Commentarium in Dionysii periegetae orbis descriptionem
ΕΥΣΤΑΘΙΟΥ ΠΑΡΕΚΒΟΛΑΙ. [ΕΠΙΣΤΟΛΗ.] Πρὸς τὸν πανσέβαστον δοῦκα κύριον ̓Ιωάννην, τὸν υἱὸν τοῦ πανσεβάστου σεβαστοῦ καὶ μεγάλου δρουγγαρίου, κυρίου ̓Ανδρονίκου τοῦ Καματηροῦ, Εὐσταθίου, διακόνου ἐπὶ τῶν δεήσεων καὶ μαΐστορος τῶν ῥητόρων, ἐπιστολὴ ἐπὶ ταῖς ∆ιονυσίου τοῦ περιηγητοῦ παρεκβολαῖς. Πινδάρῳ μὲν τῷ σοφῷ πρὸς λύραν εἰπεῖν, ᾠδῆς ὀφειλέτῃ γενομένῳ καὶ τὴν ὀφειλὴν ἐπὶ μακρὸν ἀναβαλλομένῳ, ηρεσε γραφὴν λήθης ἐνστήσασθαι καθ' ἑαυτοῦ, καὶ τοίνυν οτι τε γλυκὺ μέλος ὀφείλων ἐπιλέλαθεν, ἐκεῖνος λέγει, καὶ τὴν καρδίαν ἀναπτύσσειν ἐθέλει, ὡς αν εχῃ ἀναγνῶναι πῆ τῆς ἐκείνου φρενὸς ὁ ανθρωπος γέγραπται, ῳ τὰ τῆς ὀφειλῆς ὑπερέθετο. ̓Εμοὶ δέ, ω πανσέβαστε, κάλλιστε καὶ σοφώτατε, εἰ καὶ ὀφείλειν ἐπῆλθε τὸν ἐν ὑποσχέσει λόγον, καὶ εἰς ἱκανὸν ἀναβάλλεσθαι τὰ τοῦ ὀφειλήματος, ἀλλ' ουτι κατὰ πάθος λήθης· οὐχ ουτως ἐγὼ κάρον πάσχω, οὐδ' ἀπονυστάζω πρὸς απερ εχειν ἐχρῆν πολὺ τὸ νηφάλιον. Η τίνος αν ἐπιστραφείην ετι, τὴν σὴν ἐν οὐδενὶ θέμενος βούλησιν, ος ολην ἐκτέθεικάς μοι τὴν ψυχὴν, ὡς μηδὲν ειναι οπερ αν ἐμοὶ βουλητὸν, ο μὴ καὶ σοὶ θελητόν; οὐ τοίνυν επαθον λήθην ἐφ' οισπερ κατένευσα, οὐδὲ τὸ τῆς Λητοῦς χρῆμα καὶ τοῦ καθ' ἡμᾶς εσχεν ̔Ερμοῦ τούτου κατακαυχήσασθαι, καὶ τὴν κατ' αὐτοῦ μάχην κρατῆσαι, καὶ τρόπαιον στήσασθαι, πάθος δέ τι κατασκῆπτον ετερον εξω τῶν ὑπεσχημένων ερριπτέ με, καὶ τὴν κατάνευσιν ἀνεσκεύαζεν. ̓Ελογιζόμην γὰρ ὡς ἐν μικρῷ κείσεταί σοι τὸ πρᾶγμα καὶ οὐκ αν ἐμμερίμνως διατεθείης, ἐφ' οις ὁ λόγος ην ἡμῖν. ̓Ενενόουν τὴν σὴν ἐν λόγοις ἐπίδοσιν, ἐλογιζόμην τὸ μεγαλοφυὲς, τὰς τῆς καρδίας ἀναβάσεις εἰς νοῦν ἀνῆγον. Καὶ τοίνυν τὴν ουτως ἐπὶ τὰ μείζω ἐπέκτασιν συννοούμενος οὐκ ειχον ἐμαυτὸν πείθειν, ὡς αρα μέλον ετι σοι εσται τοῦ λαληθέντος· οὐδὲ σὲ τὸν ἐν λόγοις ηδη μάλα