τῶν διαστημά των ἀπ' ἀλλήλων διεστήκεισαν· διὰ ταῦτα ὀλίγας ἡμέρας ἐπιλιπόντες, εἶτα δὴ

 μηδενὸς καινοῦ γεγονότος, οὔτε τοῖς τολμηθεῖσιν ἀντεβου λεύσαντο, οὔτε τὰς λειπομένας τάξεις ἐπὶ τὰς ἐκείνων συντάξεις ἐκίνουν, οὔτ' ἄλλο τῶν πάντων ἐ

 βοήν τε καὶ ἔφοδον, ἀλλ' εὐθὺς ὑποκεχωρηκὸς καὶ διασπαρὲν, δείσαντες μὴ οἱ νενικηκότες ἐπ' ἐκείνους γένοιντο, καὶ τούς γε φυγάδας ῥώσαντες ὅλαις αὐτοῖ

 τίθεμαι. -Καὶ τί ποτε, φησὶ, τοῦτο, ὃ δι' εὐλαβείας αὐτὸς ἔχων οὐ πάνυ τῇ πρεσβείᾳ θαρρεῖς; -Κεκρατηκὼς, ἔφησα, ὁ ἀνὴρ πρὸς ὅν με κελεύεις διαπορθμεύσ

 ἡμῖν, ἀφῆκεν ἐπὶ τὰς σκηνὰς, αἳ δ' ἔγγιστα τῆς ἐκείνου ἐφεξῆς ἐπεπήγεσαν. Ἐθαυμάζομεν οὖν ἀπιόντες τὸν ἄνδρα, ὅτι μὴ εὐθὺς μακροὺς προὔτεινε λόγους, μ

 φοβεροὶ καὶ τοῖς εἴδεσι καὶ τοῖς σχήμασιν, ἄμφω μὲν γλαυ κιῶντες, ἀλλ' οἱ μὲν τὸ χρῶμα ὑπονοθεύοντες, καὶ κατακε νοῦντες τοὺς τῶν βλεφάρων ταρσοὺς, οἱ

 ἐπῄνουν τε τὸ κατὰ λόγον ἐπὶ τὴν βασίλειον ἀρχὴν προχωρεῖν, καὶ ὡς τοιοῦτον ἡ τάξις· πρᾶξις, εἶτα δὴ θεωρία, καὶ ὁ πρακ τικὸς πρότερον, εἶθ' ὁ θεωρητι

 ἐσχήκατε, ἀντὶ τουτωνὶ τῶν εὐαγγε λίων ταῖς ὑμετέραις χερσὶ σπαραχθήσομαι, ἆρ' οὐ βεβαιοῦτε τὴν τυραννίδα καὶ κατήγοροι ἑαυτῶν γίνεσθε; ἀλλὰ σὺ μὲν εἴ

 πολ λῶν παρεληλυθυιῶν ἡμερῶν τοῦ βασιλείου κράτους κοινωνὸν τοῦτον ποιήσομαι, προφάσεις ἀναγκαίας πεποιημένος τῆς εἰς τοῦτο ἀναγωγῆς· εἰ δὲ νῦν τὸν κα

 ὀλολύξαντές τε ἐπὶ μέγα, τῷ μὲν βασι λεῖ ἐπηράσαντο καὶ πᾶσαν δύσφημον ἐπ' ἐκεῖνον ἀφῆκαν φωνὴν, τὸν δὲ Ἰσαάκιον ἐπευφήμησαν ὡς μόνον τῷ κράτει ἐπιδοξ

 συλλήπτορσιν. Οὕτω δὲ πρὸς ἀλλήλους ἔχουσιν, ἐπάνεισιν ὁ φωστὴρ, καὶ εὐθὺς πάντα ἐν φανερῷ καθει στήκει. 7.40 Ἐκκέχυται γοῦν αὐτῷ ὁ τῆς Πόλεως δῆμος ξ

 Κομνηνὸς, ἀνὴρ ἐν πᾶσι δραστήριος, τῶν ὅλων εὐθὺς γίγνεται καὶ τῶν τῆς βασιλείας πραγμάτων ἐξ αὐτῆς γραμμῆς ἄρχεται· ἑσπέρας γὰρ εἰσεληλυθὼς εἰς τὰ βα

 ἐγνωρίζετο λόγοις. 7.48 Καὶ γὰρ ἦν εἴπερ τις ἄλλος βραχυλογώτατος, οὔτε ἀθρόον ἐφιεὶς τῇ γλώττῃ, οὔτε ἐνδεῶς γνωρίζων τὰ τῆς ψυχῆς ἐνθυμήματα, ἀλλ' ὥσ

