1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

1

Ad Theodorum lapsum i

Πρὸς Θεόδωρον ἐκπεσόντα καὶ περὶ μετανοίας λόγος αʹ.

1 «Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς βλεφάροις μου πηγὴν δακρύων;» Εὔκαιρον κἀμοὶ νῦν εἰπεῖν καὶ πολλῷ μᾶλλον ἢ τῷ προφήτῃ τότε ἐκείνῳ. Εἰ γὰρ καὶ μὴ πόλεις πολλὰς μηδὲ ὁλόκληρα ἔθνη μέλλοιμι πενθεῖν, ἀλλὰ πολλῶν τοιούτων ἐθνῶν ψυχὴν ἀνταξίαν, μᾶλλον δὲ καὶ τιμιωτέραν. Καὶ γὰρ εἰ «κρείττων εἷς τὸ θέλημα τοῦ θεοῦ ποιῶν ἢ μυρίοι παράνομοι», κρείττων ἄρα καὶ σὺ πρότερον ἦσθα τῶν μυριάδων τῶν Ἰουδαϊκῶν, ὥστε οὐδεὶς ἄν μοι μέμψαιτο νῦν, εἰ καὶ θρήνους τῶν ἐν τῷ προφήτῃ κειμένων πλείονας ἀναγράψαιμι καὶ σφοδροτέρους ἐπιδείξαιμι ὀδυρμούς. Οὐ γὰρ πόλεως πενθῶ κατασκαφήν, οὐδὲ παρανόμων αἰχμαλωσίαν ἀνδρῶν, ἀλλὰ ψυχῆς ἐρήμωσιν ἱερᾶς καὶ ναοῦ χριστοφόρου καθαίρεσιν καὶ ἀφανισμόν. Τὸν γὰρ κόσμον τῆς διανοίας τῆς σῆς, ὃν κατέφλεξεν ὁ διάβολος νῦν, εἴ τις ὅτε ἔλαμπεν ᾔδει καλῶς, οὐκ ἂν ἐστέναξεν, τοὺς θρήνους ἐπερχόμενος τοῦ προφήτου, καὶ ἀκούων ὅτι χεῖρες βαρβαρικαὶ καὶ τὰ ἅγια τῶν ἁγίων ἐμόλυναν καὶ πῦρ ἐπαφεῖσαι πάντα κατέκαυσαν, τὰ Χερουβὶμ τήν τε κιβωτόν, τὸ ἱλαστήριον, τὰς πλάκας τὰς λιθίνας, τὴν στάμνον τὴν χρυσῆν. Αὕτη γάρ, αὕτη ἡ συμφορὰ τοσούτῳ πικροτέρα ἐκείνης ὅσῳ καὶ πολλῷ τιμιώτερα ἐκείνων σύμβολα εἰς τὴν σὴν ἐναπέκειτο ψυχήν· οὗτος ἁγιώτερος ἐκείνου ὁ ναός· οὐδὲ γὰρ χρυσῷ καὶ ἀργύρῳ ἀλλὰ τῇ τοῦ Πνεύματος ἀπέστιλβε χάριτι καὶ ἀντὶ τῶν Χερουβὶμ καὶ τῆς κιβωτοῦ τὸν Χριστὸν καὶ τὸν τούτου Πατέρα καὶ τὸν Παράκλητον εἶχεν ἱδρυμένον ἐν ἑαυτῷ. Ἀλλὰ νῦν οὐκέτι, ἀλλ' ἔρημος μὲν καὶ γυμνὸς τοῦ κάλλους ἐκείνου καὶ τῆς εὐπρεπείας ἐστίν, τὸν θεῖον καὶ ἄρρητον ἀποκοσμηθεὶς κόσμον, ἔρημος δὲ ἀσφαλείας ἁπάσης καὶ φυλακῆς. Καὶ οὔτε θύρα, οὔτε μοχλός, ἀλλὰ πᾶσιν ἀνέῳκται τοῖς ψυχοφθόροις καὶ αἰσχροῖς