1
Fragmenta in Lamentationes 1 Ὁ Ἱερεμίας αἰχμαλωτισθέντος τοῦ λαοῦ καὶ ὄντος ἐν Βαβυλῶνι, θρηνεῖ τὴν πόλιν καὶ τὴν χώραν καὶ τὸν λαὸν ἐπὶ τοῖς συμβεβηκόσι, καὶ θρηνεῖ περικοπάς τινας καὶ διαστολὰς περιγράφων ἀρχομένας ἑξῆς ἀπὸ τῶν παρ' Ἑβραίοις στοιχείων. καὶ μετὰ τὸ τε λέσαι τὸν ἐφ' ἑκάστου στοιχείου Θρῆνον καὶ ἐπὶ πᾶσι τὸν ἀπὸ τοῦ Θαῦ ἀρχόμενον, ὅπερ ἐστὶ τελευταῖον τῶν Ἑβραίων γράμμα, ἐπανέρχεται ἐπὶ τὸ Ἄλφ καὶ πάλιν θρηνεῖ, καὶ τοῦτο ποιεῖ τετράκις τὰ εἴκοσι καὶ δύο στοιχεῖα ἐπεξιών. 2 Ἐὰν ἴδωμεν ὑποχείριον γινομένην τὴν ψυχὴν τῷ διαβόλῳ ἢ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ἁπαξαπλῶς ταῖς ἐχθραῖς δυνάμεσι τὴν τῇ φύσει θεωρητικὴν καὶ συνορᾶν τὰ ὄντα <καὶ> ἐπιστῆσαι δυναμένην, νοήσομέν πως τὴν αἰχμαλωσίαν καὶ τὸν αἰχμαλωτίσαντα . ἀλλὰ καταφυγόντες ἐπὶ τὸν Χριστόν, τὸν κηρύξαντα κατὰ τὸν προφήτην Ἡσαΐαν «αἰχμαλώτοις ἄφεσιν», ἐλευθερωθησόμεθα ἀπὸ τῆς αἰχμα λωσίας, κἂν μέχρι τοῦ δῆσαι φθάσῃ ὁ αἰχμαλωτεύσας. ἦλθε γὰρ Ἰησοῦς «ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθη μένους ἐν σκότει». 3 ∆ιὰ τοῦτό φασιν Ἑβραῖοι τῆς παλαιᾶς γραφῆς ἰσαρίθμους τοῖς στοιχείοις εἶναι τὰς βίβλους, ὡς εἶναι πρὸς θεογνωσίαν πᾶσαν εἰσα γωγήν, καθάπερ τὰ στοιχεῖα πρὸς πᾶσαν τοῖς μανθάνουσι σοφίαν. καὶ διὰ τοῦτο τετραπλασιάζεται, τάχα διότι καὶ τῶν σωμάτων τὰ στοιχεῖα καθέστηκε τέσσαρα. Καὶ μετ' ὀλίγα· Ἔκδοσις δὲ Ἀκύλα καὶ Θεοδοτίωνος ἐν τοῖς Θρήνοις οὐ φέρεται, μόνου δὲ Συμμάχου καὶ τῶν Ἑβδομήκοντα. Καὶ πάλιν· Ζητήσειε δ' ἄν τις, πῶς τῆς ἐπιγραφῆς τοῦ βιβλίου πληθυντικῶς ἐχούσης Θρῆνοι , ἑνικῶς ἐν τῷ προοιμίῳ τὸν Θρῆνον τοῦτόν φησιν. ἀλλὰ μερικοὶ μὲν πλείους ὑπάρχουσι, τοῖς στοιχείοις διῃρη μένοι, εἰς ἕνα δὲ πάντες ἀνάγονται, πρὸς μίαν ὑπόθεσιν, τὸν Ἰσραήλ, ἀναγόμενοι. 4 Τὸν ἐξ ἀγάπης κλαυθμὸν μακαριζόμενον· τοῦ γὰρ ἁγίου ἐστὶ «κλαίειν μετὰ κλαιόντων». 