 ὑπεξελεῖν μὲν τὰς περιττότητας, ἐπαγαγεῖν δὲ τὰς ἰσότητας, καὶ τὰ μὲν καθελεῖν, τὰ δ' ἐπαυξῆσαι, τά τε σπλάγχνα ἰάσασθαι, ἐμπνεῦσαί τε τούτῳ πνεῦμα φυ

 σπλά γχνοις εἰσενεγκὼν, τοῦ μὲν κατὰ φύσιν ἀπήνεγκε, καὶ τῆς ἡμέρου καὶ πολιτικῆς ζωῆς ἀπεστέρησεν, ἐξέμηνε δὲ μικροῦ δεῖν καὶ ἀπεθηρίωσε, πολυκεφάλου

 οἰκοδομῶν, τὸν δὲ ὅπως ἂν οἱ μὲν ἀργοὶ τὰς φύσεις καὶ πρὸς τὸν συντελείας κόσμον ἀσυντελεῖς τρυφῷεν καὶ τὸ τῆς ἀρετῆς ἀτιμάζοιεν πρᾶγμα καὶ ὄνομα, ὁ δ

 οἰκουμένην διέδραμεν, πάσαις δὲ νίκαις κατέστεπτο, καὶ οὐδεὶς ἂν αὐτῷ τῶν ἀνέ καθεν αὐτοκρατόρων ἀντήρισεν· ἀλλὰ τὸ ἄφετον, ἀλλὰ τὸ τοῦ ἐπιστατοῦντος

 κατατολμῶντες, πᾶσι δὲ ἀντιβαίνοντες πνεύ μασιν, οἱ μὲν αὐτῶν ἔδυσαν ἁρπασθέντες τοῖς κύμασιν, οἱ δὲ ἀπέστησαν βιαιότερον· τῷ δὲ ἡ κρᾶσις τοῦ βίου πρὸ

 ἐντετμημένα τοῦ ἵππου μέλη βραχύ τι διαθερμάναντες μετὰ τοῦ λύθρου λαφύσσουσι, καὶ οὕτως ἑαυτοὺς ἀναλαβόντες ἐπὶ τὰς πρώτας ἵενται καλιάς· καὶ ἐμφωλεύ

 ἔπιπτε γὰρ ἡ γέρανος ἐπορχουμένη τὸν θάνατον, καὶ νῦν μὲν τὰ πρανῆ, νῦν δὲ δεικνῦσα τὰ ὕπτια. 7.73 Ἀμφοτέρᾳ γοῦν τῇ θήρᾳ ὁ αὐτοκράτωρ τερ πόμενος, ἵνα

 ἐπιβαλεῖν τῷ καρπῷ, ὁ πρῶτος τῶν ἰατρῶν, οὐδὲν δὲ δεῖ λέγειν τοὔ νομα· «Ἀλλὰ μηδὲ γνωμάτευε τὴν ἀρτηρίαν, φησί· κατεί ληπται γάρ μοι ἤδη ἡ κίνησις, κα

 εἶτα δὴ οὐκ οἰκτείρεις τῆς ἐρημίας ἡμᾶς; ποδαπὴν δὲ καὶ ψυχὴν ἔχων σαυτὸν μὲν ὑπεξάγεις τῶν βασιλείων, ἐμοὶ δὲ δυσφο ρωτάτην ἐγκαταλιμπάνεις χηρείαν,

 τὸ εἰκὸς ἐκείνῳ λέγουσαί τε καὶ σῴζουσαι· ἐδεδίει γοῦν οὗτος οὐ τοὺς ἀπεχθανομένους αὐτῷ, ἀλλὰ τοὺς προστεθειμένους, καὶ πᾶσαν μὲν αὐτοῖς πρὸς αὐτὸν φ

 τοσοῦτον καυχήσαιμι, αὐτὸς δ' ἂν εἰδείη ὁ βασιλεὺς, ὡς πρὸς μὲν τὸ ἀντίρροπον ἀντίρροπος ἦν, συνεπεκούρουν δὲ φερομένοις τοῖς πράγμασι κατ' ὀρθὸν, καὶ

 7 ξονστ.5 Οὕτω μὲν οὖν προσκιάσας αὐτὸν, αὐτίκα πλατύτερον γράψω καὶ διαρθρώσομαι, ὥσπερ δὴ ἐπηγγειλάμην ποιῆσαι τῷ θαυμασίῳ τούτῳ καὶ ὑπερφυεῖ αὐτοκρ