πλουτεῖν ἀπαρξάμενον καὶ χρέως ἐνόμιζον τούτου [τοῦ] σμικροτάτου μεμνῆσθαι. Σὺ δὲ ουτω λιχνεύεσθαι τὰ εἰς λόγους μεμάθηκας, ὡς μηδὲ τὰ βραχύτατα περιορᾶν κάτω που πίπτοντα, καὶ ουτω σοι τοῦ τῆς σοφίας πλούτου επεισι γλίχεσθαι, ὡς μηδὲ τὰ ἐν λόγοις οιον ψήγματα παρατρέχειν, οσα μὴ πάνυ τιμᾶται πολλοῦ. Ἀμέλει καὶ ἡμῖν οὐ θέλεις ἀφιέναι, εἰ μὴ τὸ ὀφειλόμενον ἀποδώσομεν, οὐδὲ χρεωκοπίαν ἡμῖν ψηφίζῃ, ἀνελίξας δέ σου τὸ τῆς ψυχῆς λογοθέσιον, καὶ ἡμᾶς ἐγγράπτους ὀφειλέτας ἐφευρηκὼς βαρὺς ἐμπίπτεις, καὶ μικροῦ καὶ αγχεις, καὶ οὐκ ἀνήσειν φῂς, εἰ μὴ τὸ δέον ἀποτίσομεν, καίτοι βραχὺ ἐκεῖνο καὶ μικροῦ τινος τιμώμενον, καὶ οπερ αν ἀφεθὲν οὐ πάνυ τι τὸν μὴ λαβόντα λελύπηκε. Σὺ δέ που καὶ τόκου ζήτησιν ἡμῖν ἐπιγράφεις, καὶ ουτω γίνῃ τοῦ πλείονος. ̓Αλλὰ τοῦτο μὲν ὁ γλυκὺς ἐκεῖνος λυρικὸς ειχε ποιεῖν, ος ἐν λόγοις παμπλούσιος ων, ειτα δὴ καὶ ὀφειλέτης ειναι μαθὼν, ἐπὶ τῷ ἀρχαίῳ καὶ τόκον ἡδέως προσκατετίθετο, καὶ τὸν ὀφειλόμενον λόγον ἀποδιδοὺς προσαπεδίδου καί τινα ἐπιθήκην, καὶ ταύτην τόκον ὠνόμαζεν. ̔Ημῖν δὲ οὐ πάνυ ἐν εὐχερεῖ τὸ τοιοῦτον εσται, οὐ γὰρ κατ' ἐκεῖνον ἡ τοῦ λόγου χρυσῖτις καὶ ἡμῖν τὰς φλέβας εἰς δαψίλειαν ὑπήνοιξε μεταλλείας ῥητορικῆς, ἀλλὰ πάνυ τι τὰ ἐς λόγους πενόμεθα. ̓Αγαπητὸν ουν, εἰ καὶ τὸ ἀρχαῖον τῆς ὀφειλῆς ἀποτῖσαι ἡμῖν ἐγγενήσεται. Τοίνυν εχεις ἰδοὺ, σοφωτάτη καὶ σεβασμία μοι κεφαλὴ, εἰ μὲν τό σοι ποθούμενον οὐχ εχω εἰπεῖν (οτι μηδὲ περιαυτολογεῖν δεῖ), τὸ χρέος δ' ουν, οπερ αὐτὸς μὲν ηδη πολλάκις ἀπῄτησας, ἡμεῖς δὲ αρτι καταβαλλόμεθα. Καὶ οιδα μὲν οτι πολλοῖς τισι τὸ πρᾶγμα, διὰ τὸ μὴ μεγαλεῖον ειναί τι, οὐ πάντη δόξει εὐέντευκτον. Οὐκ ὀλίγοι γὰρ οἱ τὰ τοιαῦτα γαῦροι καὶ στρυφνοὶ καὶ μεγαλοπρεπεῖς, ἀλλ' ἐμοὶ τὰ τῆς ψήφου ἑτέρως πίπτουσι. Κρίνω γὰρ ειναι δέον εκαστον ἐπιταχθέντα πρᾶγμά τι καλῶς ἐκεῖνο διαχειρίζεσθαι,