1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

1

In sanctum pascha

ΛΟΓΟΣ ΜΕʹ.

Εἰς τὸ ἅγιον Πάσχα.

Αʹ. Ἐπὶ τῆς φυλακῆς μου στήσομαι, φησὶν ὁ θαυμάσιος Ἀββακούμ. Κἀγὼ μετ' αὐτοῦ σήμερον, τῆς δεδομένης μοι παρὰ τοῦ Πνεύματος ἐξουσίας καὶ θεωρίας, καὶ ἀποσκοπεύσω καὶ γνώσομαι, τί ὀφθήσεται, καὶ τί λαληθήσεταί μοι. Καὶ ἔστην, καὶ ἀπεσκόπευσα· καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ τῶν νεφελῶν, καὶ οὗτος ὑψηλὸς σφόδρα· καὶ ἡ ὅρασις αὐτοῦ, ὡς ὅρασις ἀγγέλου· καὶ ἡ στολὴ αὐτοῦ, ὡς φέγγος ἀστραπῆς διερχομένης· καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ κατ' ἀνατολὰς, καὶ ἐβόησε φωνῇ μεγάλῃ. Φωνὴ αὐτοῦ, ὡς φωνὴ σάλπιγγος· καὶ κύκλῳ αὐτοῦ, ὡς πλῆθος οὐρανίου στρατιᾶς, καὶ εἶπε· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅσος τε ὁρατὸς, καὶ ὅσος ἀόρατος. Χριστὸς ἐκ νεκρῶν, συνεγείρεσθε· Χριστὸς εἰς ἑαυτὸν, ἐπανέρχεσθε· Χριστὸς ἐκ τάφων, ἐλευ θερώθητε τῶν δεσμῶν τῆς ἁμαρτίας. Πύλαι ᾅδου ἀνοίγονται, καὶ θάνατος καταλύεται, καὶ ὁ παλαιὸς Ἀδὰμ ἀποτίθεται, καὶ ὁ νέος συμπληροῦται· εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεσθε. Ταῦτα ὁ μὲν ἔλεγεν· οἱ δὲ ἀνύμνουν, ὅπερ καὶ πρότερον, ἡνίκα ἡμῖν ἐπεφάνη Χριστὸς διὰ τῆς κάτω γεννήσεως, τὸ, δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰ ρήνη, ἐν ἀνθρώποις εὐδοκία. Μεθ' ὧν καὶ αὐτὸς ἐν ὑμῖν ταῦτα φθέγγομαι· εἴη δὲ καὶ φωνὴν λαβεῖν τῆς ἀγγελικῆς ἀξίαν, καὶ πάντα περιηχοῦσαν τὰ πέρατα.

Βʹ. Πάσχα Κυρίου, Πάσχα, καὶ πάλιν ἐρῶ Πάσχα, τιμῇ τῆς Τριάδος. Αὕτη ἑορτῶν ἡμῖν ἑορτὴ, καὶ πανήγυρις πανηγύρεων, τοσοῦτον ὑπεραίρουσα πάσας, οὐ τὰς ἀνθρωπικὰς μόνον καὶ χαμαὶ ἐρχομένας, ἀλλ' ἤδη καὶ τὰς αὐτοῦ Χριστοῦ καὶ ἐπ' αὐτῷ τελουμένας, ὅσον ἀστέρας ἥλιος. Καλὴ μὲν καὶ ἡ χθὲς ἡμῖν λαμπροφορία καὶ φωταγωγία, ἣν ἰδίᾳ τε καὶ δημοσίᾳ συνεστησάμεθα, πᾶν γένος ἀν θρώπων μικροῦ καὶ ἀξία πᾶσα, δαψιλεῖ τῷ πυρὶ τὴν νύκτα καταφωτίζοντες, καὶ τοῦ μεγάλου φωτὸς ἀντίτυπος, ὅσον τε οὐρανὸς ἄνωθεν φρυκτωρεῖ, κό σμον ὅλον αὐγάζων τοῖς παρ' ἑαυτοῦ κάλλεσι, καὶ ὅσον ὑπερουράνιον, ἔν τε ἀγγέλοις τῇ πρώτῃ φωτεινῇ φύσει μετὰ τὴν πρώτην, τῷ ἐκεῖθεν πηγά 36.625 ζεσθαι, καὶ ὅσον ἐν τῇ Τριάδι, παρ' ἧς φῶς ἅπαν συνέστηκεν, ἐξ ἀμερίστου φωτὸς μεριζόμενον καὶ τιμώμενον. Καλλίων δὲ ἡ σήμερον, καὶ πε ριφανεστέρα. Ὅσῳ χθὲς μὲν πρόδρομον ἦν τοῦ με γάλου φωτὸς ἀνισταμένου τὸ φῶς, καὶ οἷον εὐφροσύνη τις προεόρτιος. Σήμερον δὲ τὴν ἀνάστασιν αὐτὴν ἑορτάζομεν, οὐκ ἔτι ἐλπιζομένην, ἀλλ' ἤδη γεγενη μένην, καὶ κόσμον ὅλον ἑαυτῇ συνάγουσαν. Ἄλλος μὲν οὖν ἄλλο τι τῷ καιρῷ καρποφορείτω, καὶ δωροφορείτω δῶρον ἑόρτιον, ἢ μικρὸν, ἢ μεῖζον, τῶν πνευματικῶν τε καὶ Θεῷ φίλων, ὅπως ἂν ἕκα στος ἔχῃ δυνάμεως. Τῆς γὰρ ἀξίας, μόλις ἂν καὶ ἄγγελοι τύχοιεν, οἱ πρῶτοι, καὶ νοεροὶ, καὶ καθαροὶ, καὶ τῆς ἄνω δόξης ἐπόπται καὶ μάρτυρες· εἴπερ καὶ τούτοις τὸ πᾶν ἐφικτὸν τῆς ὑμνήσεως. Ἡμεῖς δὲ λόγον εἰσοίσομεν, ὧν ἔχομεν τὸ κάλλιστόν τε καὶ τιμιώτατον, ἄλλως τε καὶ Λόγον ὑμνοῦντες, ἐπ' εὐεργεσίᾳ τῆς λογικῆς φύσεως. Ἄρξομαι δὲ ἐν τεῦθεν. Οὐδὲ γὰρ ἀνέχομαι, τοὺς περὶ τοῦ μεγάλου θύματος καὶ τῆς μεγίστης ἡμερῶν θύων λόγους, μὴ πρὸς Θεὸν ἀναδραμεῖν, κἀκεῖθεν ποιήσασθαι τὴν ἀρχήν. Καί μοι καθήρασθε καὶ νοῦν, καὶ ἀκοὴν, καὶ διάνοιαν, ὅσοι τρυφᾶτε τὰ τοιαῦτα (ἐπειδὴ περὶ Θεοῦ καὶ θεῖος ὁ λόγος), ἵν' ἀπέλθητε τρυφήσαντες ὄντως τὰ μὴ κενούμενα. Ἔσται δὲ ὁ αὐτὸς