 σαν, ὡς ὁ λόγος τὸ ξύμπαν ἐν τοῖς κατὰ τὸν Κομνηνὸν λόγοις ἠκρίβωσε. 7 ξονστ.8 Τὸ μὲν οὖν πλῆθος ἅπαν τῷ βασιλεῖ τούτῳ συννενεύκεσάν τε καὶ συνεκέκλιν

 περὶ μέσας νύκτας βραχύ τι διανίσταται, καὶ γνοὺς ἐφ' οἷς <ἐστι>, καὶ τὸ πᾶν ἀπογνοὺς, τόν τε βασιλεύοντα ἑωρακὼς καὶ κατὰ γνώμην αὐτῷ τὸ πρᾶγμα βεβαι

 τοῦτο τὴν βασιλείαν Ῥωμαίων κατήνεγκε καὶ ἠλλοίωσεν ἐπὶ τὸ χεῖρον τὰ πράγματα, καίτοι πολλάκις αὐτὸς ἐπει ράθην ἐξελεῖν ἀπὸ τούτου δὴ τοῦ βασιλέως τὸ

 συλλεξάμενος ἐπ' ἐκείνους ἀφῆκε, καὶ παραδοξοποιεῖ τι Θεὸς, τῶν Μωσαϊκῶν τερα στίων οὐκ ἔλαττον· ὥσπερ γὰρ κρείττονα φάλαγγα οἱ βάρ βαροι θεασάμενοι κ

 ἐπιβουλευ σάντων αὐτῷ, ὡς τιμῆς μὲν καὶ χρημάτων οὐκ ἀποστερή σοι τούτους, ἀντ' ἐλευθέρων δὲ ὡς ἀργυρωνήτοις αὐτοῖς χρήσαιτο· «Ἀφειλάμην δὲ οὐκ ἐγὼ τὴ

 παντὸς τῆς γνώμης ἐτήρησεν· ἀπολογισαίμην δ' ἂν καὶ τοῦτο ὑπὲρ αὐτῆς, ὡς οὐδ' εἴ τι καὶ παρηλλοίωτο, ἡδονῶν ἥττηται καὶ σαρκὸς ἐπιθυμίας ἠλάττωται, ἀλ

 κλίνης τοῦ παιδὸς ἡ μήτηρ καθῆστο· «Ἀνίστασο, ἔφη, κάλλιστέ μοι τῶν υἱέων καὶ βασιλεῦ, καὶ δέξαι τὸν πατρωὸν, ἀντὶ πατρὸς οὐκ ἄρχοντα, ἀλλ' ὑπείκοντα,

 εἰκὸς στοχαζόμενος. 7 ευδ,ρομ.13 Ἐξεληλύθει γοῦν κατὰ τῶν βαρβάρων πανστρα τιᾷ, οὔθ' ὅπη πορεύηται ἐπιστάμενος οὔθ' ὃ δράσειεν· ἐπεπλάνητο γοῦν ἑτέραν

 οὗτοι ὑποφαινομένου τοῦ ἔαρος ληΐζοντες γῆν τὴν τῶν Ῥωμαίων καὶ παμπληθεὶ κατατρέχοντες· ἔξεισιν οὖν αὖθις, πλείονα τῶν προτέρων ἐπαγόμενος συμμαχίαν

 ἀπρακτεῖν τὴν μητέρα παντάπασιν, οἱ δὲ τὸ πᾶν τῆς ἀρχῆς καὶ αὖθις ταύτῃ ἀπένεμον. Ἐμοὶ δὲ οὐδ' ἕτερον ἤρεσκεν, οὐ γὰρ διαψεύσομαί γε τὴν ἐμὴν δόξαν, ἀ

 7 ευδ,ρομ.29 Ἐκεῖνοι μὲν οὖν οὕτως· οἱ δὲ μετὰ τῆς βασιλί δος, ὧν δὴ καὶ αὐτὸς ἐτύγχανον ὢν, ἀγνῶτες τοῦ πράγματος ὄντες, μονονοὺ πεπηγότες ἐγεγόνειμε

 ὁπηνίκα βασιλεὺς ἦν, χάριτας αὐτῷ ἐπὶ τοῦ δυστυχήματος ἀνθομολογούμενος, στρατιώτας συχνοὺς ἐπαγόμενος πρόσεισι τούτῳ, καὶ θαρρεῖν παρακελευσάμενος κα

 εὔνοιαν ὤφθη τὸ δεύτερον, ὅσον τὸ πρῶτον εἰς δυσμένειαν· εἱστήκει δὲ σύν γε τῷ Ἀνδρονίκῳ, τὰ μὲν θαρρύνων αὐτὸν, τὰ δὲ παρ' αὐτοῦ θαρρυνόμενος. Ὡς γοῦ

