Commentarii in Lucam
ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΚΕΦΑΛΑΙΟΝ Αʹ.
72.476
Οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου. (Cod. A f. 2 b, Ε f. 5) Τοῦ Λόγου δὲ τοῦ ἐνυποστάτου καὶ ζῶντος αὐτόπτας εἰπὼν τοὺς ἀποστόλους, συμπεφώνηκε τῷ Ἰωάννῃ λέγοντι τὸν Λόγον σάρκα γεγονέναι, καὶ ἐσκηνωκέναι ἐν ἡμῖν, καὶ τεθεωρῆσθαι τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. ∆ιὰ γὰρ τῆς σαρκὸς, θεωρητὸς ὁ Λόγος κατέστη, ὁρατῆς οὔσης καὶ ψηλαφητῆς καὶ ἀντιτύπου, ἀθεώ ρητος ὢν τὸ καθ' ἑαυτόν· καὶ πάλιν ὁ Ἰωάννης ἐν τῇ Ἐπιστολῇ· "Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη." Οὐκ ἀκούεις ὅτι ψηλαφητὴν ὀνομάζει τὴν ζωήν; ἵνα ἐνανθρωπήσαντα νοῇς τὸν Υἱὸν, καὶ ὁρατὸν μὲν κατὰ σάρκα, ἀόρατον δὲ κατὰ τὴν θεότητα. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται. (A f. 17) Ἰσοκλεὴς γὰρ τῷ φύσαντι, κατὰ πᾶν ὁτιοῦν ἰσομέτρως ἔχων ὁ ἐξ αὐτοῦ πεφηνὼς Υἱὸς νοοῖτ' ἂν εἰκότως. Οὐ γὰρ ὅτι γέγονεν ἄνθρωπος οἰκονομικῶς, μειονεκτεῖτο κατά τι γοῦν ὅλως αὐτοῦ· οὐδὲν γὰρ εἰς ἰδίαν ἠδικήθη φύσιν, ἀπό γε τῶν καθ' ἡμᾶς γενέσθαι δι' ἡμᾶς· ἐπειδὴ ἄτρεπτος κατὰ φύσιν ὁ τοῦ Θεοῦ Λόγος· διὰ τοῦτο καὶ Θεὸς καὶ Ὕψιστος καὶ Κύριος ὀνομάζεται καὶ διὰ τῆς ἀγγέλων φωνῆς. Ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. (Ε f. 50 b, F f. 734) Ἀποροῦσι δὲ πάλιν τινὲς, 72.477 εἰ ὁ τῶν ὅλων Θεὸς τὰ γενόμενα ἤδη καὶ πραχθέντα, δύναται ποιῆσαι μὴ γεγενῆσθαί ποτε· κατὰ τὸ, "Οὐκ ἀδυνατήσει αὐτῷ πᾶν ῥῆμα." Οὐ γὰρ λέγομεν ὡς μὴ γενόμενα, ἀλλὰ μὴ γεγενῆσθαι τὴν ἀρχήν· οἷον εἰ τὴν πόρνην δύναται ποιῆσαι παρθένον ἐκ κοιλίας μητρὸς, ἵνα μήτε εἴη ποτὲ πόρνη, μήτε λέγοιτο, ὅτι παρὰ ἀνθρώποις ἀδύνατα, δυνατὰ παρὰ τῷ Θεῷ. Πρὸς οὓς ἐροῦμεν, ὅτι ζητεῖσθαι χρὴ παρ' ἡμῶν τὴν τοῦ Θεοῦ δύναμιν Εἰ μεγάλη καὶ ἀξιά γαστος, ὅτε τὸ δρώμενον ἐστιν οὐκ ἀπεικὸς τῇ θείᾳ δόξῃ· οὐ γὰρ ὅτι πάντα δύναται, διὰ τοῦτο καὶ τῶν ἀτόπων αὐτὸν ἐργάτην ὁρᾶσθαι προσήκει· νοοῦμεν γὰρ ὅτι ἄτοπόν ἐστι τὸ λέγειν, Εἰ δύναται ὁ Θεὸς ἑαυτὸν ποιῆσαι μὴ εἶναι Θεὸν, ἢ ἁμαρτίας δεκτικὸν, ἢ μὴ εἶναι ἀγαθὸν, ἢ ζωὴν, ἢ δίκαιον. ∆εῖ τοίνυν παραιτεῖσθαι παντὶ σθένει τὰς ἀτόπους οὕτω τῶν ἐρωτήσεων. ∆ιὰ τί δὲ Θεὸς οὐ δύναται τὴν πορνεύσασαν μὴ ποιῆσαι μὴ γεγενῆσθαί ποτε πόρνην; Ὅτι οὐ δύναται τὸ ψεῦδος ἀλήθειαν ποιῆσαι· καὶ οὐκ ἀσθενείας ἔγκλημα τοῦτο, ἀλλὰ φύσεως ἀπόδειξις οὐκ ἀνεχομένης τι παθεῖν, ὃ μὴ αὐτῇ πρέπει· ἀλλό τριον δὲ Θεοῦ τὸ ψεῦδος παντελῶς. Ψεῦσμα γάρ ἐστι τὸ τὴν πορνεύσασαν ποιῆσαι μὴ πορνεῦσαί ποτε. ∆εῖ δὲ, ὡς ἔφην, τὰς οὕτως εὐήθεις τῶν ἐρωτήσεων καὶ πολὺ ἄτοπον ἐχούσας μηδὲ προσίεσθαι τὴν ἀρχὴν, μηδὲ τὴν θείαν ἀγνοεῖν φύσιν, μᾶλλον δὲ τῆς φύσεως ἐκείνης ἐξαίρετα. Εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. (Ε f. 56, F f. 740) Οὐκ ἀκούεις καὶ τοῦ ∆αβὶδ ψάλλοντος· "Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοὶ ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός;" Κληρονομία γὰρ Κυρίου οἱ διὰ πίστεως αὐτῷ υἱοθετηθέντες, οἳ καὶ μισθός εἰσι Χριστοῦ, τοῦ γεγονότος καρποῦ τῆς παρθενικῆς γαστρός· κατὰ τὸ, "Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου." Ἐποίησε κράτος ἐν βραχίονι αὑτοῦ· διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν, κ.τ.λ. (B f. 16, H f. 44 b.) Αἰνίττεται ὁ