1

 2

 3

 4

 5

 6

 7

1

In illud: Domine, non est in homine

Εἰς τὸ ῥητὸν τοῦ προφήτου Ἱερεμίου, "Κύριε, οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἄνθρωπος πορεύσεται, καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ."

56.153 αʹ. Τῆς ὁδοῦ ταύτης τῆς αἰσθητῆς καὶ λεωφόρου τὰ μέν ἐστιν ὕπτια καὶ λεῖα, τὰ δὲ προσάντη καὶ τραχύτερα· οὕτω δὲ καὶ τῶν θείων Γραφῶν τὰ μέν ἐστιν αὐτόθεν πᾶσιν εὐσύνοπτα, τὰ δὲ πλείονος ἐξεργασίας καὶ πόνου δεόμενα. Ἀλλ' ὅταν μὲν ἰσόπεδον καὶ λείαν ὁδεύωμεν ὁδὸν, οὐ πολλῆς ἡμῖν δεῖ ἀκριβείας· ὅταν δὲ ὑπτίαν καὶ στενὴν καὶ πρὸς αὐτὴν ἀνατεινομένην τὴν ἀκρώρειαν, καὶ ὑπὸ κρημνῶν ἑκατέρωθεν ἀπειλημμένην, νηφούσης ἡμῖν δεῖ ψυχῆς καὶ διεγηγερμένης, τῆς δυσχωρίας ῥᾳθυμεῖν οὐκ ἐπιτρεπούσης.

Κἂν γὰρ μικρόν τις παραβλέψῃ, μόνου τοῦ ποδὸς ὀλισθήσαντος. ἅπαν τὸ σῶμα κατακρημνίζεται, κἂν εἰς φάραγγας κατακύψῃ κάτω, σκοτοδίνῳ κατεχόμενος καταφέρεται. Οὕτω δὴ καὶ ἐπὶ τῶν θείων Γραφῶν τὰ μὲν εὔκολα καὶ ῥᾴδια τῶν νοημάτων, καὶ ἀπονητὶ διοδεῦσαι ἔνι, τὰ δὲ τραχύτερα καὶ προσάντη οὐχ ὁμοίως εὔπορον διαβῆναι. ∆ιὸ νήφειν ἅπαντας δεῖ καὶ ἐγρηγορέναι, ὅταν τοιαῦτα διαβαίνωμεν χωρία, ὥστε μὴ περὶ τῶν ἐσχάτων ἡμῖν γενέσθαι τὸν κίνδυνον. ∆ιὰ γὰρ τοῦτο καὶ ἡμεῖς ποτὲ μὲν ἐν τοῖς εὐκολωτέροις ὑμᾶς ἐγγυμνάζομεν, ποτὲ δὲ ἐπὶ τὰ δυσκολώτερα ἄγομεν, ἵνα καὶ τὸν πόνον ὑμῖν παραμυθησώμεθα, καὶ τὴν ῥᾳθυμίαν ἐκβάλωμεν.

Ὥσπερ γὰρ οἱ διαπαντὸς εὐκολίας ἀπολαύοντες, χαυνότεροι γίνονται· οὕτως οἱ διηνεκῶς πρὸς τραχύτερα ἑλκόμενοι, πρὸς τὸν πόνον 56.154 ἀπογινώσκουσι. ∆εῖ τοίνυν ἀναμεμίχθαι τὸ τῆς διδασκαλίας εἶδος, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο μεταχειρίζειν, ὥστε μήτε χαλᾶσθαι πέρα τοῦ μέτρου τὴν διάνοιαν ἡμῖν, μήτε διατεινομένην ὑπὲρ τὸ δέον διαῤῥήγνυσθαι πάλιν πρὸς τὸν πόνον ἀπαγορεύουσαν. ∆ιὰ τοῦτο πρώην ὑμῖν περὶ Παύλου καὶ Πέτρου διαλεχθέντες, καὶ τῆς ἐν Ἀντιοχείᾳ γενομένης αὐτοῖς πρὸς ἀλλήλους ἀμφισβητήσεως, καὶ τὴν δοκοῦσαν ἐκείνων εἶναι μάχην πάσης εἰρήνης χρησιμωτέραν ὑμῖν ἀποδείξαντες, καὶ ἐπὶ τὴν ὑπτίαν ἐκείνην καὶ τραχείαν ἀγαγόντες ὁδὸν, ἐπειδὴ πεπονηκότας εἴδομεν, τῇ μετ' ἐκείνην ἡμέρᾳ πρὸς ἑτέραν εὐκολωτέραν ἐχειραγωγοῦμεν ὑπόθεσιν, τοῦ μακαρίου Εὐσταθίου τὰ ἐγκώμια διηγούμενοι, καὶ μετ' ἐκεῖνον τοῦ γενναίου μάρτυρος Ῥωμανοῦ τοὺς ἐπαίνους διεξιόντες, ὅτε δὴ καὶ λαμπρότερον ἡμῖν τὸ θέατρον γέγονε, καὶ πλείων ὁ κρότος, καὶ μείζων ὁ θόρυβος. Καθάπερ γάρ τις καμὼν, εἶτα εἰς λειμῶνα εἰσελθὼν, γάννυται καὶ διαχεῖται, τραχὺ μὲν ὁρῶν οὐδὲν οὐδὲ ἐπίπονον, ἄνεσιν δὲ καὶ τέρψιν καὶ ψυχαγωγίαν πολλήν· οὕτω καὶ ὑμεῖς μοι διέκεισθε τότε· ἀπὸ γὰρ τῶν πόνων καὶ τῶν δυσκολιῶν τῆς ἀκροάσεως ἐκείνης, ὥσπερ εἰς λειμῶνα εἰσελθόντες τῶν μαρτύρων τὰ ἐγκώμια, μετὰ πολλῆς τῆς ἀδείας τῆς τέρψεως ἐνεφορεῖσθε ἐκείνης. Οὐδὲ γὰρ λαβαὶ καὶ ἀντιλαβαὶ ἦσαν τότε, οὐδὲ παλαίσματα καὶ διαδύσεις, ἀλλ' οὐδενὸς ἀντικρούοντος, ἄφετος καθ' ἑαυ 56.155 τὸν ὁ λόγος ἠγωνίζετο, ἀπολελυμένος καὶ ἐλεύθερος ὤν. διὰ τοῦτο δὲ καὶ λαμπρότερος ἦν καὶ πανηγυρικώτερος, καὶ πλειόνων ἀπέλαυεν ἐπαίνων.

Ἡ γὰρ διάνοια τῶν ἀκροατῶν, ὅταν μετ' εὐκολίας τοῖς λεγομένοις παρακολουθῇ, πολλῆς ἀνέσεως ἀπολαύουσα, προθυμότερον πρὸς τὸν ἔπαινον τοῦ λέγοντος διεγείρεται. Ἐπεὶ οὖν ἱκανῶς ὑμᾶς ἀνεκτησάμεθα ἐν ταῖς ἡμέραις ταύταις, οὐδὲν ἐπίπονον καὶ τραχὺ πρὸς τὴν ὑμετέραν κινήσαντες ἀγάπην, φέρε δὴ τήμερον ὑμᾶς πάλιν ἐπὶ τὴν προτέραν ἀγάγωμεν γυμνασίαν, πρὸς τὰ ἐπιπονώτερα τῶν