 κατήνεγκέ τε καὶ ἀπωδύρετο· ἀλλ' οὐδ' ὅτε ἠγγέλθη τῷ βασιλεῖ τοῦ ∆ιογένους ἡ ἅλωσις, ἢ σκίρτημά τι ἐνεφά νισεν, ἢ ἄλλο τι χαρμονῆς εἶδος τοῖς περὶ αὐτ

 ἰδεῶν ἐξαλλαγὴ, ἡ καινολογία, ἡ ποιητικὴ τοῦ λόγου κατασκευὴ, πρὸ δὲ τούτων ἁπάντων ὁ πρὸς φιλοσοφίαν ἔρως, τὸ τῆς ἀναγωγῆς ὕψος, ἡ τῆς ἀλληγορίας μετ

 7 μιξη.8 Ταῦτα μὲν οὖν κοινὰ τούτῳ πρὸς ἅπαντας, τὰ δὲ πρὸς τὸν συγγραφέα οὐκ ἔχει πρὸς τοὺς ἄλλους ἅμιλλαν, οὐδὲ σύγκρισιν· οὔτε γάρ τῳ τῶν ἀδελφῶν ο

 7 μιξη.13 Τὸν μὲν οὖν Τελαμώνιον Αἴαντα τιθηνούμενον ἔτι τὸν Ἡρακλέα φασὶν ἰδεῖν καὶ τῇ λεοντῇ περιβαλεῖν, ἐγὼ δὲ ἠγκαλισάμην πολλάκις καὶ ὄνασθαί μου

 πολλοῖς ἡμῖν εὐλαβείας καθίσταται, ἁπανταχοῦ δὲ μετριάζων καὶ σπουδὴν παιδιᾷ κιρνῶν, ἐν τούτῳ μόνον οὐ καθεκτὸς, οὐδὲ σύμμετρος.

 καὶ οἱ τῶν παραλαλουμένων δημιουργοὶ, οἱ τὰ ζιζάνια ἐπισπείροντες πονηροὶ καὶ ὑπὸ μόνου τοῦ βασκαίνειν τὰ μὴ ὄντα τερατευόμενοι, ὧν τοῖς ἀλόγοις ἢ ἀλλ