5 Ἐγγίζων τῇ Ἱερουσαλὴμ ὁ κύριος «ἔκλαυσεν καὶ εἶπεν· εἰ ἔγνως καὶ σὺ τὰ εἰς εἰρήνην σου». «Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπι συνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε». 6 Εἰ τοίνυν «μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται», ἔδει Ἱερεμίαν τὸν μυστικὸν τοῦτον κλαῦσαι κλαυθμὸν καὶ κατὰ τὸ «μακάριοι οἱ πενθοῦντες» πενθῆσαι τοὺς τοῦ πενθεῖσθαι ἀξίους. 7 Ἔοικε δὲ τὸ μὲν πλῆθος τοῦ λαοῦ , ὅσον ἐπὶ τῇ λέξει, δηλοῦν τοὺς ἐνοικοῦντας Ἰσραηλίτας, τὸ δὲ πλῆθος τῶν ἐθνῶν , ὡς προ ειρήκαμεν, τοὺς προσηλύτους. εἰς δὲ ἀναγωγὴν ἐπεὶ συγγενέστερά ἐστι τῇ ψυχῇ καὶ ἀπερίστατα τὰ θεωρητικὰ μᾶλλον ἢ τὰ πρακτικά, τὸ μὲν πλῆθος τοῦ λαοῦ σημαίνοι ἂν τῆς μακαριζομένης Ἱερουσαλὴμ τὸν πλοῦτον τῶν θεωρημάτων· τὸ δὲ πλῆθος τῶν ἐθνῶν τὸν πο λὺν ἀριθμὸν τῶν καλῶν πράξεων. Καὶ μετ' ὀλίγα· Ἡ πεπληθυμμένη λαοῦ μόνη καθέζεται · τῷ τὸν νυμφίον λόγον ἡ νύμφη ἀποβεβληκέναι γινομένη ὡς χήρα ἥ ποτε τοῖς προειρημένοις ἔθνεσι πλήθουσα. 8 Ὅσον ἐπὶ τῇ λέξει ἁρμόζει τὴν Ἱερουσαλὴμ νοεῖσθαι λέγεσθαι μετὰ θαυμασμοῦ διὰ τὴν ἐπὶ τὸ σκυθρωπότερον μεταβολὴν μεμο νῶσθαι καθίσασαν τήν ποτε πλήθουσαν λαῷ , ἵν' ἡ μόνωσις ἡ ἐρημία ᾖ αὐτῆς, ἐσχηκυίας μὲν ἄνδρα τὸν προστάτην ἔμψυχον λόγον, ὅτε αὐτῷ εἵπετο παρόντι καὶ βοηθοῦντι, κεχηρευκυίας δὲ καὶ καταλελειμμένης ὑπ' αὐτοῦ διὰ τὰ ἡμαρτημένα. Καὶ μεθ' ἕτερα· Ταῦτα μὲν οὖν πρὸς τὸ ῥητόν· πρὸς δὲ διάνοιαν, Ἱερουσαλὴμ εὐθηνοῦσα καὶ λαῷ καὶ ἔθνεσι πλήθουσα καὶ χωρῶν ἄρχουσα ἡ θεία ἐστὶ ψυχή. καὶ οὐ θαυμαστόν, εἰ οὐ μόνον οἰκία οὐδὲ ἔπαυλις οὐδὲ ἡ ταύτης μείζων κώμη ἂν προσαγορευθεῖσα οὐδὲ πόλις ἡ τυ χοῦσα ἀλλὰ πασῶν πόλεων διαφέρουσα καὶ παρὰ θεῷ τετιμημένη Ἱερουσαλὴμ χρηματίζει ἡ τελείᾳ ψυχή, μεγέθους ἀξιολόγου πόλει τῇ μεγίστῃ περιβαλλομένου αὐτῇ ὑπὸ τῆς σοφίας καὶ πάσης ἀρετῆς † περιγινομένου πολλαπλάσια οἰκοδομήματα. Καὶ μετ'