1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

1

In paralyticum demissum per tectum

ΟΜΙΛΙΑ Εἰς τὸν παραλυτικὸν διὰ τῆς στέγης χαλασθέντα, ὅτι οὐκ αὐτός ἐστιν ὁ παρὰ τῷ Ἰωάννῃ κείμενος· καὶ περὶ τῆς τοῦ Υἱοῦ πρὸς τὸν

Πατέρα ἰσότητος.

51.47 αʹ. Περιτυχόντες πρῴην τῷ παραλυτικῷ περὶ τὴν κολυμβήθραν ἐπὶ τῆς κλίνης κειμένῳ, πολὺν καὶ μέγαν εὑρήκαμεν θησαυρὸν, οὐχὶ γῆν διορύξαντες, ἀλλὰ 51.48.40 τὴν διάνοιαν αὐτοῦ διασκάψαντες· εὑρήκαμεν θησαυρὸν οὐχὶ ἀργύριον ἔχοντα καὶ χρυσίον καὶ λίθους τιμίους, ἀλλὰ καρτερίαν καὶ φιλοσοφίαν καὶ ὑπομονὴν 51.49 καὶ πολλὴν τὴν πρὸς τὸν Θεὸν ἐλπίδα, ἣ παντὸς χρυσίου καὶ πάσης εὐπορίας ἐστὶ τιμιωτέρα. Ὁ μὲν γὰρ αἰσθητὸς πλοῦτος καὶ λῃστῶν ἐπιβουλαῖς πρόκειται, καὶ συκοφαντῶν στόμασι, καὶ τοιχωρύχων χερσὶ καὶ οἰκετῶν κακουργίαις, καὶ ὅταν ἅπαντα ταῦτα διαφύγῃ, τότε τοῖς κεκτημένοις μέγιστον ἐπάγει πολλάκις τὸν ὄλεθρον, βασκάνων ὀφθαλμοὺς διεγείρων, καὶ μυρίους ἐκ τούτου τίκτων χειμῶνας. Ὁ δὲ πνευματικὸς πλοῦτος ἁπάσας ταύτας διέφυγε τὰς λαβὰς, καὶ πάσης ἐπηρείας ἐστὶν ἀνώτερος τοιαύτης, καὶ λῃστῶν καὶ τοιχωρύχων καὶ βασκάνων καὶ συκοφαντῶν καὶ αὐτοῦ καταγελῶν τοῦ θανάτου. Οὐδὲ γὰρ θανάτῳ διαζεύγνυται τοῦ κεκτημένου, ἀλλὰ τότε μάλιστα ἀσφαλεστέρα ἡ κτῆσις αὐτοῦ τοῖς ἔχουσι γίνεται, καὶ συναποδημεῖ, καὶ συμμεθίσταται πρὸς τὴν μέλλουσαν ζωὴν, καὶ συνήγορος γίνεται θαυμαστὸς, οἷς ἂν ἐκεῖ συναπέλθῃ, καὶ ἵλεω καθίστησιν αὐτοῖς τὸν δικάζοντα. Τοῦτον καὶ ἡμεῖς τὸν πλοῦτον μετὰ πολλῆς τῆς δαψιλείας εὑρήκαμεν ἐν τῇ τοῦ παραλυτικοῦ κατορωρυγμένον ψυχῇ. Καὶ μάρτυρες ὑμεῖς οἱ μετὰ πολλῆς αὐτὸν ἐξαντλήσαντες τῆς προθυμίας, οὐ κενώσαντες δέ. Τοιαύτη γὰρ ἡ τοῦ πνευματικοῦ πλούτου φύσις· τὰς τῶν ὑδάτων ἐπιῤῥοίας μιμεῖται, μᾶλλον δὲ καὶ ἐκείνων νικᾷ τὴν ἀφθονίαν, τότε πλεονάζουσα μᾶλλον, ὅταν πολλοὺς ἔχῃ τοὺς ἀρυομένους αὐτήν. Εἰς γὰρ τὴν ἑκάστου ψυχὴν εἰσιὼν, οὐ μερίζεται, οὐδὲ ἐλαττοῦται, ἀλλ' ὁλόκληρος ἑκάστῳ παραγινόμενος ἀνάλωτος μένει διηνεκῶς, οὐδέποτε ἐπιλείπειν δυνάμενος· ὃ δὴ καὶ τότε συνέβαινε. Τοσούτων γὰρ ἐπιπεσόντων τῷ θησαυρῷ, καὶ πάντων τὰ κατὰ δύναμιν ἀρυομένων ἐκεῖθεν· καὶ τί λέγω περὶ ὑμῶν, ὅπου γε ἐξ ἐκείνου τοῦ χρόνου μέχρι τῆς παρούσης ἡμέρας μυρίους ποιήσας εὐπόρους, ἐπὶ τῆς οἰκείας τελειότητος μένει; Μὴ τοίνυν ἀποκάμωμεν πρὸς τὴν πνευματικὴν ταύτην εὐπορίαν· ἀλλ' ὅσον δυνατὸν καὶ νῦν ἐξαντλήσωμεν, καὶ ἴδωμεν φιλάνθρωπον ∆εσπότην, ἴδωμεν καρτερικὸν οἰκέτην. Τριάκοντα γοῦν καὶ ὀκτὼ ἔτη ἀῤῥωστίᾳ παλαίων ἀνιάτῳ καὶ μαστιζόμενος διηνεκῶς, οὐκ ἐδυσχέρανεν, οὐκ ἀφῆκε ῥῆμα βλάσφημον, οὐ κατηγόρησε τοῦ πεποιηκότος, ἀλλὰ γενναίως καὶ μετὰ πολλῆς τῆς ἐπιεικείας τὴν συμφορὰν ἔφερεν ἐκείνην. Καὶ πόθεν τοῦτο δῆλον; φησίν· οὐδὲν γὰρ περὶ τῆς ἄνω ζωῆς αὐτοῦ σαφῶς ἡμᾶς ἐδίδαξεν ἡ Γραφὴ, ἀλλ' ὅτι μὲν τριάκοντα ὀκτὼ ἔτη εἶχεν ἐν τῇ ἀσθενείᾳ αὐτοῦ, δῆλον ἐποίησεν· ὅτι δὲ οὐκ ἐδυσχέρανεν, οὐδὲ ἠγανάκτησεν, οὐδὲ ἀπεδυσπέτησε, τοῦτο οὐκέτι προσέθηκεν. Καὶ μὴν καὶ τοῦτο δῆλον ἐποίησεν, εἴ τις ἀκριβῶς προσέχοι, καὶ μὴ παρέργως, μηδὲ ἁπλῶς. Ὅταν γὰρ ἀκούσῃς ὅτι ἐπιστάντι Χριστῷ καὶ οὐκ ὄντι γνωρίμῳ, ἀλλ' ἀνθρώπῳ νομιζομένῳ ψιλῷ, μετὰ τοσαύτης ἐπιεικείας διελέγετο αὐτῷ, καὶ τὴν ἔμπροσθεν αὐτοῦ φιλοσοφίαν δυνήσῃ θεάσασθαι. Εἰπόντι γὰρ αὐτῷ, Θέλεις ὑγιὴς γενέσθαι; οὐδὲν εἶπεν οἷον εἰκὸς ἦν, ὅτι Ὁρᾷς με παραλελυμένον χρόνον τοσοῦτον κατακείμενον, καὶ ἐρωτᾷς εἰ βούλομαι γενέσθαι ὑγιής; ἐπεμβῆναί μου τοῖς κακοῖς ἦλθες, ὀνειδίσαι, καὶ καταγελάσαι, καὶ κωμῳδῆσαι τὴν συμφοράν; Οὐδὲν τοιοῦτον