Chronographia

Χρονογραφία πονηθεῖσα τῷ πανσόφῳ μοναχῷ Μιχαὴλ τῷ ὑπερτίμῳ, ἱστοροῦσα τὰς πράξεις τῶν βασιλέων, τοῦ τε Βασιλείου καὶ Κωνσταντίνου τῶν πορφυρογεννήτων, τοῦ τε μετ' αὐτοὺς Ῥωμανοῦ τοῦ Ἀργυροπώλου, τοῦ μετ' ἐκεῖνον Μιχαὴλ τοῦ Παφλαγόνος, τοῦ ἀπὸ καισάρων ἄρξαντος μετ' αὐτὸν ἀνεψιοῦ τούτου Μιχαὴλ, τῶν ἑξῆς δύο αὐταδέλφων καὶ πορφυρογεννήτων τῆς τε κυρᾶς Ζωῆς καὶ τῆς κυρᾶς Θεοδώρας, τοῦ σὺν αὐταῖς Κωνσταντίνου τοῦ Μονομάχου, τῆς μονοκρατορίσσης θατέρας τῶν δύο ἀδελφῶν κυρᾶς Θεοδώρας, <τοῦ μετ' ἐκείνην Μιχαὴλ τοῦ Γέροντος,> τοῦ μετ' ἐκεῖνον Ἰσαακίου τοῦ Κομνηνοῦ, καὶ ἕως τῆς ἀναρρήσεως Κωνσταντίνου τοῦ ∆ούκα. ΤΟΜΟΣ ΠΡΩΤΟΣ ΒΑΣΙΛΕΙΟΣ Βʹ 1.1 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης ὁ Τζιμισκῆς, πολλῶν καὶ ἀγαθῶν αἴτιος τῇ Ῥωμαίων ἡγεμονίᾳ γενόμενος καὶ αὐξήσας ταύτην εἰς δύναμιν, οὕτω καταλύει τὸν βίον· περιΐσταται δὲ καθαρῶς ἡ βασιλεία εἴς τε Βασίλειον καὶ Κωνσταντῖνον τοὺς τοῦ Ῥωμανοῦ παῖδας. 1.2 Ἤστην δὲ ἄμφω ἤδη μὲν παρεληλακότε τὴν ἥβην, διαφόρω δὲ τὸ ἦθος· ὁ μὲν γὰρ Βασίλειος, ὁ καὶ τὴν ἡλικίαν πρεσβύτερος, ἐγρηγορὼς ἀεὶ καὶ σύννους ἐδείκνυτο καὶ πεφροντικώς, ὁ δέ γε Κωνσταντῖνος ἀνειμένος τοῖς πᾶσιν ὦπτο, ῥᾳθύμως τε τῆς ζωῆς ἔχων καὶ περὶ τὸν ἁβρὸν βίον ἐσπουδακώς. Αὐτοκράτορε μὲν οὖν ἄμφω οὐκ ἐδοκιμασάτην εἶναι, ἀλλ' ὅτι πρεσβύτερος αὐτῶν ὁ Βασίλειος, τὸ πᾶν τῆς ἐξουσίας περιζωσάμενος, μόνου τοῦ τῆς βασιλείας ὀνόμα τος τὸν ἀδελφὸν ἐκληρώσατο κοινωνόν· ἐπεὶ οὐδ' ἂν ἄλλως ἡ τῆς βασιλείας αὐτοῖς ἀρχὴ διεκυβερνήθη, εἰ μὴ τῷ πρώτῳ καὶ ἀκριβεστάτῳ ἡ αὐτοκράτωρ ἀπεκληρώθη διοίκησις. Καὶ θαυμάσειεν ἄν τις ἐνταῦθα τὸν Κωνσταντῖνον, ὅτι ἐξὸν κατ' ἰσομοιρίαν τὸν πατρῷον κλῆρον, τὴν ἡγεμονίαν φημί, τῷ ἀδελφῷ διανείμασθαι, ὁ δὲ τοῦ πλείονος αὐτῷ παρακεχω ρήκει, καὶ ταῦτα νεώτατος ὢν, ὅτε μάλιστα ὁ τῆς φιλαρχίας ἀνάπτεται ζῆλος, καὶ οὐδὲ τὸν ἀδελφὸν ὁρῶν ὑπὲρ τὴν τελείαν ἡλικίαν γενόμενον, ἀλλ' ἀρτίχνουν ἤδη καὶ πρῶτον, ὅ φασιν, ὑπηνήτην. Τοιούτων μὲν οὖν ἐγκωμίων ἐκ προοι μίων ἀξιούσθω ὁ Κωνσταντῖνος. 1.3 Ὁ δέ γε Βασίλειος ἤδη τὴν τῶν Ῥωμαίων ἡγεμονίαν περιζωσάμενος, ἐβούλετο μὲν μηδένα κοινωνὸν ἔχειν τῶν φροντισμάτων, μηδὲ περὶ τῶν κοινῶν διοικήσεων σύμβουλον. Οὐκ εἶχε δὲ θαρρεῖν ἑαυτῷ, οὐδέπω πεῖραν εἰληφότι οὔτε τῶν στρατιωτικῶν καταλόγων οὔτε τῆς πολιτικῆς εὐνομίας· διὰ ταῦτα πρὸς τὸν παρακοιμώμενον ἀπεῖδε Βασίλειον. Ὁ δὲ ἀνὴρ οὗτος ἀξίωμα μέγιστον τῇ βασιλείᾳ Ῥωμαίων ἐτύγχανε γεγονὼς, κατά τε φρονήματος ὄγκον, καὶ σώματος μέγεθος, καὶ μορφὴν τυράννῳ προσήκουσαν· φὺς δὲ ἐκ τοῦ αὐτοῦ πατρὸς τῷ τοῦ Βασιλείου καὶ Κωνσταντίνου πατρὶ, τὰ ἐς μητέρα διήλλαττε· διὰ ταῦτα καὶ ἐκ πρώτης εὐθὺς ἡλικίας ἀποτέτμητο, ἵνα μὴ μᾶλλον ὁ ἐκ τῆς ἡμιγάμου τῶν γνησιωτά των τὸ πρωτεῖον εἰς τὴν ἀρχὴν ἀπενέγκηται. Ἔστεργεν οὖν οὗτος τὰ ἐκ τῆς τύχης, καὶ τοῦ βασιλείου καὶ οἰκείου γένους ἐξήρτητο· προσέκειτο δὲ μάλιστα τῷ ἀνεψιῷ Βασιλείῳ καὶ ἠγκαλίζετο οἰκειότατα, καὶ ὡς εὔνους ἐτιθηνεῖτο τροφεύς. ∆ιὰ ταῦτα καὶ ὁ Βασίλειος τὸν ὄγκον αὐτῷ τῆς ἀρχῆς ἀναθέμενος, αὐτὸς πρὸς τὴν ἐκείνου ἐπαιδοτριβεῖτο σπου δήν· καὶ ἦν ὁ