λογισμοῖς· κἂν ὁ τῆς ἀλαζονείας, κἂν ὁ τῆς πορνείας, κἂν ὁ τῆς φιλαργυρίας, κἂν οἱ τούτων μιαρώτεροι βουληθῶσιν ἐπεισελθεῖν ὁ κολύσων οὐδείς· πρότερον δέ, καθάπερ ὁ οὐρανὸς τούτοις ἐστὶν ἄβατος ἅπασιν, οὕτω καὶ ἡ καθαρότης τῆς διανοίας τῆς σῆς. Καὶ τάχα ἄπιστα δόξω τισὶν λέγειν τοῖς νῦν τὴν ἐρήμωσιν καὶ τὴν καταστροφὴν ὁρῶσιν τὴν σήν· διὰ γὰρ τοῦτο κόπτομαι καὶ πενθῶ, καὶ τοῦτο ποιῶν οὐ παύσομαι, ἕως ἄν σε πάλιν ἐπὶ τῆς προτέρας ἴδω φαιδρότητος. Εἰ γὰρ καὶ τοῖς ἀνθρώποις ἀδύνατον εἶναι δοκεῖ τοῦτο, ἀλλὰ τῷ θεῷ πάντα δυνατά. Αὐτὸς γάρ ἐστιν «ὁ ἐγείρων ἀπὸ τῆς γῆς πτωχόν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα, τοῦ καθῖσαι αὐτὸν μετὰ ἀρχόντων, μετὰ ἀρχόντων λαοῦ αὐτοῦ». Αὐτός ἐστιν «ὁ κατοικίζων στεῖραν ἐν οἴκῳ, μητέρα ἐπὶ τέκνοις εὐφραινομένην». Μὴ τοίνυν ἀπογνῷς τῆς ἀρίστης μεταβολῆς. Εἰ γὰρ ὁ διάβολος τοσοῦτον ἴσχυσεν, ὡς ἀπὸ τῆς κορυφῆς ἐκείνης καὶ τοῦ ὕψους τῆς ἀρετῆς εἰς ἔσχατόν σε κακίας κατενεγκεῖν, πολλῷ μᾶλλον ὁ θεὸς ἰσχύσει πρὸς ἐκείνην σε πάλιν ἀνελκύσαι τὴν παρρησίαν· καὶ οὐ τοιοῦτον μόνον ἀλλὰ καὶ πολλῷ μακαριώτερον ἐργάσασθαι τοῦ πρότερον. Μόνον μὴ καταπέσῃς, μηδὲ τὰς χρηστὰς ἐκκόψῃς ἐλπίδας, μηδὲ πάθῃς τὰ τῶν ἀσεβῶν. Οὐ γὰρ τὸ τῶν ἁμαρτημάτων πλῆθος εἰς ἀπόγνωσιν ἐμβάλλειν εἴωθεν, ἀλλὰ τὸ ψυχὴν ἔχειν ἀσεβῆ. ∆ιὰ τοῦτο ὁ Σολομὼν οὐχ ἁπλῶς εἴρηκεν ὅτι «πᾶς τις ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ» ἀλλὰ «ὁ ἀσεβὴς» μόνος. Ἐκείνων γὰρ μόνων τοῦτο τὸ πάθος ἐστίν, ἐπειδὰν εἰς τὸ βάθος ἔλθωσιν τῶν κακῶν. Καὶ τοῦτ' ἔστιν ὅπερ αὐτοὺς οὐκ ἀφίησιν ἀναβλέψαι καὶ ἐπανελθεῖν ὅθεν ἐξέπεσον. Ὁ γὰρ μιαρὸς οὗτος λογισμός, καθάπερ τις κύφων, ἐπικείμενος ἐπὶ τὸν αὐχένα τῆς ψυχῆς καὶ κάτω νεύειν καταναγκάζων αὐτήν, κωλύει πρὸς τὸν ∆εσπότην ἀναβλέψαι τὸν αὐτῆς. Ἀνδρὸς δὲ γενναίου ἐστὶν καὶ θαυμαστοῦ συντρῖψαι τοῦτο τὸ ξύλον καὶ τὸν